<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:17-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:17-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="17"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">ἔλεγον δὲ ταῦτα πρὸς σὲ ἄλλοι δηλαδὴ περὶ αὐτῶν· οὐ γὰρ δὴ ἐκείνοις ἂν αὐτοῖς ἐπίστευσας ἐπαινοῦσι τὰ αὐτῶν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐδαμῶς, ἀλλʼ οἱ ἄλλοι ἔλεγον. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οἱ μὲν δὴ ἀντίδοξοι οὐκ ἔλεγον, ὡς τὸ εἰκός <del>οὗτοι δὲ ἦσαν οἱ τὰ ἄλλα φιλοσοφοῦντες.</del> </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ γάρ. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οἱ δʼ ἄρα ἰδιῶται ταῦτα ἔλεγον. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> καὶ μάλα. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὁρᾷς, ὅπως αὖθις ἐξαπατᾷς με καὶ οὐ λέγεις τἀληθές, ἀλλʼ οἴει Μαργίτῃ διαλέγεσθαί τινι, ὡς πιστεῦσαι <milestone unit="Reitz_page" n="756"/> ὅτι Ἑρμότιμος, ἀνὴρ συνετός, ἔτη τότε γεγονὼς τετταράκοντα, περὶ φιλοσοφίας καὶ φιλοσόφων ἀνδρῶν τοῖς ἰδιώταις ἐπίστευσε καὶ κατὰ τὰ ὑπʼ ἐκείνων λεγόμενα ἐποιεῖτο τὴν αἵρεσιν τῶν κρειττόνων ἀξιῶν· οὐ γὰρ ἂν πιστεύσαιμί σοι τοιαῦτα λέγοντι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="18"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">ἀλλʼ οἶσθα, ὦ Λυκῖνε, οὐχὶ τοῖς ἄλλοις μόνον ἐπίστευον, ἀλλὰ καὶ ἐμαυτῷ· ἑώρων γὰρ αὐτοὺς κοσμίως βαδίζοντας, ἀναβεβλημένους εὐσταλῶς, φροντίζοντας ἀεί, ἀρρενωπούς, ἐν χρῷ κουρίας τοὺς πλείστους, οὐδὲν ἁβρὸν οὐδʼ αὖ πάνυ ἐς τὸ ἀδιάφορον ὑπερεκπῖπτον, ὡς ἔκπληκτον εἶναι καὶ κυνικὸν ἀτεχνῶς, ἀλλʼ ἐπὶ τοῦ μέσου καταστήματος, ὃ δὴ ἄριστον ἅπαντες εἶναι φασιν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἆρʼ οὖν κἀκεῖνα εἶδες ποιοῦντας αὐτούς, ἃ μικρῷ πρόσθεν ἔλεγον αὐτὸς ἑωρακέναι τὸν σὸν διδάσκαλον, ὦ Ἑρμότιμε, πράττοντα; οἷον δανείζοντας καὶ ἀπαιτοῦντας πικρῶς καὶ φιλονείκως πάνυ ἐρίζοντας ἐν ταῖς ξυνουσίαις καὶ τὰ ἄλλα ὅσα ἐπιδείκνυνται; ἢ τούτων ὀλίγον σοι μέλει, ἄχρι ἂν εὐσταλὴς ἡ ἀναβολὴ καὶ <pb n="p.346"/> <milestone unit="Reitz_page" n="757"/> ὁ πώγων βαθὺς καὶ ἐν χρῷ ἡ κουρά; καὶ πρὸς το λοιπὸν ἄρα ἔχωμεν τουτονὶ κανόνα καὶ στάθμην ἀκριβῆ τῶν τοιούτων, ὡς Ἑρμότιμός φησι, καὶ χρὴ ἀπὸ σχημάτων καὶ βαδισμάτων καὶ κουρᾶς διαγιγνώσκειν τοὺς ἀρίστους, ὃς δʼ ἂν μὴ ἔχῃ ταῦτα μηδὲ σκυθρωπὸς ᾖ καὶ φροντιστικὸς τὸ πρόσωπον, ἀποδοκιμαστέος καὶ ἀποβλητέος;</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>