<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:15-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:15-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="15"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">ἴθι δή, ὦ φιλότης, ἀπόκριναί μοι, τῷ τότε πιστεύσας τὸ πρῶτον, ὁπότε ᾔεις φιλοσοφήσων, πολλῶν σοι θυρῶν ἀναπεπταμένων, παρεὶς σὺ τὰς ἄλλας εἰς τὴν τῶν Στωϊκῶν ἧκες καὶ διʼ ἐκείνης ἠξίους ἐπὶ τὴν ἀρετὴν εἰσιέναι, ὡς δὴ μόνης ἀληθοῦς οὔσης καὶ τὴν εὐθεῖαν ἐπιδεικνυούσης, τῶν δʼ ἄλλων εἰς τυφλὰ καὶ ἀνέξοδα φερουσῶν; τίνι ταῦτʼ ἐτεκμαίρου τότε; καὶ μή μοι τὸν νῦν δὴ τοῦτον σεαυτὸν ἐννόει, τὸν εἴτε ἡμίσοφον εἴτε σοφὸν ἤδη τὰ βελτίω κρίνειν ὑπὲρ τοὺς πολλοὺς ἡμᾶς δυνάμενον, <milestone unit="Reitz_page" n="754"/> ἀλλʼ οὕτως ἀπόκριναι, ὁποῖος τότε ἦσθα ἰδιώτης καὶ κατὰ τὸν νῦν ἐμέ. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ συνίημι ὅ τι σοι τοῦτο βούλεται, ὦ Λυκῖνε. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> καὶ μὴν οὐ πάνυ ἀγκύλον ἠρόμην· πολλῶν γὰρ ὄντων φιλοσόφων, οἷον Πλάτωνος και Αριστοτέλους καὶ Ἀντισθένους καὶ τῶν ὑμετέρων προγόνων, τοῦ Χρυσίππου καὶ Ζήνωνος καὶ τῶν ἄλλων, ὅσοι εἰσί, τῷ σὺ <pb n="p.344"/> πιστεύσας τοὺς μὲν ἄλλους εἴας, ἐξ ἁπάντων δὲ προελόμενος ἅπερ προῄρησαι, ἀξιοῖς κατὰ ταῦτα φιλοσοφεῖν; ἆρα καὶ σὲ ὥσπερ τὸν Χαιρεφῶντα ὁ Πύθιος ἐξέπεμψεν ἐπὶ τὰ Στωϊκῶν ἀρίστους ἐξ ἁπάντων προσειπών; ἔθος γὰρ αὐτῷ ἄλλον ἐπʼ ἄλλο εἶδος φιλοσοφίας προτρέπειν τὴν ἁρμόττουσαν, οἶμαι, ἑκάστῳ εἰδότι. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἀλλʼ οὐδὲν τοιοῦτον, ὦ Λυκῖνε, οὐδὲ ἠρόμην περί γε τούτων τὸν θεόν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πότερον οὐκ ἄξιον θείας συμβουλίας ἡγούμενος αὐτὸ ἢ ἱκανὸς ᾤου αὐτὸς εἶναι ἑλέσθαι τὸ βέλτιον κατὰ σαυτὸν ἄνευ τοῦ θεοῦ; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ὤιμην γάρ. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="16"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">οὐκοῦν καὶ ἡμᾶς διδάσκοις ἂν τοῦτο πρῶτον, ὅπως διαγνωστέον ἡμῖν εὐθὺς ἐν ἀρχῇ, τίς ἡ ἀρίστη φιλοσοφία ἐστὶ καὶ ἡ ἀληθεύουσα, καὶ ἣν ἄν τις ἕλοιτο παρεὶς τὰς ἄλλας. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἐγώ σοι φράσω· ἑώρων τοὺς πλείστους ἐπʼ αὐτὴν ὁρμῶντας, ὥστε εἴκαζον ἀμείνω εἶναι αὐτήν. <milestone unit="Reitz_page" n="755"/> </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πόσῳ τινὶ πλείους τῶν Ἐπικουρείων ἢ Πλατωνικῶν ἢ Περιπατητικῶν; ἠρίθμησας γὰρ αὐτοὺς δηλαδὴ καθάπερ ἐν ταῖς χειροτονίαις. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἀλλʼ οὐκ ἠρίθμησα ἔγωγε, εἴκαζον δέ. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὡς οὐκ ἐθέλεις διδάξαι με, ἀλλʼ ἐξαπατᾷς, ὃς περὶ τῶν τοιούτων εἰκασμῷ φὴς καὶ πλήθει κρῖναι ἀποκρυπτόμενος λέγειν πρός με τἀληθές. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλὰ καὶ ἤκουον ἁπάντων λεγόντων ὡς οἱ μὲν Ἐπικούρειοι γλυκύθυμοι καὶ φιλήδονοί εἰσιν, οἱ Περιπατητικοὶ δὲ φιλόπλουτοι καὶ ἐριστικοί τινες, οἱ Πλατωνικοὶ δὲ τετύφωνται καὶ φιλόδοξοί εἰσι, περὶ δὲ τῶν Στωϊκῶν πολλοὶ ἔφασκον, ὅτι ἀνδρώδεις καὶ πάντα γιγνώσκουσι, καὶ ὅτι ὁ ταύτην ἰὼν <pb n="p.345"/> τὴν ὁδὸν μόνος βασιλεύς, μόνος πλούσιος, μόνος σοφὸς καὶ συνόλως ἅπαντα. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>