<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="1"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὅσον, ὦ Ἑρμότιμε, τῷ βιβλίῳ καὶ τῇ τοῦ βαδίσματος σπουδῇ τεκμήρασθαι, παρὰ τὸν διδάσκαλον ἐπειγομένῳ ἔοικας· ἐνενόεις γοῦν τι μεταξὺ προϊὼν καὶ τὰ χείλη διεσάλευες ἠρέμα ὑποτονθορύζων καὶ τὴν χεῖρα ὧδε κἀκεῖσε μετέφερες ὥσπερ τινὰ ῥῆσιν ἐπὶ ἑαυτοῦ διατιθέμενος, ἐρώτημα δή τι τῶν ἀγκύλων συντιθεὶς ἢ σκέμμα σοφιστικὸν ἀναφροντίζων, ὡς μηδὲ ὁδῷ βαδίζων σχολὴν ἄγοις, ἀλλʼ ἐνεργὸς εἴης ἀεὶ σπουδαῖόν τι πράττων καὶ ὃ πρὸ ὁδοῦ σοι γένοιτʼ ἂν ἐς τὰ μαθήματα. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> νὴ Δίʼ, ὦ Λυκῖνε, τοιοῦτό τι· τὴν γὰρ χθιζην <milestone unit="Reitz_page" n="740"/> συνουσίαν καὶ ἃ εἶπε πρὸς ἡμᾶς, ἀνεπεμπαζόμην ἐπιὼν τῇ μνήμῃ ἕκαστα. χρὴ δὲ μηδένα καιρόν, οἶμαι, παριέναι εἰδότας ἀληθὲς ὂν τὸ ὑπὸ τοῦ Κῴου ἰατροῦ <pb n="p.335"/> εἰρημένον, ὡς ἄρα <q>βραχὺς μὲν ὁ βίος, μακρὴ δὲ ἡ τέχην.</q> καίτοι ἐκεῖνος ἰατρικῆς πέρι ταῦτʼ ἔλεγεν, εὐμαθεστέρου πράγματος· φιλοσοφία δὲ καὶ μακρῷ τῷ χρόνῳ ἀνέφικτος, ἢν μὴ πάνυ τις ἐγρηγορότως ἀτενὲς ἀεὶ καὶ γοργὸν ἀποβλέπῃ ἐς αὐτήν, καὶ τὸ κινδύνευμα οὐ περὶ μικρῶν, ἢ ἄθλιον εἶναι ἐν τῷ πολλῷ τῶν ἰδιωτῶν συρφετῷ παραπολόμενον ἢ εὐδαιμονῆσαι φιλοσοφήσαντα. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="2"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">τὰ μὲν ἆθλα, ὦ Ἑρμότιμε, θαυμάσια ἡλίκα <milestone unit="Reitz_page" n="741"/> εἴρηκας. οἶμαί γε μὴν οὐ πόρρω σε εἶναι αὐτῶν, εἴ γε χρὴ εἰκάζειν τῷ τε χρόνῳ, ὁπόσον φιλοσοφεῖς, καὶ προσέτι τῷ πόνῳ οἷόν μοι οὐ μέτριον ἐκ πολλοῦ ἤδη ἔχειν δοκεῖς· εἰ γάρ τι μέμνημαι, σχεδὸν εἴκοσιν ἔτη ταῦτά ἐστιν, ἀφʼ οὗ σε οὐδὲν ἄλλο ποιοῦντα ἑώρακα, ἢ παρὰ τοὺς διδασκάλους φοιτῶντα καὶ ὡς τὸ πολὺ ἐς βιβλίον ἐπικεκυφότα καὶ ὑπομνήματα τῶν συνουσιῶν ἀπογραφόμενον, ὠχρὸν ἀεὶ ὑπὸ φροντίδων καὶ τὸ σῶμα κατεσκληκότα. δοκεῖς δέ μοι ἀλλʼ οὐδὲ ὄναρ ποτὲ ἀνιέναι σεαυτόν, οὕτως ὅλος εἶ ἐν τῷ πράγματι. ταῦτʼ οὖν σκοπουμένῳ μοι φαίνῃ οὐκ ἐς μακρὰν ἐπιλήψεσθαι τῆς εὐδαιμονίας, <milestone unit="Reitz_page" n="742"/> εἴ γε μὴ λέληθας ἡμᾶς καὶ πάλαι αὐτῇ συνών. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> πόθεν, ὦ Λυκῖνε, ὃς νῦν ἄρχομαι παρακύπτειν ἐς τὴν ὁδόν; ἡ δʼ Ἀρετὴ πάνυ πόρρω κατὰ τὸν Ἡσίοδον οἰκεῖ καὶ ἔστιν ὁ οἶμος ἐπʼ αὐτὴν μακρός τε καὶ ὄρθιος καὶ τρηχύς, ἱδρῶτα οὐκ ὀλίγον ἔχων τοῖς ὁδοιπόροις. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐχ ἱκανὰ οὖν ἵδρωταί σοι, ὦ Ἑρμότιμε, καὶ ὡδοιπόρηται; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὔ, φημί· οὐδὲν γὰρ ἂν ἐκώλυέ με πανευδαίμονα εἶναι ἐπὶ τῷ ἄκρῳ γενόμενον· τὸ δὲ νῦν ἀρχόμεθα ἔτι, ὦ Λυκῖνε. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="3"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">ἀλλὰ τήν γε ἀρχὴν ὁ αὐτὸς οὗτος Ἡσίοδος <pb n="p.336"/> ἥμισυ τοῦ παντὸς ἔφη εἶναι, ὥστε κατα μέσην την ἄνοδον εἶναί σε ἤδη λέγοντες οὐκ ἂν ἁμάρτοιμεν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐδέπω οὐδὲ τοῦτο· πάμπολυ γὰρ ἂν ἡμῖν ἤνυστο. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀλλὰ ποῦ. γάρ σε φῶμεν τῆς ὁδοῦ τυγχάνειν ὄντα; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἐν τῇ ὑπωρείᾳ κάτω ἔτι, ὦ Λυκῖνε, ἄρτι προβαίνειν βιαζόμενον· ὀλισθηρὰ δὲ καὶ τραχεῖα καὶ δεῖ χεῖρα ὀρέγοντος. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐκοῦν ὁ διδάσκαλός σοι τοῦτο ἱκανὸς ποιῆσαι ἄνωθεν ἐκ τοῦ ἄκρου καθάπερ ὁ τοῦ Ὁμήρου Ζεὺς χρυσῆν τινα σειρὰν καθιεὶς τοὺς αὑτοῦ λόγους, ὑφʼ ὧν <milestone unit="Reitz_page" n="743"/> σε ἀνασπᾷ δηλαδὴ καὶ ἀνακουφίζει πρὸς αὑτόν τε καὶ τὴν ἀρετὴν αὐτὸς πρὸ πολλοῦ ἀναβεβηκώς. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> αὐτὸ ἔφησθα, ὦ Λυκῖνε, τὸ γιγνόμενον· ὅσον γοῦν ἐπʼ ἐκείνῳ πάλαι ἂν ἐσπάσμην ἄνω καὶ συνῆν αὐτοῖς, τὸ δʼ ἐμὸν ἔτι ἐνδεῖ. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="4"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">ἀλλὰ θαρρεῖν χρὴ καὶ θυμὸν ἔχειν ἀγαθὸν ἐς τὸ τέλος τῆς ὁδοῦ ὁρῶντα καὶ τὴν ἄνω εὐδαιμονίαν, καὶ μάλιστα ἐκείνου ξυμπροθυμουμένου. πλὴν ἀλλὰ τίνα σοι ἐλπίδα ὑποφαίνει ὡς δὴ πότε ἀναβησομένῳ; ἐς νέωτα εἴκαζεν ἐπὶ τὸ ἄκρον ἔσεσθαί σε, οἷον μετὰ τὰ μυστήρια ἢ τὰ ἄλλα Παναθήναια; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ὀλίγον φής, ὦ Λυκῖνε. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀλλʼ ἐς τὴν ἑξῆς ὀλυμπιάδα; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> καὶ τοῦτο ὀλίγον ὡς πρὸς ἀρετῆς ἄσκησιν καὶ εὐδαιμονίας κτῆσιν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> μετὰ δύο μὲν δὴ ὀλυμπιάδας πάντως· ἢ πολλήν γʼ ἂν ὑμῶν ῥᾳθυμίαν καταγνοίη τις, εἰ μηδʼ ἐν τοσούτῳ χρόνῳ δύνασθε, ὅσον τρὶς ἀπὸ Ἡρακλείων στηλῶν εἰς Ἰνδοὺς ἀπελθεῖν, εἶτʼ ἐπανελθεῖν ῥᾴδιον, εἰ καὶ μὴ εὐθεῖαν μηδʼ ἀεὶ βαδίζοι τις, ἀλλʼ ἐν τοῖς διὰ μέσου <pb n="p.337"/> ἔθνεσι περιπλανώμενος. καίτοι πόσῳ τινὶ βούλει ὑψηλοτέραν καὶ λισσοτέρον θῶμεν εἶναι τὴν ἄκραν, ἐφʼ ἧς <milestone unit="Reitz_page" n="744"/> ὑμῖν ἡ Ἀρετὴ οἰκεῖ, τῆς Ἀόρνου ἐκείνης, ἣν ἐντὸς ὀλίγων ἡμερῶν Ἀλέξανδρος κατὰ κράτος εἷλεν; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="5"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">οὐδὲν ὅμοιον, ὦ Λυκῖνε, οὐδʼ ἔστι τὸ πρᾶγμα τοιοῦτον, οἷον σὺ εἰκάζεις, ὡς ὀλίγῳ χρόνῳ κατεργασθῆναι καὶ ἁλῶναι, οὐδʼ ἂν μυρίοι Ἀλέξανδροι προσβάλλωσιν· ἐπεὶ πολλοὶ ἂν οἱ ἀνιόντες ἦσαν. νῦν δὲ ἐνάρχονται μὲν οὐκ ὀλίγοι μάλα ἐρρωμένως καὶ προσέρχονται ἐπὶ ποσόν, οἱ μὲν ἐπὶ πάνυ ὀλίγον, οἱ δὲ ἐπὶ πλέον, ἐπειδὰν δὲ κατὰ μέσην τὴν ὁδὸν γένωνται πολλοῖς τοῖς ἀπόροις καὶ δυσχερέσιν ἐντυγχάνοντες ἀποδυσπετοῦσί τε καὶ ἀναστρέφουσιν ἀσθμαίνοντες καὶ ἱδρῶτι ῥεόμενοι, οὐ φέροντες τὸν κάματον. ὅσοι δʼ ἂν εἰς τέλος διακαρτερήσωσιν, οὗτοι πρὸς τὸ ἄκρον ἀφικνοῦνται καὶ τὸ ἀπʼ ἐκείνου εὐδαιμονοῦσι θαυμάσιόν τινα βίον τὸν λοιπὸν βιοῦντες, οἷον μύρμηκας ἀπὸ τοῦ ὕψους ἐπισκοποῦντές τινας τοὺς ἄλλους. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> παπαῖ, ὦ Ἑρμότιμε, ἡλίκους ἡμᾶς ἀποφαίνεις, οὐδὲ κατὰ τοὺς Πυγμαίους ἐκείνους, ἀλλὰ χαμαιπετεῖς <milestone unit="Reitz_page" n="745"/> παντάπασιν ἐν χρῷ τῆς γῆς. εἰκότως· ὑψηλὰ γὰρ ἤδη φρονεῖς καὶ ἄνωθεν· ἡμεῖς δὴ ὁ συρφετὸς καὶ ὅσοι χαμαὶ ἐρχόμενοι ἐσμέν, μετὰ τῶν θεῶν καὶ ὑμᾶς προσευξόμεθα ὑπερνεφέλους γενομένους καὶ ἀνελθόντας οἷ πάλαι σπεύδετε. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> εἰ γὰρ γένοιτο καὶ ἀνελθεῖν, ὦ Λυκῖνε. ἀλλὰ πάμπολυ τὸ λοιπόν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="6"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">ὅμως οὐκ ἔφησθα ὁπόσον, ὡς χρόνῳ περιλαβεῖν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐδʼ αὐτὸς γὰρ οἶδα, ὧ Λυκῖνε, τἀκριβές· εἰκάζω μέντοι οὐ πλείω τῶν εἴκοσιν ἐτῶν ἔσεσθαι, μεθʼ ἃ πάντως που ἐπὶ τῷ ἄκρῳ ἐσόμεθα. </p></sp><pb n="p.338"/><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> Ἡράκλεις, πολὺ λέγεις. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> καὶ γὰρ περὶ μεγάλων, ὦ Λυκῖνε, οἱ πονοι. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τοῦτο μὲν ἴσως ἀληθές· ὑπὲρ δὲ τῶν εἴκοσιν ἐτῶν, ὅτι βιώσῃ τοσαῦτα, πότερον ὁ διδάσκαλός σου καθυπέσχετο, οὐ μόνον σοφός, ἀλλὰ καὶ μαντικὸς ὢν ἢ χρησμολόγος τις ἢ ὅσοι τὰς Χαλδαίων μεθόδους ἐπίστανται; φασὶ γοῦν εἰδέναι τὰ τοιαῦτα· οὐ γὰρ δὴ σέ γε εἰκὸς <milestone unit="Reitz_page" n="746"/> ἐπὶ τῷ ἀδήλῳ, εἰ βιώσῃ μέχρι πρὸς τὴν ἀρετήν, τοσούτους πόνους ἀνέχεσθαι καὶ ταλαιπωρεῖν νύκτωρ καὶ μεθʼ ἡμέραν οὐκ εἰδότα, εἴ σε πλησίον ἤδη τοῦ ἄκρου γενόμενον τὸ χρεὼν ἐπιστὰν κατασπάσει λαβόμενον τοῦ ποδὸς ἐξ ἀτελοῦς τῆς ἐπίδος. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἄπαγε· δύσφημα γὰρ ταῦτα, ὦ Λυκῖνε. ἀλλʼ εἴη βιῶναι, ὡς μίαν γοῦν ἡμέραν εὐδαιμονήσω σοφὸς γενόμενος. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> καὶ ἱκανή σοι ἀντὶ τῶν τοσούτων καμάτων ἡ μία ἡμέρα; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἐμοὶ μὲν καὶ ἀκαριαῖον ὁπόσον ἱκανόν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="7"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">τὰ δὲ δὴ ἄνω ὅτι εὐδαίμονα καὶ τοιαῦτα ὡς πάντα χρῆν ὑπομεῖναι διʼ αὐτά, πόθεν ἔχεις εἰδέναι; οὐ γὰρ δὴ αὐτός πω ἀνελήλυθας. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἀλλὰ τῷ διδασκάλῳ πιστεύω λέγοντι· ὁ δὲ πάνυ οἶδεν ἅτε ἀκρότατος ἤδη ὤν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἔλεγε δὲ πρὸς θεῶν ποῖα τὰ περὶ αὐτῶν ἢ τίνα τὴν εὐδαιμονίαν εἶναι τὴν ἐκεῖ; ἦ που τινὰ πλοῦτον καὶ δόξαν καὶ ἡδονὰς ἀνυπερβλήτους; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> εὐφήμει, ὦ ἑταῖρε· οὐδὲν γάρ ἐστι ταῦτα πρὸς τὸν ἐν τῇ ἀρετῇ βίον. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀλλὰ τίνα φησὶ τἀγαθά, εἰ μὴ ταῦτα, ἕξειν προς τὸ τέλος τῆς ἀσκήσεως ἐλθόντας; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> σοφίαν καὶ ἀνδρείαν καὶ τὸ καλὸν αὐτὸ καὶ τὸ δίκαιον καὶ τὸ πάντα ἐπίστασθαι βεβαίως πεπεισμένον <pb n="p.339"/> ᾗ ἕκαστα ἔχει· πλούτους δὲ καὶ δόξας καὶ ἡδονὰς καὶ ὅσα τοῦ σώματος, ταῦτα πάντα κάτω ἀφεὶς καὶ ἀποδυσάμενος ἀνέρχεται, ὥσπερ φασὶ τὸν Ἡρακλέα ἐν τῇ Οἴτῃ κατακαυθέντα θεὸν γενέσθαι· καὶ γὰρ ἐκεῖνος ἀποβαλὼν <milestone unit="Reitz_page" n="747"/> ὁπόσον ἀνθρώπειον εἶχε παρὰ τῆς μητρὸς καὶ καθαρόν τε καὶ ἀκήρατον φέρων τὸ θεῖον ἀνέπτατο ἐς τοὺς θεοὺς διευκρινηθὲν ὑπὸ τοῦ πυρός. καὶ οὗτοι δὴ ὑπὸ φιλοσοφίας ὥσπερ ὑπό τινος πυρὸς ἅπαντα ταῦτα περιαιρεθέντες, ἃ τοῖς ἄλλοις θαυμαστὰ εἶναι δοκεῖ οὐκ ὀρθῶς δοξάζουσιν, ἀνελθόντες ἐπὶ τὸ ἄκρον εὐδαιμονοῦσι πλούτου καὶ δόξης καὶ ἡδονῶν ἀλλʼ οὐδὲ μεμνημένοι ἔτι, καταγελῶντες δὲ τῶν οἰομένων ταῦτα εἶναι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="8"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">νὴ τὸν Ἡρακλέα, ὦ Ἑρμότιμε, τὸν ἐν Οἴτῃ ἀνδρεῖα καὶ εὐδαίμονα λέγεις περὶ αὐτῶν. πλὴν ἀλλὰ τόδε μοι εἰπέ, καὶ κατέρχονταί ποτε ἐκ τῆς ἄκρας, ἢν ἐθελήσωσι, χρησόμενοι τοῖς κάτω ἃ καταλελοίπασιν, ἢ ἀνάγκη ἅπαξ ἀνελθόντας αὐτοὺς μένειν καὶ συνεῖναι τῇ ἀρετῇ πλούτου καὶ δόξης καὶ ἡδονῶν καταγελῶντας; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλʼ ὃς ἂν ἀποτελεσθῇ πρὸς ἀρετήν, οὔτε ὀργῇ οὔτε φόβῳ οὔτʼ ἐπιθυμίαις ὁ τοιοῦτος ἂν δουλεύοι, οὐδὲ λυποῖτο, οὐδὲ ὅλως πάθος ἔτι τοιοῦτον πάθοι ἄν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> καὶ μὴν εἴ γέ με δεῖ μηδὲν ὀκνήσαντα εἰπεῖν τἀληθές — ἀλλʼ εὐφημεῖν χρή, οἶμαι, μηδὲ ὅσιον εἶναι ἐξετάζειν τὰ ὑπὸ τῶν σοφῶν γιγνόμενα. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> μηδαμῶς, ἀλλʼ εἰπὲ ὅ τι καὶ λέγεις. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὅρα, ὦ ἑταῖρε, ὡς ἔγωγε καὶ πάνυ ὀκνῶ. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἀλλὰ μὴ ὄκνει, ὦ γενναῖε, πρός γε μόνον ἐμὲ λέγων. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="9"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">τὰ μὲν τοίνυν ἄλλα, ὦ Ἑρμότιμε, διηγουμένῳ σοι παρειπόμην καὶ ἐπίστευον οὕτως ἔχειν, σοφούς <milestone unit="Reitz_page" n="748"/> τε γίγνεσθαι αὐτοὺς καὶ ἀνδρείους καὶ δικαίους καὶ τὰ <pb n="p.340"/> ἄλλα, καί πως ἐκηλούμην πρὸς τὸν λόγον, ὁπότε δὲ καὶ πλούτου ἔφησθα καταφρονεῖν σφᾶς καὶ δόξης καὶ ἡδονῶν καὶ μήτε ὀργίζεσθαι μήτε λυπεῖσθαι, πάνυ ἐνταῦθα — μόνω γάρ ἐσμεν — ἐπέστην ἀναμνησθεὶς ἃ πρῴην εἶδον ποιοῦντα — βούλει φῶ τίνα; ἢ ἱκανὸν καὶ ἄνευ τοῦ ὀνόματος; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> μηδαμῶς, ἀλλὰ καὶ τοῦτο εἰπέ, ὅστις ἦν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> διδάσκαλος αὐτὸς οὗτος ὁ σός, ἀνὴρ τά τε ἄλλα αἰδοῦς ἄξιος καὶ γέρων ἤδη ἐς τὸ ὕστατον. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> τί οὖν δὴ ἐποίει; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τὸν ξένον οἶσθα τὸν Ἡρακλεώτην, ὃς ἐκ πολλοῦ συνεφιλοσόφει αὐτῷ, μαθητὴς ὤν, τὸν ξανθόν, τὸν ἐριστικόν; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οἶδα ὃν λέγεις· Δίων αὐτῷ τοὔνομα. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἐκεῖνον αὐτόν, ἐπεὶ τὸν μισθόν, οἶμαι, μη ἀπεδίδου κατὰ καιρόν, ἀπήγαγε παρὰ τὸν ἄρχοντα ἔναγχος περιθείς γε αὐτῷ θοἰμάτιον περὶ τὸν τράχηλον καὶ ἐβόα καὶ ὠργίζετο, καὶ εἰ μὴ τῶν συνήθων τινὲς ἐν μέσῳ <milestone unit="Reitz_page" n="749"/> γενόμενοι ἀφείλοντο τὸν νεανίσκον ἐκ τῶν χειρῶν αὐτοῦ, εὖ ἴσθι ἐκεῖνος προσφὺς ἂν ἀπέτραγεν αὐτοῦ τὴν ῥῖνα ὁ γέρων, οὕτως ἠγανάκτει. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="10"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">πονηρὸς γὰρ ἐκεῖνος ἀεὶ καὶ ἀγνώμων, ὦ Λυκῖνε, περὶ τὰς ἀποδόσεις· ἐπεὶ τούς γε ἄλλους, οἷς δανείζει, πολλοὺς ὄντας, οὐδὲν τοιοῦτό πω διατέθεικεν· ἀποδιδόασι γὰρ αὐτῷ κατὰ καιρὸν τοὺς τόκους. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τί δαί, ἂν μὴ ἀποδιδῶσιν, ὦ μακάριε, μέλει τι αὐτῷ καθαρθέντι ἤδη ὑπὸ φιλοσοφίας καὶ μηκέτι τῶν ἐν τῇ Οἴτῃ καταλελειμμένων δεομένῳ; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οἴει γὰρ ὅτι ἑαυτοῦ χάριν ἐκεῖνος περὶ τὰ τοιαῦτα ἐσπούδακεν; ἀλλʼ ἔστιν αὐτῷ παιδία νεογνά, ὧν κήδεται μὴ ἐν ἀπορίᾳ καταβιώσωσι. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> δέον, ὦ Ἑρμότιμε, ἀναγαγεῖν κἀκεῖνα ἐπὶ <pb n="p.341"/> τὴν ἀρετήν, ὡς συνευδαιμονοῖεν αὐτῷ πλούτου καταφρονοῦντες. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="11"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">οὐ σχολή μοι, ὦ Λυκῖνε, περὶ τούτων διαλέγεσθαί σοι· σπεύδω γὰρ ἤδη ἀκροάσασθαι αὐτοῦ, μὴ καὶ λάθω τελέως ἀπολειφθείς. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> θάρρει, ὦγαθέ· τὸ τήμερον γὰρ ἐκεχειρία <milestone unit="Reitz_page" n="750"/> ἐπήγγελται· ὥστε ἐγὼ ἀφίημί σοι ὅσον ἔτι τὸ λοιπὸν τῆς ὁδοῦ. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> πῶς λέγεις; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὅτι ἐν τῷ παρόντι οὐκ ἂν ἴδοις αὐτόν, εἴ γε χρὴ πιστεύειν τῷ προγράμματι· πινάκιον γάρ τι ἐκρέματο ὑπὲρ τοῦ πυλῶνος μεγάλοις γράμμασι λέγον, τήμερον οὐ συμφιλοσοφεῖν. ἐλέγετο δὲ παρʼ Εὐκράτει τῷ πάνυ δειπνήσας χθὲς γενέθλια θυγατρὸς ἑστιῶντι πολλά τε συμφιλοσοφῆσαι ἐν τῷ συμποσίῳ καὶ πρὸς Εὐθύδημον τὸν ἐκ τοῦ Περιπάτου παροξυνθῆναί τι καὶ ἀμφισβητῆσαι αὐτῷ περὶ ὧν ἐκεῖνοι εἰώθασιν ἀντιλέγειν τοῖς ἀπὸ τῆς Στοᾶς· ὑπό τε οὖν τῆς κραυγῆς πονήρως τὴν κεφαλὴν διατεθῆναι καὶ ἱδρῶσαι μάλα πολλὰ ἐς μέσας νύκτας ἀποταθείσης, ὥς φασι, τῆς συνουσίας. ἅμα δὲ καὶ πεπώκει, οἶμαι, πλέον τοῦ ἱκανοῦ, τῶν παρόντων, ὡς εἰκός, φιλοτησίας προπινόντων, καὶ ἐδεδειπνήκει πλέον ἢ κατὰ γέροντα· ὥστε ἀναστρέψας ἤμεσέ τε, ὡς ἔφασκον, πολλὰ καὶ μόνον ἀριθμῷ παραλαβὼν τὰ κρέα, ὁπόσα τῷ παιδὶ κατόπιν ἑστῶτι παραδεδώκει, καὶ σημηνάμενος ἐπιμελῶς τὸ ἀπʼ ἐκείνου καθεύδει μηδένα εἰσδέχεσθαι παραγγείλας. ταῦτα δὲ Μίδα ἤκουσα τοῦ οἰκέτου <milestone unit="Reitz_page" n="751"/> αὐτοῦ διηγουμένου τισὶ τῶν μαθητῶν, οἳ καὶ αὐτοὶ ἀνέστρεφον μάλα πολλοί. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="12"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">ἐκράτησε δὲ πότερος, ὦ Λυκῖνε, ὁ διδασκαλος ἢ ὁ Εὐθύδημος; εἴ τι καὶ τοιοῦτον ἔλεγεν ὁ Μίδας. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τὰ μὲν πρῶτά φασιν, ὦ Ἑρμότιμε, ἀγχώμαλα <pb n="p.342"/> σφίσι γενέσθαι, τὸ δʼ οὖν τέλος τῆς νίκης καθʼ ὑμᾶς ἐγένετο καὶ παρὰ πολὺ ὁ πρεσβύτης ὑπερέσχε· τὸν γοῦν Εὐθύδημον οὐδʼ ἀναιμωτί φασιν ἀπελθεῖν, ἀλλὰ τραῦμα παμμέγεθες ἔχοντα ἐν τῇ κεφαλῇ· ἐπεὶ γὰρ ἀλαζὼν ἦν καὶ ἐλεγκτικὸς καὶ πείθεσθαι οὐκ ἤθελεν οὐδὲ παρεῖχε ῥᾴδιον αὑτὸν ἐλέγχεσθαι, ὁ διδάσκαλός σου ὁ βέλτιστος ὃν εἶχε σκύφον Νεστόρειόν τινα καταφέρει αὐτοῦ πλησίον κατακειμένου, καὶ οὕτως ἐκράτησεν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> εὖ γε· οὐ γὰρ ἄλλως ἐχρῆν πρὸς τοὺς μὴ ἐθέλοντας εἴκειν τοῖς κρείττοσιν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ταυτὶ μέν, ὦ Ἑρμότιμε, πάνυ εὔλογα. ἢ τί γὰρ παθὼν Εὐθύδημος ἄνδρα γέροντα παρώξυνεν, ἀόργητον καὶ θυμοῦ κρείττονα, σκύφον οὕτω βαρὺν ἐν τῇ <milestone unit="Reitz_page" n="752"/> χειρὶ ἔχοντα;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="13"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ἀλλὰ σχολὴν γὰρ ἄγομεν — τί οὐ διηγῇ μοι ἑταίρῳ ὄντι, ὃν τρόπον ὡρμήθης τὸ πρῶτον φιλοσοφεῖν, ὡς καὶ αὐτός, εἰ δυνατὸν ἔτι, συνοδοιποροίην ὑμῖν τὸ ἀπὸ τοῦδε ἀρξάμενος. οὐ γὰρ ἀποκλείσετέ με δηλαδὴ φίλοι ὄντες. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> εἰ γὰρ ἐθελήσειας, ὦ Λυκῖνε· ὄψει ἐν βραχεῖ ὅσον διοίσεις τῶν ἄλλων· παῖδας, εὖ ἴσθι, οἰήσῃ ἅπαντας ὡς πρὸς σέ, τοσοῦτον ὑπερφρονήσεις αὐτός. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἱκανόν, εἰ μετὰ εἴκοσιν ἔτη γενοίμην τοιοῦτος οἷος σὺ νῦν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἀμέλει, καὶ αὐτὸς κατὰ σὲ γεγονὼς ἠρξάμην φιλοσοφεῖν τετταρακοντούτης σχεδόν, ὁπόσα, οἶμαι, σὺ νῦν γέγονας. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τοσαῦτα γάρ, ὦ Ἑρμότιμε· ὥστε τὴν αὐτὴν ἄγε λαβὼν κἀμέ — δίκαιον γάρ — καὶ πρῶτόν γέ μοι τοῦτο εἰπέ. δίδοτε ἀντιλέγειν τοῖς μανθάνουσιν, ἤν τι μὴ ὀρθῶς λέγεσθαι δοκῇ αὐτοῖς, ἢ οὐκ ἐφίετε τοῦτο τοῖς νεωτέροις; </p></sp><pb n="p.343"/><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ πάνυ. σὺ δέ, ἤν τι βούλῃ, ἐρώτα μεταξὺ καὶ ἀντίλεγε· ῥᾷον γὰρ ἂν οὕτω μάθοις. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> εὖ γε, νὴ τὸν Ἑρμῆν, ὦ Ἑρμότιμε, αὐτόν, οὗ ἐπώνυμος ὢν τυγχάνεις. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="14"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge"> ἀτὰρ εἰπέ μοι, μία τις ὁδός <milestone unit="Reitz_page" n="753"/> ἐστιν ἡ ἐπὶ φιλοσοφίαν ἄγουσα, ἡ τῶν Στωϊκῶν ὑμῶν, ἢ ἀληθῆ ἐγὼ ἤκουον ὡς καὶ ἄλλοι πολλοί τινές εἰσιν; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> μάλα πολλοί, Περιπατητικοὶ καὶ Ἐπικούρειοι καὶ οἱ τὸν Πλάτωνα ἐπιγραφόμενοι, καὶ αὖ Διογένους ἄλλοι τινὲς καὶ Ἀντισθένους ζηλωταὶ καὶ οἱ ἀπὸ τοῦ Πυθαγόρου καὶ ἔτι πλείους. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀληθῆ ταῦτα· πολλοὶ γάρ εἰσι. πότερον δή, ὦ Ἑρμότιμε, τὰ αὐτὰ οὗτοι λέγουσιν ἢ διάφορα; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> καὶ πάνυ διάφορα. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τὸ δέ γε ἀληθές, οἶμαι, πάντως που ἓν ἦν αὐτῶν, ἀλλʼ οὐ πάντα διάφορά γε ὄντα. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> πάνυ μὲν οὖν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="15"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">ἴθι δή, ὦ φιλότης, ἀπόκριναί μοι, τῷ τότε πιστεύσας τὸ πρῶτον, ὁπότε ᾔεις φιλοσοφήσων, πολλῶν σοι θυρῶν ἀναπεπταμένων, παρεὶς σὺ τὰς ἄλλας εἰς τὴν τῶν Στωϊκῶν ἧκες καὶ διʼ ἐκείνης ἠξίους ἐπὶ τὴν ἀρετὴν εἰσιέναι, ὡς δὴ μόνης ἀληθοῦς οὔσης καὶ τὴν εὐθεῖαν ἐπιδεικνυούσης, τῶν δʼ ἄλλων εἰς τυφλὰ καὶ ἀνέξοδα φερουσῶν; τίνι ταῦτʼ ἐτεκμαίρου τότε; καὶ μή μοι τὸν νῦν δὴ τοῦτον σεαυτὸν ἐννόει, τὸν εἴτε ἡμίσοφον εἴτε σοφὸν ἤδη τὰ βελτίω κρίνειν ὑπὲρ τοὺς πολλοὺς ἡμᾶς δυνάμενον, <milestone unit="Reitz_page" n="754"/> ἀλλʼ οὕτως ἀπόκριναι, ὁποῖος τότε ἦσθα ἰδιώτης καὶ κατὰ τὸν νῦν ἐμέ. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ συνίημι ὅ τι σοι τοῦτο βούλεται, ὦ Λυκῖνε. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> καὶ μὴν οὐ πάνυ ἀγκύλον ἠρόμην· πολλῶν γὰρ ὄντων φιλοσόφων, οἷον Πλάτωνος και Αριστοτέλους καὶ Ἀντισθένους καὶ τῶν ὑμετέρων προγόνων, τοῦ Χρυσίππου καὶ Ζήνωνος καὶ τῶν ἄλλων, ὅσοι εἰσί, τῷ σὺ <pb n="p.344"/> πιστεύσας τοὺς μὲν ἄλλους εἴας, ἐξ ἁπάντων δὲ προελόμενος ἅπερ προῄρησαι, ἀξιοῖς κατὰ ταῦτα φιλοσοφεῖν; ἆρα καὶ σὲ ὥσπερ τὸν Χαιρεφῶντα ὁ Πύθιος ἐξέπεμψεν ἐπὶ τὰ Στωϊκῶν ἀρίστους ἐξ ἁπάντων προσειπών; ἔθος γὰρ αὐτῷ ἄλλον ἐπʼ ἄλλο εἶδος φιλοσοφίας προτρέπειν τὴν ἁρμόττουσαν, οἶμαι, ἑκάστῳ εἰδότι. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἀλλʼ οὐδὲν τοιοῦτον, ὦ Λυκῖνε, οὐδὲ ἠρόμην περί γε τούτων τὸν θεόν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πότερον οὐκ ἄξιον θείας συμβουλίας ἡγούμενος αὐτὸ ἢ ἱκανὸς ᾤου αὐτὸς εἶναι ἑλέσθαι τὸ βέλτιον κατὰ σαυτὸν ἄνευ τοῦ θεοῦ; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ὤιμην γάρ. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="16"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">οὐκοῦν καὶ ἡμᾶς διδάσκοις ἂν τοῦτο πρῶτον, ὅπως διαγνωστέον ἡμῖν εὐθὺς ἐν ἀρχῇ, τίς ἡ ἀρίστη φιλοσοφία ἐστὶ καὶ ἡ ἀληθεύουσα, καὶ ἣν ἄν τις ἕλοιτο παρεὶς τὰς ἄλλας. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἐγώ σοι φράσω· ἑώρων τοὺς πλείστους ἐπʼ αὐτὴν ὁρμῶντας, ὥστε εἴκαζον ἀμείνω εἶναι αὐτήν. <milestone unit="Reitz_page" n="755"/> </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πόσῳ τινὶ πλείους τῶν Ἐπικουρείων ἢ Πλατωνικῶν ἢ Περιπατητικῶν; ἠρίθμησας γὰρ αὐτοὺς δηλαδὴ καθάπερ ἐν ταῖς χειροτονίαις. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἀλλʼ οὐκ ἠρίθμησα ἔγωγε, εἴκαζον δέ. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὡς οὐκ ἐθέλεις διδάξαι με, ἀλλʼ ἐξαπατᾷς, ὃς περὶ τῶν τοιούτων εἰκασμῷ φὴς καὶ πλήθει κρῖναι ἀποκρυπτόμενος λέγειν πρός με τἀληθές. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλὰ καὶ ἤκουον ἁπάντων λεγόντων ὡς οἱ μὲν Ἐπικούρειοι γλυκύθυμοι καὶ φιλήδονοί εἰσιν, οἱ Περιπατητικοὶ δὲ φιλόπλουτοι καὶ ἐριστικοί τινες, οἱ Πλατωνικοὶ δὲ τετύφωνται καὶ φιλόδοξοί εἰσι, περὶ δὲ τῶν Στωϊκῶν πολλοὶ ἔφασκον, ὅτι ἀνδρώδεις καὶ πάντα γιγνώσκουσι, καὶ ὅτι ὁ ταύτην ἰὼν <pb n="p.345"/> τὴν ὁδὸν μόνος βασιλεύς, μόνος πλούσιος, μόνος σοφὸς καὶ συνόλως ἅπαντα. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="17"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">ἔλεγον δὲ ταῦτα πρὸς σὲ ἄλλοι δηλαδὴ περὶ αὐτῶν· οὐ γὰρ δὴ ἐκείνοις ἂν αὐτοῖς ἐπίστευσας ἐπαινοῦσι τὰ αὐτῶν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐδαμῶς, ἀλλʼ οἱ ἄλλοι ἔλεγον. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οἱ μὲν δὴ ἀντίδοξοι οὐκ ἔλεγον, ὡς τὸ εἰκός <del>οὗτοι δὲ ἦσαν οἱ τὰ ἄλλα φιλοσοφοῦντες.</del> </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ γάρ. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οἱ δʼ ἄρα ἰδιῶται ταῦτα ἔλεγον. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> καὶ μάλα. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὁρᾷς, ὅπως αὖθις ἐξαπατᾷς με καὶ οὐ λέγεις τἀληθές, ἀλλʼ οἴει Μαργίτῃ διαλέγεσθαί τινι, ὡς πιστεῦσαι <milestone unit="Reitz_page" n="756"/> ὅτι Ἑρμότιμος, ἀνὴρ συνετός, ἔτη τότε γεγονὼς τετταράκοντα, περὶ φιλοσοφίας καὶ φιλοσόφων ἀνδρῶν τοῖς ἰδιώταις ἐπίστευσε καὶ κατὰ τὰ ὑπʼ ἐκείνων λεγόμενα ἐποιεῖτο τὴν αἵρεσιν τῶν κρειττόνων ἀξιῶν· οὐ γὰρ ἂν πιστεύσαιμί σοι τοιαῦτα λέγοντι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="18"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">ἀλλʼ οἶσθα, ὦ Λυκῖνε, οὐχὶ τοῖς ἄλλοις μόνον ἐπίστευον, ἀλλὰ καὶ ἐμαυτῷ· ἑώρων γὰρ αὐτοὺς κοσμίως βαδίζοντας, ἀναβεβλημένους εὐσταλῶς, φροντίζοντας ἀεί, ἀρρενωπούς, ἐν χρῷ κουρίας τοὺς πλείστους, οὐδὲν ἁβρὸν οὐδʼ αὖ πάνυ ἐς τὸ ἀδιάφορον ὑπερεκπῖπτον, ὡς ἔκπληκτον εἶναι καὶ κυνικὸν ἀτεχνῶς, ἀλλʼ ἐπὶ τοῦ μέσου καταστήματος, ὃ δὴ ἄριστον ἅπαντες εἶναι φασιν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἆρʼ οὖν κἀκεῖνα εἶδες ποιοῦντας αὐτούς, ἃ μικρῷ πρόσθεν ἔλεγον αὐτὸς ἑωρακέναι τὸν σὸν διδάσκαλον, ὦ Ἑρμότιμε, πράττοντα; οἷον δανείζοντας καὶ ἀπαιτοῦντας πικρῶς καὶ φιλονείκως πάνυ ἐρίζοντας ἐν ταῖς ξυνουσίαις καὶ τὰ ἄλλα ὅσα ἐπιδείκνυνται; ἢ τούτων ὀλίγον σοι μέλει, ἄχρι ἂν εὐσταλὴς ἡ ἀναβολὴ καὶ <pb n="p.346"/> <milestone unit="Reitz_page" n="757"/> ὁ πώγων βαθὺς καὶ ἐν χρῷ ἡ κουρά; καὶ πρὸς το λοιπὸν ἄρα ἔχωμεν τουτονὶ κανόνα καὶ στάθμην ἀκριβῆ τῶν τοιούτων, ὡς Ἑρμότιμός φησι, καὶ χρὴ ἀπὸ σχημάτων καὶ βαδισμάτων καὶ κουρᾶς διαγιγνώσκειν τοὺς ἀρίστους, ὃς δʼ ἂν μὴ ἔχῃ ταῦτα μηδὲ σκυθρωπὸς ᾖ καὶ φροντιστικὸς τὸ πρόσωπον, ἀποδοκιμαστέος καὶ ἀποβλητέος;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="19"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ἀλλʼ ὅρα μὴ καὶ ταῦτα, ὦ Ἑρμότιμε, παίζεις πρός με πειρώμενος εἰ ἐξαπατώμενος συνίημι. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> διὰ τί τοῦτʼ ἔφησθα; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὅτι, ὦγαθέ, ἀνδριάντων ταύτην ἐξέτασιν λέγεις τὴν ἀπὸ τῶν σχημάτων· παρὰ πολὺ γοῦν ἐκεῖνοι εὐσχημονέστεροι καὶ τὰς ἀναβολὰς κοσμιώτεροι, Φειδίου τινὸς ἢ Ἀλκαμένους ἢ Μύρωνος πρὸς τὸ εὐμορφότατον εἰκάσαντος. εἰ δὲ καὶ ὅτι μάλιστα χρὴ τεκμαίρεσθαι τοῖς τοιούτοις, τί ἂν πάθοι τις, εἰ τυφλὸς ὢν ἐπιθυμοίη φιλοσοφεῖν; τῷ διαγνῷ τὸν τὴν ἀμείνω προαίρεσιν προῃρημένον οὔτε σχῆμα οὔτε βάδισμα ὁρᾶν δυνάμενος; <milestone unit="Reitz_page" n="758"/> </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἀλλʼ ἔμοιγε οὐ πρὸς τυφλοὺς ὁ λόγος, ὦ Λυκῖνε, οὐδέ μοι μέλει τῶν τοιούτων. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἐχρῆν μέν, ὦ χρηστέ, κοινόν τι τὸ γνώρισμα εἶναι τῶν οὕτω μεγάλων καὶ ἅπασι χρησίμων. πλὴν εἰ δοκεῖ, οἱ μὲν ἔξω ἡμῖν φιλοσοφίας μενέτωσαν οἱ τυφλοί, ἐπείπερ μηδὲ ὁρῶσι — καίτοι ἀναγκαῖον ἦν τοῖς τοιούτοις μάλιστα φιλοσοφεῖν, ὡς μὴ πάνυ ἄχθοιντο ἐπὶ τῇ συμφορᾷ —, οἱ δὲ δὴ βλέποντες, κἂν πάνυ ὀξυδερκεῖς ὦσι, τί ἂν δύναιντο συνιδεῖν τῶν τῆς ψυχῆς ἀπό γε τῆς ἔξωθεν ταύτης περιβολῆς; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="20"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ὃ δὲ βούλομαι εἰπεῖν, τοιόνδε ἐστίν, οὐχ ὅτι τῆς γνώμης τῶν ἀνδρῶν ἔρωτι προσῄεις αὐτοῖς καὶ ἠξίους ἀμείνων γίγνεσθαι ἐς τὰ τῆς γνώμης; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> καὶ μάλα. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πῶς οὖν οἷόν τέ σοι ἦν ἀφʼ ὦν ἔφησθα ἐκείνων <pb n="p.347"/> τῶν γνωρισμάτων διορᾶν τὸν ὀρθῶς φιλοσοφοῦντα ἢ μή; οὐ γὰρ φιλεῖ τὰ τοιαῦτα οὕτω διαφαίνεσθαι, ἀλλʼ ἔστιν ἀπόρρητα καὶ ἐν ἀφανεῖ κείμενα, λόγοις καὶ συνουσίαις ἀναδεικνύμενα καὶ ἔργοις τοῖς ὁμοίοις ὀψὲ μόλις. ὁ γοῦν Μῶμος, ἀκήκοας, οἶμαι, ἅτινα ᾐτιάσατο τοῦ Ἡφαίστου, εἰ δὲ μή, ἀλλὰ νῦν ἄκουε· φησὶ γὰρ ὁ μῦθος ἐρίσαι Ἀθηνᾶν καὶ Ποσειδῶνα καὶ Ἥφαιστον εὐτεχνίας <milestone unit="Reitz_page" n="759"/> πέρι, καὶ τὸν μὲν Ποσειδῶ ταῦρον ἀναπλάσαι, τὴν Ἀθηνᾶν δὲ οἰκίαν ἐπινοῆσαι, ὁ Ἥφαιστος δὲ ἄνθρωπον ἄρα συνεστήσατο, καὶ ἐπείπερ ἐπὶ τὸν Μῶμον ἧκον, ὅνπερ δικαστὴν προείλοντο, θεασάμενος ἐκεῖνος ἑκάστου τὸ ἔργον, τῶν μὲν ἄλλων ἅτινα ᾐτιάσατο περιττὸν ἂν εἴη λέγειν, ἐπὶ τοῦ ἀνθρώπου δὲ τοῦτο ἐμέμψατο καὶ τὸν ἀρχιτέκτονα ἐπέπληξε τὸν Ἥφαιστον, διότι μὴ καὶ θυρίδας ἐποίησεν αὐτῷ κατὰ τὸ στέρνον, ὡς ἀναπετασθεισῶν γνώριμα γίγνεσθαι ἅπασιν ἃ βούλεται καὶ ἐπινοεῖ καὶ εἰ ψεύδεται ἢ ἀληθεύει. ἐκεῖνος μὲν οὖν ἅτε ἀμβλυώττων οὕτω περὶ τῶν ἀνθρώπων διενοεῖτο, σὺ δὲ ὑπὲρ τὸν Λυγκέα ἡμῖν δέδορκας καὶ ὁρᾷς τὰ ἔνδον, ὡς ἔοικε, διὰ τοῦ στέρνου καὶ ἀνέῳκταί σοι τὰ πάντα, ὡς εἰδέναι μὴ μόνον ἃ βούλεται καὶ ἃ γιγνώσκει ἕκαστος, ἀλλὰ καὶ πότερος ἀμείνων ἢ χείρων. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>