<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="1"><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p> Ὦ Κρόνε, σὺ γὰρ ἔοικας ἄρχειν τό γε νῦν εἶναι
καὶ σοὶ τέθυται καὶ κεκαλλιέρηται παρ' ἡμῶν, τί
ἂν μάλιστα ἐπὶ τῶν ἱερῶν αἰτήσας λάβοιμι παρὰ
σοῦ;</p></sp><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p>Τοῦτο μὲν αὐτόν σε καλῶς ἔχει ἐσκέφθαι ὅ τι
σοι εὐκτέον,
<note xml:lang="mul" n="6.88.1">εὐκτέον Γ: εὐκταῖον other MSS.</note>
 εἰ μὴ καὶ μάντιν ἅμα ἐθέλεις εἶναι
τὸν ἄρχοντα, εἰδέναι τί σοι ἥδιον αἰτεῖν. ἐγὼ δὲ
τά γε δυνατὰ οὐκ ἀνανεύσω πρὸς τὴν εὐχήν.</p></sp><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p>Ἀλλὰ πάλαι ἔσκεμμαι. ἐρῶ γὰρ τὰ κοινὰ ταυτὶ
καὶ πρόχειρα—πλοῦτον καὶ χρυσὸν πολὺν καὶ
ἀγρῶν
<note xml:lang="mul" n="6.88.2">ἀγρῶν Courier: ἀνδρῶν MSS.</note>
 δεσπότην εἶναι καὶ ἀνδράποδα πολλὰ
κεκτῆσθαι καὶ ἐσθῆτας εὐανθεῖς καὶ μαλακὰς καὶ
ἄργυρον καὶ ἐλέφαντα καὶ τὰ ἄλλα ὁπόσα τίμια.
τούτων οὖν, ὦ ἄριστε Κρόνε, δίδου μοι, ὥς τι καὶ
αὐτὸν ἀπολαῦσαι τῆς σῆς ἀρχῆς μηδὲ ἄμοιρον
εἶναι μόνον αὐτὸν διὰ παντὸς τοῦ βίου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="2"><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p> Ὁρᾷς; οὐ κατ' ἐμὲ τοῦτο ᾔτησας. οὐ γὰρ
ἐμὸν διανέμειν τὰ τοιαῦτα. ὥστε μὴ ἄχθου, εἰ
ἀτυχήσειας αὐτῶν, ἀλλ’ αἴτει παρὰ τοῦ Διός,



<pb n="v.6.p.90"/>

ὁπόταν εἰς ἐκεῖνον ἡ ἀρχὴ περιέλθῃ μετ' ὀλίγον.
ἐγὼ δ’ ἐπὶ ῥητοῖς παραλαμβάνω τὴν δυναστείαν.
ἑπτὰ μὲν ἡμερῶν ἡ πᾶσα βασιλεία, καὶ ἢν ἐκπρόθεσμος
τούτων γένωμαι, ἰδιώτης εὐθύς εἰμι καί
που τοῦ πολλοῦ δήμου εἷς. ἐν αὐταῖς δὲ ταῖς
ἑπτὰ σπουδαῖον μὲν οὐδὲν οὐδὲ ἀγοραῖον διοικήσασθαί
μοι συγκεχώρηται, πίνειν δὲ καὶ μεθύειν
καὶ βοᾶν καὶ παίζειν καὶ κυβεύειν καὶ ἄρχοντας
καθιστάναι
<note xml:lang="mul" n="6.90.1">καθιστάναι Halm: καθιστᾶν F: καθίστασθαι ΓΝ.</note>
 καὶ τοὺς οἰκέτας εὐωχεῖν καὶ γυμνὸν
ᾄδειν καὶ κροτεῖν ὑποτρέμοντα, ἐνίοτε δὲ καὶ ἐς
ὕδωρ ψυχρὸν ἐπὶ κεφαλὴν ὠθεῖσθαι ἀσβόλῳ κεχρισμένον
τὸ πρόσωπον, ταῦτα ἐφεῖταί μοι ποιεῖν. τὰ
μεγάλα δὲ ἐκεῖνα, τὸν πλοῦτον καὶ τὸ χρυσίον, ὁ
Ζεὺς διαδίδωσιν οἷς ἂν ἐθέλῃ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="3"><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p> Ἀλλ' οὐδ’ ἐκεῖνος, ὦ Κρόνε, ῥᾳδίως καὶ
προχείρως. ἐγὼ γ' οὖν ἤδη ἀπηγόρευκα αἰτῶν
μεγάλῃ τῇ φωνῇ, ὁ δ’ οὐκ ἐπαΐει τὸ παράπαν,
ἀλλὰ τὴν αἰγίδα ἐπισείων καὶ τὸν κεραυνὸν ἐπανατεινόμενος
δριμὺ ἐνορῶν ἐκπλήττει τοὺς ἐνοχλοῦντας.
ἢν δέ ποτε καὶ ἐπινεύσῃ τινὶ καὶ πλούσιον
ποιῇ, πολὺ τὸ ἄκριτον ἐνταῦθα, καὶ τοὺς ἀγαθοὺς
ἐνίοτε καὶ συνετοὺς ἀφεὶς ὁ δὲ παμπονήροις τε καὶ
ἀνοήτοις ἀνδράσι περιχεῖ τὸν πλοῦτον, μαστιγίαις
ἢ ἀνδρογύνοις τοῖς πλείστοις αὐτῶν. πλὴν τά γε
σοὶ δυνατὰ ἐθέλω εἰδέναι τίνα ταῦτά ἐστιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="4"><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p> Οὐ μικρὰ ὅλως οὐδὲ παντάπασιν εὐκαταφρόνητα
ὡς πρὸς τὴν δύναμιν ἐξετάζεσθαι τῆς συμπάσης
ἀρχῆς—εἰ μή σοί γε μικρὸν δοκεῖ τὸ νικᾶν κυβεύοντα

<pb n="v.6.p.92"/>

καὶ τοῖς ἄλλοις ἐς τὴν μονάδα κυλιομένου τοῦ
κύβου σοὶ τὴν ἑξάδα ὑπεράνω ἀεὶ φαίνεσθαι.
πολλοὶ γοῦν ἐς κόρον ἀπὸ τοῦ τοιούτου ἐπεσιτίσαντο,
οἷς ἵλεως καὶ φορὸς ὁ κύβος ἐπινεύσει· οἱ
δὲ ἔμπαλιν γυμνοὶ ἐξενήξαντο συντριβέντος αὐτοῖς
τοῦ σκάφους περὶ οὕτω μικρῷ ἕρματι τῷ κύβῳ.
καὶ μὴν καὶ πιεῖν ἐς τὸ ἥδιστον καὶ ᾠδικώτερον
ἄλλου δόξαι ᾆσαι
<note xml:lang="mul" n="6.92.1">ᾆσαι one late MS.: ἅμα other MSS.</note>
 ἐν τῷ συμποσίῳ καὶ διακονουμένων
τοὺς μὲν ἄλλους ἐς τὸ ὕδωρ ἐμπεσεῖν—τοῦτο
γὰρ τοὐπιτίμιον τῆς ἀδεξίου διακονίας—σὲ
δὲ ἀνακηρυχθῆναι καλλίνικον καὶ τἆθλα φέρεσθαι
τὸν ἀλλᾶντα—ὁρᾷς ἡλίκον τὸ ἀγαθόν; ἔτι καὶ
βασιλέα μόνον ἐφ' ἁπάντων γενέσθαι τῷ ἀστραγάλῳ
κρατήσαντα, ὡς μήτε ἐπιταχθείης γελοῖα ἐπιτάγματα
καὶ αὐτὸς ἐπιτάττειν ἔχοις, τῷ μὲν αἰσχρόν
τι περὶ αὑτοῦ ἀναβοῆσαι, τῷ δὲ γυμνὸν ὀρχήσασθαι
καὶ ἀράμενον
<note xml:lang="mul" n="6.92.2">καὶ ἀράμενον N: παράμενον Γ.</note>
 τὴν αὐλητρίδα τρὶς τὴν οἰκίαν περιελθεῖν—πῶς
οὐχὶ καὶ ταῦτα δείγματα μεγαλοδωρίας
τῆς ἐμῆς; εἰ δὲ τὸ μὴ ἀληθῆ μηδὲ βέβαιον
γίγνεσθαι τὴν τοιαύτην βασιλείαν αἰτιάσει, ἄγνωμον
ποιήσεις ὁρῶν αὐτὸν ἐμὲ τὸν ταῦτα διανέμοντα
ὀλιγοχρόνιον τὴν ἀρχὴν ἔχοντα. τούτων δ’ οὖν ἅ
μοι δυνατὰ δοῦναι, τῶν πεττῶν, τοῦ ἄρχειν, τοῦ
ᾄδειν καὶ τῶν ἃ κατηριθμησάμην, θαρρῶν αἴτει,
ὡς ἐμοῦ πρὸς οὐδὲν δεδιξομένου σε τῇ αἰγίδι καὶ
τῷ κεραυνῷ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="5"><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p> Ἀλλ', ὦ Τιτάνων ἄριστε, τῶν μὲν τοιούτων οὐ
δέομαι, σὺ δὲ ἀλλ’ ἐκεῖνό μοι ἀπόκριναι, ὃ μάλιστα
ἐπόθουν εἰδέναι, καί μοι ἢν εἴπῃς αὐτό, ἱκανὴν


<pb n="v.6.p.94"/>

ἔσει τὴν ἀμοιβὴν ἀποδεδωκὼς ἀντὶ τῆς θυσίας,
καὶ πρὸς τὸ λοιπὸν ἀφίημί σοι τὰ χρέα.</p></sp><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p>Ἐρώτα μόνον. ἀποκρινοῦμαι γάρ, ἢν εἰδὼς
τύχω.</p></sp><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p>Τὸ μὲν πρῶτον ἐκεῖνο, εἰ ἀληθῆ ταῦτά ἐστιν
ἃ περὶ σοῦ ἀκούομεν, ὡς κατήσθιες τὰ γεννώμενα
ὑπὸ τῆς Ῥέας, ἐκείνη δὲ ὑφελομένη τὸν Δία
λίθον ὑποβαλλομένη ἀντὶ τοῦ βρέφους ἔδωκέ σοι
καταπιεῖν, ὁ δὲ εἰς ἡλικίαν ἀφικόμενος ἐξήλασέ σε
τῆς ἀρχῆς πολέμῳ κρατήσας, εἶτα ἐς τὸν Τάρταρον
φέρων ἐνέβαλε πεδήσας αὐτόν τε καὶ τὸ συμμαχικὸν
ἅπαν, ὁπόσον μετὰ σοῦ παρετάττετο.</p></sp><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p>Εἰ μὴ ἑορτήν, ὦ οὗτος, ἤγομεν καὶ μεθύειν
ἐφεῖτο καὶ λοιδορεῖσθαι
<note xml:lang="mul" n="6.94.1">λοιδορεῖσθαι N: δωρεῖσθαι Γ.</note>
 τοῖς δεσπόταις ἐπ'
ἐξουσίας, ἔγνως ἂν ὡς ὀργίζεσθαι γοῦν ἐφεῖταί
μοι, τοιαῦτα ἐρωτήσας, οὐκ αἰδεσθεὶς πολιὸν
οὕτω καὶ πρεσβύτην θεόν.</p></sp><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p>Κἀγὼ ταῦτα, ὦ Κρόνε, οὐ παρ' ἐμαυτοῦ φημι,
ἀλλ’ Ἡσίοδος καὶ Ὅμηρος, ὀκνῶ γὰρ λέγειν ὅτι
καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι σχεδὸν ταῦτα
πεπιστεύκασι περὶ σοῦ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="6"><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p> Οἴει γὰρ τὸν ποιμένα ἐκεῖνον, τὸν ἀλαζόνα,
ὑγιές τι περὶ ἐμοῦ εἰδέναι; σκόπει δὲ οὕτως.


<pb n="v.6.p.96"/>

ἔσθ' ὅστις ἄνθρωπος (οὐ γὰρ θεὸν ἐρῶ) ὑπομείνειεν
ἂν ἑκὼν αὐτὸς καταφαγεῖν τὰ τέκνα, εἰ
<note xml:lang="mul" n="6.96.1">εἰ μή τις Θ. ἦν ἀσεβεῖ ἀδελφῷ περιπεσὼν ἤσθιε καὶ τοῦτο γ' ἂν εἴη X B: εἰ . . . ἦν ἀσεβεῖ περιπεσὼν κἂν τοῦτό γ' ἂν εἴη N. εἰ . . . ἦν ἀσεβείᾳ ἀδελφῷ (ἀδελφῶν Α Ω) περιπεσὼν εἴσθιε καὶ τοῦτο μανείη ΓΑΩ: H. ὢν Jacobitz: καὶ εἰ Mras.</note>
 μή
τις Θυέστης ὢν ἀσεβεῖ ἀδελφῷ περιπεσὼν ἤσθιε;
καὶ εἰ τοῦτο μανείη, πῶς ἀγνοήσει λίθον ἀντὶ
βρέφους ἐσθίων, εἰ μὴ ἀνάλγητος εἴη τοὺς ὀδόντας;
ἀλλ’ οὔτε ἐπολεμήσαμεν οὔτε ὁ Ζεὺς βίᾳ τὴν
ἀρχὴν, ἑκόντος δέ μου παραδόντος αὐτῷ καὶ
ὑπεκστάντος, ἄρχει.
<note xml:lang="mul" n="6.96.2">τὴν ἀρχὴν . . . ἄρχει Γ: τὴν ἀρχὴν ἀφείλετο . . . ἄρχειν N.</note>
 ὅτι μὲν γὰρ οὔτε πεπέδημαι
οὔτε ἐν τῷ Ταρτάρῳ εἰμί, καὶ αὐτὸς ὁρᾷς οἶμαι εἰ
μὴ τυφλὸς ὥσπερ Ὅμηρος εἶ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="7"><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p> Τί παθὼν δέ, ὦ Κρόνε, ἀφῆκας τὴν ἀρχήν;</p></sp><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p>Ἐγώ σοι φράσω. τὸ μὲν ὅλον, γέρων ἤδη καὶ
ποδαγρὸς ὑπὸ τοῦ χρόνου ὤν. διὸ καὶ πεπεδῆσθαί
με οἱ πολλοὶ εἴκασαν. οὐ γὰρ ἠδυνάμην διαρκεῖν
πρὸς οὕτω πολλὴν τὴν ἀδικίαν τῶν νῦν, ἀλλ’ ἀεὶ
ἀναθεῖν ἔδει ἄνω καὶ κάτω τὸν κεραυνὸν διηρμένον
τοὺς ἐπιόρκους ἢ ἱεροσύλους ἢ βιαίους καταφλέγοντα,
καὶ τὸ πρᾶγμα πάνυ ἐργῶδες ἦν καὶ
νεανικόν. ἐξέστην οὖν εὖ ποιῶν τῷ Διί. καὶ
ἄλλως δὲ καλῶς ἔχειν ἐδόκει μοι διανείμαντα τοῖς
παισὶν οὖσι τὴν ἀρχὴν αὐτὸν εὐωχεῖσθαι τὰ
πολλὰ ἐφ' ἡσυχίας οὔτε τοῖς εὐχομένοις χρηματίζοντα
οὔτε ὑπὸ τῶν τἀναντία αἰτούντων ἐνοχλούμενον
οὔτε βροντῶντα ἢ ἀστράπτοντα ἢ χάλαζαν


<pb n="v.6.p.98"/>

ἐνίοτε βάλλειν ἀναγκαζόμενον· ἀλλὰ πρεσβυτικόν
τινα τοῦτον ἥδιστον βίον διάγω ζωρότερον πίνων
τὸ νέκταρ, τῷ Ἰαπετῷ καὶ τοῖς ἄλλοις τοῖς
ἡλικιώταις προσμυθολογῶν· ὁ δὲ ἄρχει μυρία
ἔχων πράγματα. πλὴν ὀλίγας ταύτας ἡμέρας ἐφ'
οἷς εἶπον ὑπεξελέσθαι μοι ἔδοξε καὶ ἀναλαμβάνω
τὴν ἀρχήν, ὡς ὑπομνήσαιμι τοὺς ἀνθρώπους οἷος
ἦν ὁ ἐπ' ἐμοῦ βίος, ὁπότε ἄσπορα καὶ ἀνήροτα
πάντα ἐφύετο αὐτοῖς, οὐ στάχυες, ἀλλ’ ἕτοιμος
ἄρτος καὶ κρέα ἐσκευασμένα, καὶ ὁ οἶνος ἔρρει
ποταμηδὸν καὶ πηγαὶ μέλιτος καὶ γάλακτος·
ἀγαθοὶ γὰρ ἦσαν καὶ χρυσοῖ ἅπαντες. αὕτη μοι
ἡ αἰτία τῆς ὀλιγοχρονίου ταύτης δυναστείας, καὶ
διὰ τοῦτο ἁπανταχοῦ κρότος καὶ ᾠδὴ καὶ παιδιὰ
καὶ ἰσοτιμία πᾶσι καὶ δούλοις καὶ ἐλευθέροις.
οὐδεὶς γὰρ ἐπ' ἐμοῦ δοῦλος ἦν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="8"><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p> Ἐγὼ δέ, ὦ Κρόνε, καὶ τοῦτο εἴκαζον τὸ
<note xml:lang="mul" n="6.98.1">τὸ add Jacobitz.</note>
 εἰς
τοὺς δούλους καὶ πεδότριβας
<note xml:lang="mul" n="6.98.2">πεδότριβας two late MSS.: παιδοτρίβας other MSS.</note>
 φιλάνθρωπον ἐκ
τοῦ μυθου ἐκείνου ποιεῖν σε τιμῶντα τοὺς τὰ
ὅμοια πάσχοντας, ἅτε καὶ αὐτὸν δουλεύοντα,
μεμνημένον τῆς πέδης.</p></sp><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p>Οὐ παύσῃ γὰρ τοιαῦτα ληρῶν;</p></sp><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p>Εὖ λέγεις, καὶ παύσομαι. πλὴν ἔτι μοι κα
τοῦτο ἀπόκριναι. τὸ πεττεύειν σύνηθες ἦν τοῖς
ἐπὶ σοῦ ἀνθρώποις;</p></sp><pb n="v.6.p.100"/><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p>Καὶ μάλα, οὐ μὴν περὶ ταλάντων γε καὶ μυριάδων
ὥσπερ ὑμῖν, ἀλλὰ περὶ καρύων τὸ μέγιστον, ὡς
μὴ ἀνιᾶσθαι ἡττηθέντα μηδὲ δακρύειν ἀεὶ ἄσιτον
ὄντα μόνον τῶν ἄλλων.</p></sp><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p>Εὖ γε ἐκεῖνοι ποιοῦντες. ὑπὲρ τίνος γὰρ ἂν
καὶ ἐπέττευον αὐτοὶ ὁλόχρυσοι ὄντες; ὡς ἔγωγε
καὶ μεταξὺ λέγοντός σου τοιόνδε τι ἐνενόησα· εἴ
τις ἕνα τῶν ἀνδρῶν ἐκείνων τῶν χρυσηλάτων ἐς
τὸν ἡμέτερον τοῦτον βίον ἀγαγὼν ἔδειξε τοῖς
πολλοῖς, οἷα ἔπαθεν ἂν ὁ
<note xml:lang="mul" n="6.100.1">ὁ add. Jacobitz.</note>
 ἄθλιος ὑπ' αὐτῶν;
διεσπάσαντο γὰρ ἂν αὐτὸν εὖ οἶδ’ ὅτι ἐπιδραμόντες
ὥσπερ τὸν Πενθέα αἱ Μαινάδες ἢ αἱ Θρᾷτται τὸν
Ὀρφέα ἢ τὸν Ἀκταίωνα αἱ κύνες, περὶ τοῦ
μεῖζον ἀπενέγκασθαι τὸ μέρος πρὸς ἀλλήλους
ἕκαστος ἁμιλλώμενοι, οἵ γε οὐδὲ ἑορτάζοντες ἔξω
τοῦ φιλοκερδοῦς εἰσιν, ἀλλὰ πρόσοδον οἱ πολλοὶ
πεποίηνται τὴν ἑορτήν. εἶτα οἱ μὲν ἀπέρχονται
λῃστεύοντες ἐν τῷ συμποσίῳ τοὺς φίλους, οἱ δέ
σοί τε λοιδοροῦνται, οὐδὲν δέον, καὶ τοὺς κύβους
<note xml:lang="mul" n="6.100.2">κυβέρνους.</note>

συντρίβουσιν ἀναιτίους ὄντας αὐτοῖς ὧν ἑκόντες
 ποιοῦσιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="9"><sp><p>ἀτὰρ εἰπέ μοι καὶ τόδε· τί δή ποτε
ἁβρὸς οὕτω θεὸς ὢν καὶ γέρων ἐπιλεξάμενος τὸ
ἀτερπέστατον, ὁπότε ἡ χιὼν ἐπέχει τὰ πάντα καὶ
ὁ βορρᾶς πολὺς καὶ οὐδὲν ὅ τι οὐ πέπηγεν ὑπὸ τοῦ
κρύους καὶ τὰ δένδρα ξηρὰ καὶ γυμνὰ καὶ ἄφυλλα
καὶ οἱ λειμῶνες ἄμορφοι καὶ ἀπηνθηκότες καὶ οἱ
ἄνθρωποι ἐπικεκυφότες ὥσπερ οἱ πάνυ γεγηρακότες,
ἀμφὶ τὴν κάμινον οἱ πολλοί, τηνικαῦτα

<pb n="v.6.p.102"/>

ἑορτάζεις; οὐ γὰρ πρεσβυτικός γε ὁ καιρὸς οὐδὲ
ἐπιτήδειος τοῖς τρυφῶσι.</p></sp><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p>Πολλά με ἀνακρίνεις, ὦ οὗτος, ἤδη πίνειν δέον.
παρῄρησαι γοῦν μου χρόνον τῆς ἑορτῆς οὐκ ὀλίγον
οὐ πάνυ ἀναγκαῖά μοι ταῦτα προσφιλοσοφῶν.
ὥστε νῦν μὲν ἄφες αὐτά. εὐωχώμεθα δὲ ἤδη καὶ
κροτῶμεν καὶ ἐπὶ τῇ ἐλευθερίᾳ ἤδη ζῶμεν, εἶτα
πεττεύωμεν ἐς τὸ ἀρχαῖον ἐπὶ καρύων καὶ βασιλέας
χειροτονῶμεν καὶ πειθαρχῶμεν αὐτοῖς. οὕτω γὰρ
ἂν τὴν παροιμίαν ἐπαληθεύσαιμι, ἥ φησι παλίμπαιδας
τοὺς γέροντας γίγνεσθαι.</p></sp><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p>Ἀλλὰ μὴ δύναιτο διψῶν πιεῖν, ὦ Κρόνε, ὅτῳ
μὴ ταῦτα ἃ λέγεις ἡδέα. ὥστε πίνωμεν. ἱκανὰ
γὰρ ἀποκέκρισαι καὶ τὰ πρῶτα. καί μοι δοκῶ
γραψάμενος εἰς βιβλίον ταύτην ἡμῶν τὴν συνουσίαν
ἅ τε αὐτὸς ἠρώτησα καὶ σὺ πρὸς ταῦτα
ἵλεως ἀπεκρίνω παρέξειν ἀναγνῶναι τῶν φίλων,
ὅσοι γ' ἐπακοῦσαι τῶν σῶν λόγων ἄξιοι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="10"><head>ΚΡΟΝΟΣΟΛΩΝ</head><p> Τάδε λέγει Κρονοσόλων ἱερεὺς καὶ προφήτης
τοῦ Κρόνου καὶ νομοθέτης τῶν ἀμφὶ τὴν ἑορτήν.
<milestone unit="para"/>Ἃ μὲν τοὺς πένητας χρὴ ποιεῖν, αὐτοῖς ἐκείνοις
ἔπεμψα ἄλλο βιβλίον, ἐγγράψας, καὶ εὖ οἶδ’ ὅτι
ἐμμενοῦσι κἀκεῖνοι τοῖς νόμοις, ἢ αὐτίκα ἔνοχοι
ἔσονται τοῖς ἐπιτιμίοις, ἃ κατὰ τῶν ἀπειθούντων
μεγάλα ὥρισται.

<pb n="v.6.p.104"/>
<milestone unit="para"/>Ὑμεῖς δέ, ὦ πλούσιοι, ὁρᾶτε πῶς μὴ παρανομήσητε
μηδὲ παρακούσητε τῶνδε τῶν προσταγμάτων.
ὡς ὅστις ἂν οὕτω μὴ ποιήσῃ, ἴστω οὗτος
οὐκ ἐμοῦ νομοθέτου ἀμελήσων ἀλλ’ εἰς τὸν
Κρόνον αὐτόν, ὅς με προείλετο νομοθετῆσαι ἐς
τὴν ἑορτὴν οὐκ ὄναρ ἐπιστάς, ἀλλὰ πρῴην ἐγρηγορότι
ἐναργὴς συγγενόμενος. ἦν δὲ οὐ πεδήτης
οὐδὲ αὐχμοῦ πλέως, οἷον αὐτὸν οἱ ζωγράφοι παρὰ
τῶν λήρων τῶν ποιητῶν παραδεξάμενοι ἐπιδείκνυνται,
ἀλλὰ τὴν μὲν ἅρπην εἶχεν πάνυ τεθηγμένην.
τὰ δ’ ἄλλα φαιδρός τε ἦν καὶ καρτερὸς καὶ
βασιλικῶς ἐνεσκεύαστο. μορφὴν μὲν τοιόσδε ὤφθη
μοι, ἃ δὲ εἶπε, πάνυ θεσπέσια καὶ ταῦτα, προειρῆσθαι
ὑμῖν ἄξια.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="11"><p> Ἰδὼν γάρ με σκυθρωπόν, ἐπὶ συννοίας βαδίζοντα,
ὥσπερ εἰκὸς ἦν θεόν, ἔγνω αὐτίκα τὴν αἰτίαν
τῆς λύπης τίς ἐστί μοι, καὶ ὡς τὴν πενίαν
δυσχεραίνοιμι οὐ κατὰ τὴν ὥραν μονοχίτων·
καὶ γὰρ κρύος καὶ βορρᾶς πολὺς καὶ κρύσταλλοι
καὶ χιών· ἐγὼ δὲ ἥκιστα ἐπεφράγμην πρὸς αὐτά·
ἀλλ’ ὅτι καὶ τῆς ἑορτῆς πάνυ πλησιαζούσης
ἑώρων τοὺς μὲν ἄλλους παρασκευαζομένους ὅπως
θύσωσι καὶ εὐωχήσωνται, ἐμαυτῷ δὲ οὐ πάνυ
ἑορτάσιμα ὄντα. καὶ δὴ προσελθὼν ὄπισθε καὶ
τοῦ ὠτός μου λαβόμενος καὶ διασείσας, ὥσπερ
μοι προσπελάζειν
<note xml:lang="mul" n="6.104.1">προσπελάζειν Guyet: προσεικάζειν MSS.</note>
 εἴωθε, Τί ταῦτα, ἔφη, ὦ
Κρονοσόλων, ἀνιωμένῳ ἔοικας; Οὐ γὰρ ἄξιον,
ἔφην, ὦ δέσποτα, ὅταν καταράτους μὲν καὶ
μιαροὺς ἀνθρώπους ὑπερπλουτοῦντας καὶ μόνους
τρυφῶντας ὁρῶν, αὐτὸς δὲ καὶ ἄλλοι συχνοὶ τῶν
πεπαιδευμένων ἀπορίᾳ καὶ ἀμηχανίᾳ σύνεσμεν;
ἀλλ’ οὐδὲ σύ, ὦ δέσποτα, θέλεις παῦσαι ταῦτα καὶ

<pb n="v.6.p.106"/>

μετακοσμῆσαι πρὸς τὸ ἰσόμοιρον. Τὰ μὲν ἄλλα,
ἔφη, οὐ ῥάδιον ἀλλάττειν ὁπόσα ἐκ Κλωθοῦς καὶ
τῶν ἄλλων Μοιρῶν πάσχετε, ἃ δέ ἐστι τῆς ἑορτῆς,
ἐπανορθώσομαι ὑμῖν τὴν πενίαν. ἡ δὲ ἐπανόρθωσις
ἥδε ἔστω· ἴθι, ὦ Κρονοσόλων, καὶ γράψον μοι
νόμους τινάς, ἃ χρὴ πράττειν ἐν τῇ ἑορτῇ, ὡς μὴ
καθ' αὑτοὺς οἱ πλούσιοι ἑορτάζοιεν, κοινωνοῖεν
δὲ ὑμῖν τῶν ἀγαθῶν. Ἀλλ' οὐκ οἶδα, ἔφην.
 Ἐγώ, ἦ δ’ ὅς, διδάξομαί σε· κᾆτα ἀρξάμενος ἐδίδασκεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="12"><p>
εἶτα ἐπειδὴ πάντα ἠπιστάμήν, Καὶ εἰπὲ
αὐτοῖς, ἔφη, ὅτι ἢν μὴ τοῦτο ποιῶσι, μὴ
<note xml:lang="mul" n="6.106.1">μὴ add. Solanus.</note>
 μάτην
ἐγὼ τὴν ἅρπην ταύτην ὀξεῖαν περιφέρω, ἢ γελοῖος
ἂν εἴην τὸν μὲν πατέρα ἐκτομίαν πεποιηκὼς τὸν
Οὐρανόν, τοὺς δὲ πλουσίους μὴ εὐνουχίζων, ὁπόσοι
ἂν παρανομήσωσιν, ὡς ἀγείροιεν τῇ μητρὶ σὺν
αὐλοῖς καὶ τυμπάνοις βάκηλοι γενόμενοι. ταῦτα
ἠπείλησεν. ὥστε καλῶς ἔχει ὑμῖν μὴ παραβαίνειν
τοὺς θεσμούς.</p><p>1. ΝΟΜΟΙ ΠΡΩΤΟΙ</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="13"><p> Μηδένα μηδὲν μήτε ἀγοραῖον μήτε ἴδιον πράττειν
ἐντὸς τῆς ἑορτῆς ἢ ὅσα ἐς παιδιὰν καὶ τρυφὴν
καὶ θυμηδίαν· ὀψοποιοὶ μόνοι καὶ πεμματουργοὶ
ἐνεργοὶ ἔστωσαν.
<milestone unit="para"/>Ἰσοτιμία πᾶσιν ἔστω καὶ δούλοις καὶ ἐλευθέροις
καὶ πένησι καὶ πλουσίοις.
<milestone unit="para"/>Ὀργίζεσθαι ἢ ἀγανακτεῖν ἢ ἀπειλεῖν μηδενὶ
ἐξέστω.
<milestone unit="para"/>Λογισμοὺς παρὰ τῶν ἐπιμελουμένων Κρονίοις
λαμβάνειν μηδὲ τοῦτο ἐξέστω.

<pb n="v.6.p.108"/>
<milestone unit="para"/>Μηδεὶς τὸν ἄργυρον ἢ τὴν ἐσθῆτα ἐξεταζέτω
μηδὲ ἀναγραφέτω ἐν τῇ ἑορτῇ μηδὲ γυμναζέσθω
Κρονίοις μηδὲ λόγους ἀσκεῖν ἢ ἐπιδείκνυσθαι,
πλὴν εἴ τινες ἀστεῖοι καὶ φαιδροὶ σκῶμμα καὶ
παιδιὰν ἐμφαίνοντες.</p><p>2. ΝΟΜΟΙ ΔΕΥΤΕΡΟΙ</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="14"><p> Πρὸ πολλοῦ τῆς ἑορτῆς οἱ πλούσιοι γραφόντων
μὲν ἐς πινάκιον ἑκάστου τῶν φίλων τοὔνομα,
ἐχόντων δὲ καὶ ἀργύριον ἕτοιμον ὅσον τῶν κατ'
ἔτος προσιόντων τὸ δέκατον καὶ ἐσθῆτα τῆς οὔσης
τὴν περιττὴν καὶ ὅση παχυτέρα ἢ κατ' αὐτοὺς
κατασκευή, καὶ τῶν ἀργυρῶν οὐκ ὀλίγα. ταῦτα
μὲν πρόχειρα ἔστω.
<milestone unit="para"/>Τῇ δὲ πρὸ τῆς ἑορτῆς καθάρσιον μέν τι περιφερέσθω
καὶ ὑπ' αὐτῶν ἐξελαυνέσθω ἐκ τῆς οἰκίας
μικρολογία καὶ φιλαργυρία καὶ φιλοκερδία καὶ ὅσα
τοιαῦτα ἄλλα σύνοικα τοῖς πλείστοις αὐτῶν.
<milestone unit="para"/>Ἐπειδὰν δὲ καθαρὰν τὴν οἰκίαν ἐξεργάσωνται,
θυόντων Διὶ πλουτοδότῃ καὶ Ἑρμῇ δώτορι καὶ
Ἀπόλλωνι μεγαλοδώρῳ.
<milestone unit="para"/>Εἶτα περὶ δείλην ὀψίαν ἀναγινωσκέσθω μὲν
 σφίσι τὸ φιλικὸν ἐκεῖνο πινάκιον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="15"><p>κατανείμαντες
δὲ αὐτοὶ κατ' ἀξίαν ἑκάστῳ πρὶν ἥλιον δῦναι
πεμπόντων τοῖς φίλοις. οἱ δὲ ἀποκομίζοντες μὴ
πλείους τριῶν ἢ τεττάρων, οἱ πιστότατοι τῶν
οἰκετῶν, ἤδη πρεσβῦται. ἐγγραψάσθω δὲ ἐς γραμμάτιον
ὅ τι τὸ πεμπόμενον καὶ ὅσον, ὡς μὴ
ἀμφότεροι ὑποπτεύοιεν τοὺς διακομίζοντας. αὐτοὶ
δὲ οἱ οἰκέται μίαν κύλικα ἕκαστος πιόντες ἀποτρεχόντων,
ἀπαιτούντων δὲ μηδὲν πλέον. Τοῖς πεπαιδευμένοις

<pb n="v.6.p.110"/>

διπλάσια πάντα πεμπέσθω· ἄξιον γὰρ
διμοιρίτας εἶναι. τὰ δὲ ἐπὶ τοῖς δώροις λεγόμενα
ὡς μετριώτατα καὶ ὀλίγιστα ἔστω. ἐπαχθὲς
δὲ μηδεὶς μηδὲν συνεπιστελλέτω μηδὲ ἐπαινείτω
τὰ πεμπόμενα.
<milestone unit="para"/>Πλούσιος πλουσίῳ μηδὲν πεμπέτω μηδὲ ἑστιάτω
Κρονίοις ὁ πλούσιος τὸν ἰσότιμον. τῶν εἰς τὸ
πεμφθῆναι προχειρισθέντων φυλασσέσθω μηδὲν
μηδὲ μετάνοια εἰσίτω ἐπὶ τῇ δωρεᾷ.
<milestone unit="para"/>Εἴ τις πέρυσιν ἀποδημῶν δι’ αὐτὸ ἄμοιρος
κατέστη, ἀπολαμβανέτω κἀκεῖνα.
<milestone unit="para"/>Διαλυόντων δὲ οἱ πλούσιοι καὶ χρέα ὑπὲρ τῶν
φίλων τῶν πενήτων καὶ τὸ ἐνοίκιον, οἵτινες ἂν
καὶ τοῦτο ὀφείλοντες καταβαλεῖν μὴ ἔχωσι. καὶ
ὅλως, πρὸ πολλοῦ μελέτω αὐτοῖς εἰδέναι ὅτου
μάλιστα δέονται.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="16"><p> Ἀπέστω δὲ καὶ τῶν λαμβανόντων μεμψιμοιρία,
καὶ τὸ πεμφθὲν ὁποῖον ἂν ᾖ, μέγα δοκείτω. οἴνου
ἀμφορεὺς ἢ λαγὼς ἢ ὄρνις παχεῖα Κρονίων δῶρον
μὴ δοκείτω, μηδὲ τὰς Κρονικὰς δωρεὰς εἰς γέλωτα
φερέτωσαν.
<milestone unit="para"/>Ἀντιπεμπέτω δὲ ὁ πένης τῷ πλουσίῳ ὁ μὲν
πεπαιδευμένος βιβλίον τῶν παλαιῶν, εἴ τι εὔφημον
καὶ συμποτικόν, ἢ αὐτοῦ σύγγραμμα ὁποῖον ἂν
δύνηται, καὶ τοῦτο λαμβανέτω ὁ πλούσιος πάνυ
φαιδρῷ τῷ προσώπῳ καὶ λαβὼν ἀναγινωσκέτω
εὐθύς. Ἢν δὲ ἀπωθῆται ἢ ἀπορρίψῃ, ἴστω τῇ τῆς
ἅρπης ἀπειλῇ ἔνοχος ὤν, κἂν πέμψῃ ὅσα ἐχρῆν.
οἱ δὲ ἄλλοι οἱ μὲν στεφάνους, οἱ δὲ λιβανωτοῦ
χόνδρους πεμπόντων.
<milestone unit="para"/>Ἢν δὲ πένης ἐσθῆτα ἢ ἄργυρον ἢ χρυσὸν παρὰ
τὴν δύναμιν πέμψῃ πλουσίῳ, τὸ μὲν πεμφθὲν ἔστω

<pb n="v.6.p.112"/>

δημόσιον καὶ καταπραθὲν ἐμβαλλέσθω εἰς τὸν
θησαυρὸν τοῦ Κρόνου, ὁ δὲ πένης ἐς τὴν ὑστεραίαν
πληγὰς παρὰ τοῦ πλουσίου λαμβανέτω τῷ νάρθηκι
εἰς τὰς χεῖρας οὐκ ἐλάττους διακοσίων καὶ πεντήκοντα.</p><p>3. ΝΟΜΟΙ ΣΥΜΠΟΤΙΚΟΙ</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="17"><p> Λούεσθαι μὲν ὁπόταν τὸ στοιχεῖον ἑξάπουν ᾖ,
τὰ δὲ πρὸ τοῦ λουτροῦ κάρυα καὶ πεσσοὶ ἔστωσαν.
<milestone unit="para"/>Κατακείσθω ὅπου ἂν τύχῃ ἕκαστος. ἀξίωμα
ἢ γένος ἢ πλοῦτος ὀλίγον συντελείτω ἐς προνομήν.
<milestone unit="para"/>Οἴνου τοῦ αὐτοῦ πίνειν ἅπαντας, μηδ’ ἔστω
πρόφασις τῷ πλουσίῳ ἢ στομάχου ἢ κεφαλῆς
ὀδύνη, ὡς μόνον δι’ αὐτὴν πίνειν τοῦ κρείττονος.
<milestone unit="para"/>Μοῖρα κρεῶν κατ'
<note xml:lang="mul" n="6.112.1">κατ' Schaefer: καὶ Γ: om. N.</note>
 ἴσον ἅπασιν. οἱ διάκονοι
πρὸς χάριν μηδενὶ μηδέν, ἀλλὰ μηδὲ βραδυνέτωσαν
μηδὲ παραπεμπέσθωσαν ἔστ' ἂν αὐτοῖς δοκῇ,
ὁπόσα χρὴ ἀποφέρειν. μηδὲ τῷ μὲν μεγάλα, τῷ
δὲ κομιδῇ μικρὰ παρατιθέσθω, μηδὲ τῷ μὲν ὁ
μηρός, τῷ δὲ ἡ γνάθος συός, ἀλλ’ ἰσότης ἐπὶ
πᾶσιν.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="18"><p> Ὁ οἰνοχόος ὀξὺ δεδορκέτω ἐκ περιωπῆς ἐς
ἕκαστον, καὶ ἔλαττον ἐς τὸν δεσπότην, καὶ ἐπ'
ὀξύτερον ἀκουέτω, καὶ κύλικες παντοῖαι. καὶ
ἐξέστω παρέχειν, ἤν τις ἐθέλῃ, φιλοτησίαν.
πάντες πᾶσι προπινέτωσαν, ἢν ἐθέλωσι, προπιόντος
τοῦ πλουσίου. μὴ ἐπάναγκες ἔστω πίνειν, ἤν τις
μὴ δύνηται.
<milestone unit="para"/>Ἐς τὸ συμπόσιον μήτε ὀρχηστὴν μήτε κιθαριστὴν


<pb n="v.6.p.114"/>

αὐτοὺς ἄγειν ἄρτι μανθάνοντα
<note xml:lang="mul" n="6.114.1">L. A. Post proposes <add>ἀλλ’</add> ἄρτι μανθάνοντα.</note>
 ἐξέστω, ἤν τις
ἐθέλῃ.
<milestone unit="para"/>Σκώμματος μέτρον ἔστω τὸ ἄλυπον ἐπὶ πᾶσιν.
<milestone unit="para"/>Πεττευέτωσαν ἐπὶ καρύων. ἤν τις ἐπ' ἀργυρίῳ
πεττεύσῃ, ἄσιτος ἐς τὴν ὑστεραίαν ἔστω.
<milestone unit="para"/>Καὶ μενέτω καὶ ἀπίτω ἕκαστος, ὁπόταν βούληται.
<milestone unit="para"/>Ἐπὰν δὲ τοὺς οἰκέτας ὁ πλούσιος εὐωχῇ, διακονούντων
καὶ οἱ φίλοι σὺν αὐτῷ.
<milestone unit="para"/>Τοὺς νόμους τούτους ἕκαστον τῶν πλουσίων
ἐγγράψαντα ἐς χαλκῆν στήλην ἔχειν ἐν μεσαιτάτῳ
τῆς αὐλῆς, καὶ ἀναγινωσκέτω. δεῖ δὲ εἰδέναι ὅτι
ἔστ' ἂν αὕτη ἡ στήλη μένῃ, οὔτε λιμὸς οὔτε
λοιμὸς οὔτε πυρκαϊὰ οὔτε ἄλλο χαλεπὸν οὐδὲν
εἴσεισιν εἰς τὴν οἰκίαν αὐτοῖς. ἢν δέ ποτε—ὅπερ
μὴ γένοιτο—καθαιρεθῇ, ἀποτρόπαιον οἷα πείσονται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="19"><head>ΕΠΙΣΤΟΛΑΙ ΚΡΟΝΙΚΑΙ</head><head>1. ΕΓΩ ΚΡΟΝΩΙ ΧΑΙΡΕΙΝ</head><p> Ἐγεγράφειν μὲν ἤδη σοι καὶ πρότερον δηλῶν ἐν
οἷς εἴην καὶ ὡς ὑπὸ πενίας κινδυνεύοιμι μόνος
ἄμοιρος εἶναι τῆς ἑορτῆς, ἣν ἐπήγγελκας, ἔτι καὶ
τοῦτο προσθεὶς—μέμνημαι γάρ—ἀλογώτατον εἶναι
τοὺς μὲν ἡμῶν ὑπερπλουτεῖν καὶ τρυφᾶν οὐ
κοινωνοῦντας ὧν ἔχουσι τοῖς πενεστέροις, τοὺς δὲ
λιμῷ διαφθείρεσθαι, καὶ ταῦτα Κρονίων ἐνεστώτων.
ἐπεὶ δέ μοι τότε οὐδὲν ἀντεπέστειλας, ἡγησάμην
δεῖν αὖθις ἀναμνῆσαί σε τῶν αὐτῶν. ἐχρῆν γάρ
σε, ὦ ἄριστε Κρόνε, τὸ ἄνισον τοῦτο ἀφελόντα καὶ
τὰ ἀγαθὰ ἐς τὸ μέσον ἅπασι καταθέντα ἔπειτα


<pb n="v.6.p.116"/>

κελεύειν ἑορτάζειν. ὡς δὲ νῦν ἔχομεν, μύρμηξ ἢ
κάμηλος, ὡς ἡ παροιμία φησί. μᾶλλον δὲ τραγικὸν
ὑποκριτὴν ἐννόησον θατέρῳ μὲν τοῖν ποδοῖν ἐφ'
ὑψηλοῦ βεβηκότα, οἷοί εἰσι τραγικοὶ ἐμβάται, ὁ δ’
ἕτερος ἀνυπόδητος ἔστω. εἰ τοίνυν βαδίζοι οὕτως
ἔχων, ὁρᾷς ὅτι ἀναγκαῖον αὐτῷ ἄρτι μὲν ὑψηλῷ,
ἄρτι δὲ ταπεινῷ γενέσθαι, καθ' ὁπότερον ἂν πόδα
προβαίνῃ. τοσοῦτον κἀν τῷ βίῳ ἡμῶν τὸ ἄνισον·
καὶ οἱ μὲν ὑποδησάμενοι ἐμβάτας τῆς τύχης
χορηγούσης ἐντραγῳδοῦσιν ἡμῖν, οἱ πολλοὶ δὲ
πεζῇ καὶ χαμαὶ βαδίζομεν δυνάμενοι ἄν, εὖ ἴσθι,
μὴ χεῖρον αὐτῶν ὑποκρίνεσθαι καὶ διαβαίνειν, εἴ
τις καὶ ἡμᾶς ἐνεσκεύασε παραπλησίως ἐκείνοις.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="20"><p> Καίτοι ἀκούω τῶν ποιητῶν λεγόντων ὡς τὸ
παλαιὸν οὐ τοιαῦτα ἦν τοῖς ἀνθρώποις τὰ πράγματα
σοῦ ἔτι μοναρχοῦντος, ἀλλ’ ἡ μὲν γῆ ἄσπορος
καὶ ἀνήροτος ἔφυεν αὐτοῖς τὰ ἀγαθά, δεῖπνον
ἕτοιμον ἑκάστῳ ἐς κόρον, ποταμοὶ δὲ οἱ μὲν
οἶνον, οἱ δὲ γάλα, εἰσὶ δὲ οἳ καὶ μέλι ἔρρεον. τὸ
δὲ μέγιστον, αὐτοὺς ἐκείνους φασὶ τοὺς ἀνθρώπους
χρυσοῦς εἶναι, πενίαν δὲ μηδὲ τὸ παράπαν αὐτοῖς
πλησιάζειν. ἡμεῖς δὲ αὐτοὶ μὲν οὐδὲ μόλυβδος ἂν
εἰκότως δοκοίημεν, ἀλλ’ εἴ τι καὶ τούτου ἀτιμότερον,
ἡ τροφὴ δὲ μετὰ πόνων τοῖς πλείστοις, ἡ
πενία δὲ καὶ ἀπορία καὶ ἀμηχανία καὶ τὸ οἴμοι καὶ
τὸ πόθεν ἄν μοι γένοιτο καὶ ὢ τῆς τύχης πολλὰ
τοιαῦτα παρὰ γοῦν ἡμῖν τοῖς πένησι.
<milestone unit="para"/>Καὶ ἧττον ἄν, εὖ ἴσθι, ἠνιώμεθα ἂν ἐπ' αὐτοῖς,
εἰ μὴ τοὺς πλουσίους ἑωρῶμεν τοσαύτῃ εὐδαιμονίᾳ
συνόντας, οἳ τοσοῦτον μὲν χρυσόν, τοσοῦτον δὲ
ἄργυρον ἐγκλεισάμενοι, ἐσθῆτας δὲ ὅσας ἔχοντες,
ἀνδράποδα δὲ καὶ ζεύγη καὶ συνοικίας καὶ ἀγρούς,

<pb n="v.6.p.118"/>

πάμπολλα δὲ ταῦτα ἕκαστα κεκτημένοι οὐχ ὅπως
μετέδοσαν ἡμῖν ποτε αὐτῶν, ἀλλ’ οὐδὲ προσβλέπειν
 τοὺς πολλοὺς ἀξιοῦσι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>