<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2:8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2:8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="8"><sp><speaker>Ἱερεύς</speaker><p rend="align(indent)"> ἐγὼ δέ, ὦ Κρόνε, καὶ τοῦτο εἴκαζον τὸ εἰς τοὺς δούλους καὶ πεδότριβας φιλάνθρωπον ἐκ τοῦ μύθου ἐκείνου ποιεῖν σε τιμῶντα τοὺς τὰ ὅμοια πάσχοντας, ἅτε καὶ αὐτὸν δουλεύοντα, μεμνημένον τῆς πέδης. <milestone unit="Reitz_page" n="391"/> </p></sp><sp><speaker>Κρόνος</speaker><p rend="align(indent)"> οὐ παύσῃ γὰρ τοιαῦτα ληρῶν; </p></sp><sp><speaker>Ἱερεύς</speaker><p rend="align(indent)"> εὖ λέγεις, καὶ παύσομαι· πλὴν ἔτι μοι καὶ τοῦτο ἀπόκριναι. τὸ πεττεύειν σύνηθες ἦν καὶ ἐπὶ σοῦ τοῖς ἀνθρώποις; </p></sp><sp><speaker>Κρόνος</speaker><p rend="align(indent)"> καὶ μάλα, οὐ μὴν περὶ ταλάντων γε καὶ μυριάδων ὥσπερ ὑμῖν, ἀλλὰ περὶ καρύων τὸ μέγιστον, ὡς μὴ ἀνιᾶσθαι ἡττηθέντα μηδὲ δακρύειν ἀεὶ ἄσιτον ὄντα μόνον τῶν ἄλλων. </p></sp><sp><speaker>Ἱερεύς</speaker><p rend="align(indent)"> εὖ γε ἐκεῖνοι ποιοῦντες. ὑπὲρ τίνος γὰρ ἂν καὶ ἐπέττευον αὐτοὶ ὁλόχρυσοι ὄντες; ὡς ἔγωγε καὶ μεταξὺ λέγοντός σου τοιόνδε τι ἐνενόησα· εἴ τις ἕνα τῶν ἀνδρῶν ἐκείνων τῶν χρυσηλάτων ἐς τὸν ἡμέτερον τοῦτον <pb n="p.306"/> βίον ἀγαγὼν ἔδειξε τοῖς πολλοῖς, οἷα ἔπαθεν ἂν ὁ ἄθλιος ὐπʼ αὐτῶν; διεσπάσαντο γὰρ ἂν αὐτὸν εὖ οἶδʼ ὅτι ἐπιδραμόντες ὥσπερ τὸν Πενθέα αἱ Μαινάδες ἢ αἱ Θρᾷτται τὸν Ὀρφέα ἢ τὸν Ἀκταίωνα αϊ κύνες, περὶ τοῦ μεῖζον ἀπενέγκασθαι τὸ μέρος πρὸς ἀλλήλους ἕκαστος ἁμιλλώμενοι, οἵ γε οὐδὲ ἑορτάζοντες ἔξω τοῦ φιλοκερδοῦς εἰσιν, ἀλλἀ πρόσοδον οἱ πολλοὶ πεποίηνται τὴν ἑορτήν. εἷτα οἱ μὲν ἀπέρχονται λῃστεύοντες ἐν τῷ συμποσίῳ τοὺς φίλους, οἱ δέ σοί τε λοιδοροῦνται, οὐδὲν δέον, καὶ τοὺς κύβους συντρίβουσιν ἀναιτίους ὄντας αὐτοῖς ὧν ἑκόντες ποιοῦσιν. ἀτὰρ εἰπέ μοι καὶ τόδε, τί δή ποτε ἁβρὸς <milestone unit="Reitz_page" n="392"/> οὕτω θεὸς ὢν καὶ γέρων ἐπιλεξάμενος τὸ ἀτερπέστατον, ὁπότε ἡ χιὼν ἐπέχει τὰ πάντα καὶ ὁ βορρᾶς πολὺς καὶ οὐδὲν ὅ τι οὐ πέπηγεν ὑπὸ τοῦ κρύους καὶ τὰ δένδρα ξηρὰ καὶ γυμνὰ καὶ ἄφυλλα καὶ οἱ λειμῶνες ἄμορφοι καὶ ἀπηνθηκότες καὶ οἱ ἄνθρωποι ἐπικεκυφότες ὥσπερ οἱ πάνυ γεγηρακότες, ἀμφὶ τὴν κάμινον οἱ πολλοί, τηνικαῦτα ἑορτάζεις; οὐ γὰρ πρεσβυτικός γε ὁ καιρὸς οὐδὲ ἐπιτήδειος τοῖς τρυφῶσι. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>