<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2:5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2:5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="5"><sp><speaker>Ἱερεύς</speaker><p rend="align(indent)"> ἀλλʼ, ὦ Τιτάνων ἄριστε, τῶν μὲν τοιούτων οὐ δέομαι, σὺ δὲ ἀλλʼ ἐκεῖνό μοι ἀπόκριναι, ὃ μάλιστα ἐπόθουν εἰδέναι, καὶ μοι ἢν εἴπῃς αὐτό, ἱκανὴν ἔσῃ τὴν ἀμοιβὴν ἀποδεδωκὼς ἀντὶ τῆς θυσίας, καὶ πρὸς τὸ λοιπὸν ἀφίημί σοι τὰ χρέα. </p></sp><sp><speaker>Κρόνος</speaker><p rend="align(indent)"> ἐρώτα μόνον· ἀποκρινοῦμαι γάρ, ἢν εἰδὼς τύχω. </p></sp><sp><speaker>Ἱερεύς</speaker><p rend="align(indent)"> τὸ μὲν πρῶτον ἐκεῖνο, εἰ ἀληθῆ ταῦτά ἐστιν ἃ περὶ σοῦ ἀκούομεν, ὡς κατήσθιες τὰ γεννώμενα ὑπὸ τῆς Ῥέας, ἐκείνη δὲ ὑφελομένη τὸν Δία λίθον ὑποβαλλομένη ἀντὶ τοῦ βρέφους ἔδωκέ σοι καταπιεῖν, ὁ δὲ εἰς ἡλικίαν ἀφικόμενος ἐξήλασέ σε τῆς ἀρχῆς πολέμῳ κρατήσας, εἶτα ἐς τὸν Τάρταρον φέρων ἐνέβαλε πεδήσας <pb n="p.304"/> αὐτόν τε καὶ τὸ συμμαχικὸν ἅπαν, ὁπόσον μετὰ σοῦ παρετάττετο. </p></sp><sp><speaker>Κρόνος</speaker><p rend="align(indent)"> εἰ μὴ ἑορτήν, ὦ οὗτος, ἤγομεν καὶ μεθύειν <milestone unit="Reitz_page" n="389"/> ἐφεῖτο καὶ λοιδορεῖσθαι τοῖς δεσπόταις ἐπʼ ἐξουσίας, ἔγνως ἄν ὡς ὀργίζεσθαι γοῦν ἐφεῖταί μοι, τοιαῦτα ἐρωτήσας, οὐκ αἰδεσθεὶς πολιὸν οὕτω καὶ πρεσβύτην θεόν. </p></sp><sp><speaker>Ἱερεύς</speaker><p rend="align(indent)"> κἀγὼ ταῦτα, ὦ Κρόνε, οὐ παρʼ ἐμαυτοῦ φημι, ἀλλʼ Ἡσίοδος καὶ Ὅμηρος, ὀκνῶ γὰρ λέγειν ὅτι καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι σχεδὸν ταῦτα πεπιστεύκας· περὶ σοῦ.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>