<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2:16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2:16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="16"><p>ἀπέστω δὲ καὶ τῶν λαμβανόντων μεμψιμοιρία, καὶ τὸ πεμφθὲν ὁποῖον ἂν ᾖ, μέγα δοκείτω. οἴνου ἀμφορεὺς ἢ λαγὼς ἢ ὄρνις παχεῖα Κρονίων δῶρον μὴ δοκείτω· μηδὲ τὰς Κρονικὰς δωρεὰς εἰς γέλωτα φερέτωσαν. ἀντιπεμπέτω δὲ ὁ πένης τῷ πλουσίῳ ὁ μὲν πεπαιδευμένος βιβλίον τῶν παλαιῶν, εἴ τι εὔφημον καὶ συμποτικόν, ἢ αὐτοῦ σύγγραμμα ὁποῖον ἂν δύνηται, καὶ τοῦτο λαμβανέτω ὁ πλούσιος πάνυ φαιδρῷ τῷ προσώπῳ καὶ λαβὼν ἀναγινωσκέτω εὐθύς, ἢν δὲ ἀπωθῆται ἢ ἀπορρίψῃ, ἴστω <milestone unit="Reitz_page" n="399"/> τῆ τῆς ἅρπης ἀπειλῇ ἔνοχος ὤν, κἂν πέμψῃ ὅσα ἐχρῆν· οἱ δὲ ἄλλοι οἱ μὲν στεφάνους, οἱ δὲ λιβανωτοῦ χόνδρους πεμπόντων. ἢν δὲ πένης ἐσθῆτα ἢ ἄργυρον ἢ χρυσὸν παρὰ τὴν δύναμιν πέμψῃ πλουσίῳ, τὸ μὲν πεμφθὲν ἔστω δημόσιον καὶ καταπραθὲν ἐμβαλλέσθω εἰς τὸν θησαυρὸν τοῦ Κρόνου, ὁ δὲ πένης ἐς τὴν ὑστεραίαν πληγὰς παρὰ τοῦ πλουσίου λαμβανέτω τῷ νάρθηκι εἰς τὰς χεῖρας οὐκ ἐλάττους διακοσίων καὶ πεντήκοντα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>