<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2:12-13</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2:12-13</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" n="12"><p rend="align(indent)"> ἐγὼ δὲ<note xml:lang="mul" type="footnote" n="v.5.p.458.n.2">δὲ N : not in ΓZUB.</note> καὶ τοῦτο μέμνημαι διηγορευμένον ἐν τοῖς νόμοις (ἐκτὸς εἰ μὴ διὰ τὴν πολλὴν δουλείαν ἐπιλέλησμαι τῶν ἐν αὐτοῖς εἰρημένων) αἰτίας θανάτου εἶναι διττάς, καὶ<note xml:lang="mul" type="footnote" n="v.5.p.458.n.3">καὶ Harmon: ἢ MSS. All editions follow the Florentine: διττάς, εἴ τις αὐτὸς ἀπέκτεινεν ἢ. The clause εἰ . . . ἀπέκτεινεν is not in ΓΝUZBFA, and its admission  creates  asyndeton below (τὰ ἴσα, etc.).</note> εἴ τις μὴ αὐτὸς μὲν ἀπέκτεινε μηδὲ τῇ χειρὶ ἔδρασεν τὸ ἔργον, ἠνάγκασεν δὲ καὶ παρέσχεν ἀφορμὴν τοῦ φόνου, τὰ ἴσα καὶ τοῦτον ἀξιοῖ ὁ νόμος αὐτὸν ἀντικολάζεσθαι — μάλα δικαίως· οὐ γὰρ ἠβούλετο τοῦ πεπραγμένου ἥσσων<note xml:lang="mul" type="footnote" n="v.5.p.458.n.4">ἥσσων γίνεσθαι τῷ τῆς ἀδεΐας (i.e., διὰ τὴν ἀδεΐαν) Harmon : ἴσον γίνεσθαι (γενέσθαι Ν) τὸ τῆς ἀδείας MSS, ἧσσον is a Renaissance conjecture. ἧσσον γίνεοθαι τὸ τῆς αἰτίας Markland.</note> γίνεσθαι τῷ τῆς ἀδείας· καὶ περιττὴ λοιπὸν ἡ ἐξέτασις τοῦ τρόπου τῆς σφαγῆς. </p><p rend="align(indent)">εἶτα τὸν μὲν οὕτως ἀποκτείναντα κολάζειν ὡς ἀνδροφόνον δικαιοῖς καὶ οὐδαμῶς ἀφεῖσθαι θέλεις, τὸν δὲ κατὰ τὸν αὐτὸν τούτῳ τρόπον εὖ πεποιηκότα τὴν πόλιν οὐ τῶν ὁμοίων ἀξιώσεις τοῖς εὐεργέταις; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" n="13"><p>οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις λέγειν, ὡς ἐγὼ μὲν ἁπλῶς αὐτὸ ἔπραξα, ἠκολούθησε δέ τι τέλος ἄλλως χρηστόν, ἐμοῦ μὴ θελήσαντος. τί γὰρ ἔτι ἐδεδίειν τοῦ ἰσχυροτέρου πεφονευμένου; τί δὲ κατέλιπον τὸ ξίφος ἐν τῇ σφαγῇ, εἰ μὴ πάντως τὸ ἐσόμενον αὐτὸ προεμαντευόμην; ἐκτὸς εἰ μὴ τοῦτο φής, ὡς οὐ τύραννος ὁ τεθνεὼς ἦν οὐδὲ <pb n="v.5.p.460"/> ταύτην εἶχε τὴν προσηγορίαν, οὐδὲ δωρεὰς ἐπʼ αὐτῷ πολλάς, εἰ ἀποθάνοι, ἡδέως ἂν ὑμεῖς ἐδώκατε. ἀλλʼ οὐκ ἂν εἴποις.</p><p rend="align(indent)"> Εἶτα τοῦ τυράννου πεφονευμένου<note xml:lang="mul" type="footnote" n="v.5.p.460.n.1">πεφονευμένου ἀνεληλυθότος MSS.</note> τῷ τὴν αἰτίαν παρασχόντι τῆς σφαγῆς οὐκ ἀποδώσεις τὴν <corr>δωρεάν;</corr> ὢ τῆς πολυπραγμοσύνης. μέλει δέ σοι, πῶς ἀπέθανεν, ἀπολαύοντι τῆς ἐλευθερίας, ἢ τὸν τὴν δημοκρατίαν ἀποδεδωκότα περιττότερόν <corr>τι</corr> προσαπαιτεῖς; <q> καίτοι ὅ γε νόμος,</q> ὡς φής, <q>τὸ κεφάλαιον ἐξετάζει τῶν πεπραγμένων, τὰ διὰ μέσου δὲ πάντα ἐᾷ καὶ οὐκέτι πολυπραγμονεῖ.</q> τί γάρ; οὐχὶ καὶ<note xml:lang="mul" type="footnote" n="v.5.p.460.n.2">οὐχὶ καὶ Seager: καὶ οὐχὶ MSS.</note> ἐξελάσας τις τύραννον ἤδη τιμὴν ἔλαβεν τυραννοκτόνου; καὶ μάλα δικαίως· ἐλευθερίαν γὰρ κἀκεῖνος ἀντὶ δουλείας παρέσχηται. τὸ δʼ ὑπʼ ἐμοῦ γεγενημένον οὐ φυγὴ οὐδὲ δευτέρας ἐπαναστάσεως ἐλπίς, ἀλλὰ παντελὴς καθαίρεσις καὶ πανωλεθρία παντὸς τοῦ γένους καὶ ῥιζόθεν τὸ δεινὸν ἅπαν ἐκκεκομμένον. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>