<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2:21-22</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2:21-22</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" n="21"><p rend="align(indent)"> οὐ μὲν ὦν οὐδὲ τὸν Κρόνον Ζεὺς ἔδησεν οὐδὲ ἐς Τάρταρον ἔρριψεν οὐδὲ τὰ ἄλλα ἐμήσατο ὁκόσα ἄνθρωποι νομίζουσιν, ἀλλὰ φέρεται γὰρ ὁ Κρόνος τὴν ἔξω φορὴν πολλὸν ἀπʼ ἡμέων καί οἱ νωθρή τε ἡ κίνησις καὶ οὐ ῥηιδίη τοῖσιν ἀνθρώποισιν ὁρέεσθαι. διὸ δή μιν ἑστάναι λέγουσιν ὅκως πεπεδημένον. τὸ δὲ βάθος τὸ πολλὸν τοῦ ἠέρος Τάρταρος καλέεται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" n="22"><p rend="align(indent)"> μάλιστα δʼ<note xml:lang="mul" type="footnote" n="v.5.p.362.n.5">δ’ Fritzsche: not in MSS.</note> ἔκ τε Ὁμήρου τοῦ ποιητέω καὶ τῶν Ἡσιόδου ἐπέων μάθοι ἄν τις τὰ πάλαι τοῖς ἀστρολογέουσιν ὁμοφωνέοντα. εὖτʼ ἂν δὲ τὴν σειρὴν τοῦ Διὸς ἀπηγέηται καὶ τοῦ Ἠελίου τὰς <pb n="v.5.p.364"/> <corr>βόας,<note xml:lang="mul" type="footnote" n="v.5.p.364.n.1">βόας Barnes: βολὰς MSS.</note></corr> τὰ δὴ ἐγὼ ἤματα εἶναι συμβάλλομαι, καὶ τὰς πόλιας τὰς ἐν τῇ ἀσπίδι Ἥφαιστος ἐποιήσατο καὶ τὸν χορὸν καὶ τὴν <corr>ἀλωήν</corr> <gap reason="lost" rend=" . . . "/><note xml:lang="mul" type="footnote" n="v.5.p.364.n.2">ἀλωήν Lacuna Harmon: not indicated in MSS.</note> τὰ μὲν γὰρ ὁκόσα ἐς τὴν Ἀφροδίτην αὐτῷ καὶ τοῦ Ἄρεος τὴν μοιχείην λέλεκται, καὶ ταῦτα ἐμφανέα οὐκ ἄλλοθεν ἢ ἐκ τῆσδε τῆς σοφίης πεποιημένα· ἡ γὰρ δὴ ὦν Ἀφροδίτης καὶ τοῦ Ἄρεος ὁμοδρομίη τὴν Ὁμήρου ἀοιδὴν ἀπεργάζεται. ἐν ἄλλοισι δὲ ἔπεσι τὰ ἔργα ἑκάστου αὐτῶν διωρίσατο, τῇ Ἀφροδίτῃ μὲν εἰπών, <quote rend="blockquote">ἀλλὰ <corr>σύ</corr> γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο·</quote> τὰ δὲ τοῦ πολέμου, <quote rend="blockquote">ταῦτα δʼ Ἄρηι θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.</quote> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>