<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="1"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> Λεξιφάνης ὁ καλὸς μετὰ βιβλίου; </p></sp><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"> νὴ Δίʼ, ὦ Λυκῖνε, γράμμα ἐστὶν τητινόν τι τῶν ἐμῶν κομιδῇ νεοχμόν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἤδη γάρ τι καὶ περὶ αὐχμῶν ἡμῖν γράφεις; </p></sp><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"> οὐ δῆτα, οὐδὲ αὐχμὸν εἶπον, ἀλλὰ ὥρα σοι τὸ ἀρτιγραφὲς οὕτω καλεῖν. σὺ δὲ κυψελόβυστα ἔοικας ἔχειν τὰ ὦτα. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> σύγγνωθι, ὦ ἑταῖρε· πολὺ γὰρ τοῦ αὐχμοῦ τὸ νεοχμὸν μετέχει. ἀλλʼ εἰπέ μοι, τίς ὁ νοῦς τῷ συγγράμματι; </p></sp><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"> ἀντισυμποσιάζω τῷ Ἀρίστωνος ἐν αὐτῷ.  </p></sp><pb n="v.5.p.294"/><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πολλοὶ μὲν οἱ Ἀρίστωνες· σὺ δὲ ὅσον ἀπὸ τοῦ συμποσίου τὸν Πλάτωνά μοι ἔδοξας λέγειν. </p></sp><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"> ὀρθῶς ἀνέγνως. τὸ δὲ λεγόμενον ὡς ἄλλῳ παντὶ ἀνόητον ἂν ἦν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐκοῦν ὀλίγα μοι αὐτοῦ ἀνάγνωθι τοῦ βιβλίου, ὅπως μὴ παντάπασιν ἀπολειποίμην τῆς ἑστιάσεως· νέκταρος γάρ τινος ἔοικας οἰνοχοήσειν ἡμῖν ἀπʼ αὐτοῦ. </p></sp><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"> τὸν μὲν εἴρωνα πεδοῖ κατάβαλε· σὺ δὲ εὔπορα ποιήσας τὰ ὦτα ἤδη ἄκουε. ἀπέστω δὲ ἡ ἐπιβύστρα ἡ Κυψελίς. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> λέγε θαρρῶν, ὡς ἔμοιγε οὔτε Κύψελός τις οὔτε Περίανδρος ἐν τοῖς ὠσὶν κάθηται. </p></sp><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"> σκόπει δὴ μεταξύ, ὅπως διαπεραίνομαι, ὦ Λυκῖνε, τὸν λόγον, εἰ εὔαρχός τέ<note xml:lang="mul" type="footnote" n="v.5.p.294.n.1">τε Jaco bitz: γε MSS.</note> ἐστι καὶ πολλὴν τὴν εὐλογίαν ἐπιδεικνύμενος καὶ εὔλεξις, ἔτι δὲ εὐώνυμος. </p></sp><pb n="v.5.p.296"/><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἔοικε τοιοῦτος εἶναι σός γε ὤν. ἀλλʼ ἄρξαι ποτέ. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="2"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"><q> εἶτα δειπνήσομεν,</q> ἦ δ’ ὃς ὁ Καλλικλῆς, <q>εἶτα τὸ δειλινὸν περιδινησόμεθα ἐν Λυκείῳ, νῦν δὲ ἤδη καιρός ἐστιν χρίεσθαι τὸ ἡλιοκαὲς καὶ πρὸς τὴν εἵλην θέρεσθαι καὶ λουσαμένους ἀρτοσιτεῖν· καὶ ἤδη γε ἀπιτητέα. σὺ δέ, ὦ παῖ, στλεγγίδα μοι καὶ βύρσαν καὶ φωσώνια καὶ ῥύμματα ναυστολεῖν ἐς τὸ βαλανεῖον καὶ τοὐπίλουτρον κομίζειν· ἔχεις δὲ χαμᾶζε παρὰ τὴν ἐγγυοθήκην δύʼ ὀβολώ. σὺ δὲ τί καὶ πράξεις, ὦ Λεξίφανες, ἥξεις ἢ ἐλινύσεις ἔτι αὐτόθι;</q></p><p rend="align(indent)"><q>κἀγώ,</q> ἦν δὲ ἐγώ, <q> τρίπαλαι λουτιῶ· οὐκ εὐπόρως τε γὰρ ἔχω καὶ τὰ ἀμφὶ τὴν τράμιν μαλακίζομαι ἐπʼ ἀστράβης ὀχηθείς. ὁ γὰρ ἀστραβηλάτης ἐπέσπερχεν καίτοι ἀσκωλιάζων αὐτός. ἀλλὰ καὶ ἐν αὐτῷ οὐκ ἀκμὴς ἦν τῷ <corr>ἀγρῷ·</corr> κατέλαβον γὰρ τοὺς ἐργάτας λιγυρίζοντας τὴν θερινὴν ᾠδήν, τοὺς δὲ τάφον τῷ ἐμῷ πατρὶ κατασκευάζοντας. συντυμβωρυχήσας οὖν αὐτοῖς καὶ τοῖς ἀναχοῦσιν τὰ ἄνδηρα καὶ αὐτὸς ὀλίγα συγχειροπονήσας ἐκείνους μὲν διαφῆκα τοῦ τε κρύους ἕνεκα καὶ ὅτι καύματα ἦν· οἶσθα δὲ ὡς ἐν κρύει σφοδρῷ γίνεται τὰ καύματα. ἐγὼ δὲ περιελθὼν τὰ ἀρώματα σκόροδά τε εὗρον ἐν αὐτοῖς πεφυκότα καὶ γηπαττάλους τινὰς ἀνορύξας καὶ τῶν σκανδίκων καὶ βρακάνων λαχανευσάμενος, ἔτι δὲ κάχρυς πριάμενος — οὔπω δὲ οἱ λειμῶνες ἀνθοσμίαι ἦσαν, <pb n="v.5.p.298"/> ὡς αὐτοποδητὶ βαδίζειν — ἀνατεθεὶς ἐπὶ τὴν ἀστράβην ἐδάρην τὸν <corr>ὄρρον·</corr> καὶ νῦν βαδίζω τε ὀδυνηρῶς καὶ ἰδίω θαμὰ καὶ μαλακιῶ τὸ σῶμα καὶ δέομαι διανεῦσαι ἐν τῷ ὕδατι ἐπὶ πλεῖστον· χαίρω δὲ μετὰ κάματον ἀπολούμενος.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="3"><sp><speaker>Λεξιφάνης</speaker><p rend="merge"><q>ἀποθρέξομαι οὖν καὶ αὐτὸς ὡς<note xml:lang="mul" type="footnote" n="v.5.p.298.n.1">ὡς Gesner: not in MSS.</note> τὸν παῖδα, ὃν εἰκὸς ἢ παρὰ τῇ λεκιθοπώλιδι ἢ παρὰ τῷ <corr>γρυμαιοπώλῃ</corr> με <corr>περιμένειν·</corr> καίτοι προηγόρευτο αὐτῷ ἐπὶ τὰ γέλγη<note xml:lang="mul" type="footnote" n="v.5.p.298.n.2">γέλγη Meursius: σέλγη MSS.</note> ἀπαντᾶν.</q></p><p rend="align(indent)"><q rend="merge"> ἀλλʼ εἰς καιρὸν οὑτοσὶ αὐτὸς ἐμπολήσας γε, ὡς ὁρῶ, πυριάτην τέ τινα καὶ ἐγκρυφίας καὶ γήτεια καὶ φύκας<note xml:lang="mul" type="footnote" n="v.5.p.298.n.3">φύκας is right: cf. Aristotle, Hist. An., 6, 13, ὁ φύκης.</note> καὶ οἶβον τουτονὶ καὶ λωγάνιον καὶ τοῦ βοὸς τὸ πολύπτυχον ἔγκατον καὶ φώκτας. εὖ γε, ὦ Ἀττικίων, ὅτι μοι ἄβατον ἐποίησας τὸ πολὺ τῆς ὁδοῦ.</q><q>ἐγὼ δέ,</q> ἦ δʼ ὅς, <q> σίλλος, ὦ δέσποτα, γεγένημαι σὲ περιορῶν. σὺ δὲ ποῦ χθὲς ἐδείπνεις; μῶν παρὰ Ὀνομακρίτῳ;</q> <q> οὔ, μὰ Δίʼ.</q> ἦν δʼ ἐγώ, <q>ἀλλʼ ἀγρόνδε<note xml:lang="mul" type="footnote" n="v.5.p.298.n.4">ἀγρόνδε N: ἀγρόν γε ΓΕΑ.</note> ᾠχόμην ψύττα κατατείνας· οἶσθα δὲ ὡς φίλαγρός εἰμι. ὑμεῖς δὲ ἴσως ᾤεσθέ με λαταγεῖν κοττάβους. ἀλλʼ εἰσιὼν ταῦτά τε καὶ τὰ ἄλλα ἡδύνειν καὶ τὴν κάρδοπον σμῆν, ὡς θριδακίνας μάττοιτε ἡμῖν.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="4"><sp><speaker>Λεξιφάνης</speaker><p rend="merge"><q rend="merge">ἐγὼ δὲ ξηραλοιφήσω ἀπελθών.</q></p><p rend="align(indent)"><q> καὶ ἡμεῖς,</q> ἦ δʼ ὃς ὁ Φιλῖνος, <q>ἐγώ τε καὶ Ὀνόμαρχος καὶ Ἑλλάνικος οὑτοσὶ ἑψόμεθα· καὶ γὰρ ὁ γνώμων σκιάζει μέσην τὴν πόλον, καὶ <pb n="v.5.p.300"/> δέος μὴ ἐν λουτρίῳ ἀπολουσώμεθα κατόπιν τῶν Καριμάντων<note xml:lang="mul" type="footnote" n="v.5.p.300.n.1">Γαριμάντων Meineke (Hesych., Et. Magn.). But the word is very likely from Μαρικᾶς (Herodian in Et. Magn.), meaning κίναιδος (Hesych. s.u. μαρικᾶν), or, perhaps more accurately, παιδικά; for the declension Μαρικᾶς, Μαρικᾶντος cf. Herodian, II, 636, 26 Lentz. Hence Γαριμᾶς (or Γαρίμας) is apparently a degradation of Καριμᾶς. The Γαράμαντες in Libya have nothing to do with this; cf. Lucian, Dips.2.</note> μετὰ τοῦ σύρφακος βύζην ὠστιζόμενοι.</q> καὶ ὁ Ἑλλάνικος ἔφη, <q>ἐγὼ δὲ καὶ δυσωπῶ· καὶ γὰρ τὰ κόρα μοι ἐπιτεθόλωσθον καὶ σκαρδαμύττω θαμὰ καὶ ἀρτίδακρύς εἰμι καὶ τὰ ὄμματά μοι φαρμακᾷ καὶ δέομαι Ἀσκληπιάδου τινὸς ὀφθαλμοσόφου, ὃς ταράξας καὶ ἐγχέας μοι φάρμακον ἀπερυθριᾶσαί τε ποιήσει τοὺς ὀφθαλμοὺς καὶ μηκέτι τι λημαλέους εἶναι μηδὲ διερὸν βλέπειν.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="5"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent) ; merge">τοιαῦτα ἄττα διεξιόντες ἅπαντες οἱ παρόντες <corr>ἀπῄειμεν·</corr> κἀπειδήπερ ἥκομεν εἰς τὸ γυμνάσιον ἀπησθημένοι ἤδη, ὁ μέν τις ἀκροχειριασμῷ, ὁ δὲ τραχηλισμῷ καὶ ὀρθοπάλῃ ἐχρῆτο, ὁ δὲ λίπα χρισάμενος ἐλυγίζετο, ὁ δὲ ἀντέβαλλε τῷ κωρύκῳ, ὁ δὲ μολυβδαίνας χερμαδίους δράγδην<note xml:lang="mul" type="footnote" n="v.5.p.300.n.2">δράγδην Harmon: ἀράγδην MSS.</note> ἔχων ἐχειροβόλει. εἶτα συντριβέντες καὶ ἀλλήλους κατανωτισάμενοι καὶ ἐμπαίξαντες τῷ γυμνασίῳ ἐγὼ μὲν καὶ Φιλῖνος ἐν τῇ θερμῇ πυέλῳ καταιονηθέντες ἐξῄειμεν· οἱ λοιποὶ δὲ τὸ ψυχροβαφὲς κάρα δελφινίσαντες παρένεον ὑποβρύχιοι θαυμασίως.</p><p rend="align(indent)">ἀναστρέψαντες δὲ αὖθις ἄλλος ἄλλοσε ἄλλα ἐδρῶμεν. ἐγὼ μὲν ὑποδησάμενος ἐξυόμην τὴν κεφαλὴν τῇ ὀδοντωτῇ ξύστρᾳ· καὶ γὰρ οὐ κηπίον, ἀλλὰ σκάφιον ἐκεκάρμην, ὡς ἂν οὐ πρὸ πολλοῦ τὸν <pb n="v.5.p.302"/> κόννον καὶ τὴν κορυφαίαν ἀποκεκομηκώς· ἄλλος ἐθερμοτράγει, ὁ <corr>δὲ</corr> ἤμει τὸν νῆστιν, ὁ δὲ ἀραιὰς ποιῶν τὰς ῥαφανῖδας ἐμυστιλᾶτο τοῦ ἰχθυηροῦ ζωμοῦ, ἄλλος ἤσθιεν φαυλίας, ὁ δὲ ἐρρόφει τῶν κριθῶν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="6"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent) ; merge">κἀπειδὴ καιρὸς ἦν, ἐπʼ ἀγκῶνος <corr>ἐδειπνοῦμεν·</corr> ἔκειντο δὲ καὶ ὀκλαδίαι καὶ ἀσκάνται. τὸ μὲν δὴ δεῖπνον ἦν ἀπὸ συμφορῶν. παρεσκεύαστο δὲ πολλὰ καὶ ποικίλα, δίχηλα ὕεια<note xml:lang="mul" type="footnote" n="v.5.p.302.n.1">δίχηλα ὕεια Text edd.: πολλαὶ καὶ ποικίλαι (καὶ) δίχηλαι ὕειαι MSS.</note> καὶ σχελίδες καὶ ἠτριαία καὶ τοκάδος ὑὸς τὸ ἐμβρυοδόχον ἔντερον καὶ λοβὸς ἐκ ταγήνου καὶ μυττωτὸς καὶ ἀβυρτάκη καὶ τοιαῦταί τινες καρυκεῖαι καὶ θρυμματίδες καὶ θρῖα καὶ μελιτοῦτται·<note xml:lang="mul" type="footnote" n="v.5.p.302.n.2">μελιτοῦτται Jacobitz: μελιττοῦται MSS. (μελιτοῦται E2).</note> τῶν δὲ ὑποβρυχίων τὰ σελάχια πολλὰ καὶ ὅσα ὀστράκινα τὸ δέρμα καὶ τεμάχη Ποντικὰ τῶν ἐκ σαργάνης καὶ κωπαΐδες καὶ ὄρνις σύντροφος καὶ ἀλεκτρυὼν ἤδη ἀπῳδὸς καὶ ἰχθὺς ἦν παράσιτος· καὶ οἶν δὲ ὅλον ἰπνοκαῆ εἴχομεν καὶ βοὸς λειπογνώμονος κωλῆν. ἄρτοι μέντοι ἦσαν σιφαῖοι, οὐ φαῦλοι, καὶ ἄλλοι νουμήνιοι, ὑπερήμεροι τῆς ἑορτῆς, καὶ λάχανα τά τε ὑπόγεια καὶ τὰ ὑπερφυῆ· οἶνος δὲ ἦν οὐ γέρων, ἀλλὰ τῶν ἀπὸ βύρσης, ἤδη μὲν ἀγλευκής, ἄπεπτος δὲ ἔτι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="7"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent) ; merge">ποτήρια δὲ ἔκειτο παντοῖα ἐπὶ τῆς<note xml:lang="mul" type="footnote" n="v.5.p.302.n.3">δελφίδος (suggested by Coraës) Γ2: δελφῖδος Γ1: δελφινίδος Ε (in erasure) N, vulg.</note> δελφίδος <pb n="v.5.p.304"/> τραπέζης, ὁ κρυψιμέτωπος καὶ τρυήλης<note xml:lang="mul" type="footnote" n="v.5.p.304.n.1">τρυηλὶς Fritzsche (Hesychius): but this necessitates changing ἔχων to ἔχουσα. τρυήλης Ω vulg., τρυήλεις ΓΕ, τρυίλης Ν, τρυηλὴς Α.</note> Μεντορουργὴς εὐλαβῆ ἔχων τὴν κέρκον καὶ βομβυλιὸς καὶ δειροκύπελλον καὶ γηγενῆ πολλὰ οἷα Θηρικλῆς ὤπτα, εὐρυχαδῆ τε καὶ ἄλλα εὔστομα, τὰ μὲν Φωκαῆθεν, τὰ δὲ Κνιδόθεν, πάντα μέντοι ἀνεμοφόρητα καὶ ὑμενόστρακα. κυμβία δὲ ἦν καὶ φιαλίδες καὶ ποτήρια γραμματικά, ὥστε μεστὸν ἦν τὸ κυλικεῖον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="8"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent) ; merge">ὁ μέντοι ἰπνολέβης ὑπερπαφλάζων ἐς κεφαλὴν ἡμῖν ἐπέτρεπε τοὺς ἄνθρακας. ἐπίνομεν δὲ ἀμυστὶ καὶ ἤδη ἀκροθώρακες ἦμεν· εἶτʼ ἐχριόμεθα βακχάριδι καὶ εἰσεκύκλησέ τις ἡμῖν τὴν ποδοκτύπην καὶ τριγωνίστριαν· μετὰ δὲ ὁ μέν τις ἐπὶ τὴν κατήλιφα ἀναρριχησάμενος <gap reason="lost" rend="..."/><note xml:lang="mul" type="footnote" n="v.5.p.304.n.2">ἀναρριχησάμενος Lacuna in MSS: 12 letters long in Γ, 5—6 in Ε.</note> ἐπιφόρημα ἐζήτει, ὁ δὲ ληκίνδα ἔπαιζεν, ἄλλος ἐρρικνοῦτο σὺν γέλωτι τὴν ὀσφῦν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="9"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent) ; merge">καὶ ἐν ταὐτῷ λελουμένοι εἰσεκώμασαν ἡμῖν αὐτεπάγγελτοι Μεγαλώνυμός τε ὁ δικοδίφης καὶ Χαιρέας ὁ χρυσοτέκτων ὁ κατὰ νώτου ποικίλος καὶ ὁ ὠτοκάταξις Εὔδημος. κἀγὼ ἠρόμην αὐτούς, τί <pb n="v.5.p.306"/> παθόντες ὀψὲ ἥκοιεν. ὁ μὲν οὖν Χαιρέας, <q>ἐγώ,</q> ἦ δʼ ὅς, <q>λῆρόν τινα ἐκρότουν καὶ ἐλλόβια καὶ πέδας τῇ θυγατρὶ τῇ ἐμῇ καὶ διὰ τοῦτο ὑμῖν ἐπιδείπνιος ἀφῖγμαι,</q> <q> ἐγὼ δέ,</q> ἦ δʼ ὃς ὁ Μεγαλώνυμος, <q>περὶ ἄλλα εἶχον· ἦν μὲν γὰρ ἄδικος ἡ ἡμέρα, ὡς ἴστε, καὶ ἄλογος· ὡς ἂν οὖν ἐχεγλωττίας οὔσης οὔτε ῥησιμετρεῖν εἶχον οὔτε ἡμερολεγδὸν προσυδρονομεῖσθαι·<note xml:lang="mul" type="footnote" n="v.5.p.306.n.1">προσυδρονομεῖσθαι Harmon, from πρὸς ὑδωρονομεῖσθαι Γ: ὡς ὑδρονομεῖσθαι other MSS.</note>  πυθόμενος δὲ ὅτι ὁ στρατηγὸς ὀπτός ἐστιν, λαβὼν ἄχρηστα ἱμάτια εὐήτρια καὶ ἀφόρητα ὑποδήματα ἐξέφρησα ἐμαυτόν. </q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="10"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent) ; merge"><q rend="merge">εἶτʼ εὐθὺς ἐντυγχάνω δᾳδούχῳ τε καὶ ἱεροφάντῃ καὶ τοῖς ἄλλοις ἀρρητοποιοῖς Δεινίαν σύρουσιν ἄγδην ἐπὶ τὴν ἀρχήν, ἔγκλημα ἐπάγοντας ὅτι ὠνόμαζεν αὐτούς, καὶ ταῦτα εὖ εἰδὼς ὅτι ἐξ οὗπερ ὡσιώθησαν, ἀνώνυμοί τέ εἰσι καὶ οὐκέτι ὀνομαστοὶ ὡς ἂν ἱερώνυμοι ἤδη γεγενημένοι.</q></p><p rend="align(indent)"><q>οὐκ οἶδα,</q> ἦν δʼ ἐγώ, <q>ὃν λέγεις τὸν Δεινίαν· αἰκάλλει<note xml:lang="mul" type="footnote" n="v.5.p.306.n.2">αἰκάλλει Bekker: ἐκάλει MSS.</note> δʼ οὖν με τοὔνομα.</q> <q>ἔστιν,</q> ἦ δʼ <pb n="v.5.p.308"/> ὅς, <q>ἐν τοῖς σκιραφείοις ἐγκαψικήδαλος<note xml:lang="mul" type="footnote" n="v.5.p.308.n.1">ἐγκαψικήδαλος EN: ἐγκαμφικήδαλος Γ, ἐγκαμφικίδαλος Ω, ἐγκαψικίδαλος edd. The second part of the word (ἅπαξ λεγόμενον) is clearly from κήδαλον, not κίδαλον.</note> ἄνθρωπος τῶν αὐτοληκύθων καὶ τῶν αὐτοκαβδάλων, ἀεὶ κουριῶν, ἐνδρομίδας ὑποδούμενος ἢ βαυκίδας, ἀμφιμάσχαλον ἔχων.</q> <q>τί οὖν,</q> ἦν δʼ ἐγώ, <q> ἔδωκεν ἀμηγέπη δίκην ἢ λὰξ πατήσας ᾤχετο;</q> <q> καὶ μὴν ἐκεῖνός γε,</q> ἦ δʼ ὅς, <q>ὁ τέως<note xml:lang="mul" type="footnote" n="v.5.p.308.n.2">σαυλούμενος Seiler; αὐλούμενος MSS.</note> σαυλούμενος, ἤδη ἔμπεδός ἐστιν· ὁ γὰρ στρατηγὸς καίτοι ἀτιμαγελοῦντι καρπόδεσμά τε αὐτῷ περιθεὶς καὶ περιδέραιον ἐν ποδοκάκαις καὶ ποδοστράβαις ἐποίησεν εἶναι. ὥστε ἔνδεσμος ὢν ὑπέβδυλλέν τε ὁ κακοδαίμων ὑπὸ τοῦ δέους καὶ πορδαλέος ἦν καὶ χρήματα ἀντίψυχα διδόναι ἤθελεν.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="11"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent) ; merge"><q> ἐμὲ δέ,</q> ἦ δʼ <corr>ὃς</corr> ὁ Εὔδημος, <q> ὑπὸ τὸ ἀκροκνεφὲς μετεστείλατο Δαμασίας ὁ πάλαι μὲν ἀθλητὴς καὶ πολυνίκης, νῦν δὲ ἤδη ὑπὸ γήρως ἔξαθλος ὤν· οἶσθα τὸν χαλκοῦν τὸν<note xml:lang="mul" type="footnote" n="v.5.p.308.n.3">τὸν is excised by Headlam and Herwerden, but to do that, I think, is to retouch Lucianʼs picture of Lexiphanes.</note> ἑστῶτα ἐν τῇ ἀγορᾷ. καὶ τὰ μὲν πιττῶν τὰ δὲ εὕων<note xml:lang="mul" type="footnote" n="v.5.p.308.n.4">διετέλεσεν Seiler: διετέλεσα MSS.</note> διετέλεσεν, ἐξοικιεῖν γὰρ ἔμελλε τήμερον εἰς ἀνδρὸς τὴν θυγατέρα καὶ ἤδη ἐκάλλυνεν αὐτήν. εἶτα Τερμέριόν<note xml:lang="mul" type="footnote" n="v.5.p.308.n.5">Τερμέριόν N (Cobet): μερμέριόν ΓEA.</note> τι κακὸν ἐμπεσὸν διέκοψε τὴν ἑορτήν· ὁ γὰρ υἱὸς αὐτοῦ ὁ Δίων, οὐκ οἶδʼ ἐφʼ ὅτῳ λυπηθείς, μᾶλλον δὲ θεοσεχθρίᾳ σχεθείς, ἀπῆγξεν ἑαυτόν, καὶ εὖ ἴστε, ἀπωλώλει ἄν, εἰ μὴ ἐγὼ ἐπιστὰς ἀπηγχόνισά τε αὐτὸν καὶ παρέλυσα τῆς ἐμβροχῆς, ἐπὶ <pb n="v.5.p.310"/> πολύ τε ὀκλὰξ παρακαθήμενος ἐπένυσσον<note xml:lang="mul" type="footnote" n="v.5.p.310.n.1">ἐπένυσσον Ν: ἐπίνυσσον ΓΕ: ἐπινύσσων Ω.</note> τὸν ἄνθρωπον, βαυκαλῶν καὶ διακωδωνίζων, μή <corr>πῃ</corr> ἔτι συνεχὴς εἴη τὴν φάρυγγα. τὸ δὲ μάλιστα ὀνῆσαν ἐκεῖνο ἦν, ὅτι ἀμφοτέραις κατασχὼν αὐτοῦ τὰ ἄκρα διεπίεσα.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="12"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent) ; merge"><q>μῶν ἐκεῖνον,</q> ἦν δʼ ἐγώ, <q> φὴς Δίωνα τὸν καταπύγονα καὶ λακκοσχέαν, τὸν μύρτωνα καὶ σχινοτρώκταν νεανίσκον, ἀναφλῶντα καὶ βλιμάζοντα, ἤν τινα πεώδη καὶ πόσθωνα αἴσθηται; μίνθων<note xml:lang="mul" type="footnote" n="v.5.p.310.n.2">μίνθων Bekker, Mras: μιν ἐών ΓΝΕ: βινέων Ω(?). Mras compares Philod., de Vitiis, p. 37 Jensen.</note> ἐκεῖνός γε καὶ λαικαλέος.</q> <q>ἀλλὰ <corr>τοί</corr> γε τὴν θεόν,</q> ἦ δʼ ὃς ὁ Εὔδημος, <q> θαυμάσας — Ἄρτεμις γάρ ἐστιν αὐτοῖς ἐν μέσῃ τῇ αὐλῇ, Σκοπάδειον ἔργον — ταύτῃ προσπεσόντες ὅ τε Δαμασίας καὶ ἡ γυνὴ αὐτοῦ, πρεσβῦτις ἤδη καὶ τὴν κεφαλὴν πολιὰς ἀκριβῶς, ἱκέτευον ἐλεῆσαι σφᾶς· ἡ δὲ αὐτίκα ἐπένευσεν, καὶ σῶς ἦν, καὶ νῦν Θεόδωρον, μᾶλλον δὲ περιφανῶς Ἀρτεμίδωρον ἔχουσι τὸν νεανίσκον. ἀνέθεσαν οὖν αὐτῇ τά τε ἄλλα καὶ βέλη καὶ τόξα, ὅτι χαίρει τούτοις· τοξότις γὰρ καὶ ἑκηβόλος καὶ τηλέμαχος ἡ Ἄρτεμις.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="13"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent) ; merge"><q> πίνωμεν οὖν,</q> ἦ δʼ ὃς ὁ Μεγαλώνυμος, <q>καὶ γὰρ καὶ λάγυνον τουτονὶ παρηβηκότος ἥκω ὑμῖν κομίζων καὶ τυροῦ τροφαλίδας<note xml:lang="mul" type="footnote" n="v.5.p.310.n.3">τροφαλίδας Seiler: τρυφαλίδας MSS.</note> καὶ ἐλαίας χαμαιπετεῖς — φυλάττω δʼ αὐτὰς ὑπὸ σφραγῖσιν θριπηδέστοις — καὶ ἄλλας ἐλαίας νευστὰς καὶ πήλινα <pb n="v.5.p.312"/> ταυτὶ ποτήρια, ὀξυόστρακα, εὐπυνδάκωτα, ὡς ἐξ αὐτῶν πίνοιμεν, καὶ πλακοῦντα ἐξ ἐντέρων κρωβυλώδη τὴν πλοκήν. σὺ δʼ, ὦ παῖ, πλέον μοι τοῦ ὕδατος ἔγχει, ὡς μὴ καραιβαρεῖν ἀρξαίμην κᾆτά σοι τὸν παιδοβοσκὸν καλῶ ἐπὶ σέ· ἴστε γὰρ ὡς ὀδυνῶμαι καὶ διέμπιλον ἔχω τὴν κεφαλήν. </q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="14"><sp><speaker>Λεξιφάνης</speaker><p rend="merge"><q rend="merge">μετὰ δὲ τὸν ποτὸν συνυθλήσομεν οἷα<note xml:lang="mul" type="footnote" n="v.5.p.312.n.1">συνυθλήσομεν οἷα edd.: συνυθλησόμενοι MSS. (-οι om. N).</note> καὶ ἅττʼ ἐώθαμεν· οὐ γὰρ ἄκαιρον δήπουθεν ἐν οἴνῳ φλύειν.
</q></p><p rend="align(indent)"><q>ἐπαινῶ τοῦτο,</q> ἦν δʼ ἐγώ, <q> καὶ γὰρ ὅτιπερ ὄφελός ἐσμεν τῆς ἀττικίσεως ἄκρον.</q> <q>εὖ λέγεις,</q> ἦ δʼ ὃς ὁ Καλλικλῆς· <q>τὸ γὰρ ἐρεσχηλεῖν ἀλλήλους συχνάκις λάλης θηγάνη γίγνεται.</q> <q>ἐγὼ δέ, </q> ἦ δʼ ὃς ὁ Εὔδημος — <q>κρύος γάρ ἐστιν — ἥδιον ἂν εὐζωροτέρῳ ὑποπυκνάζοιμι· καὶ γὰρ χειμοθνής εἰμι, καὶ χλιανθεὶς ἥδιον ἂν<note xml:lang="mul" type="footnote" n="v.5.p.312.n.2">ἂν Jacobitz: not in MSS.</note> ἀκούοιμι τῶν χειρεσόφων τούτων, τοῦ τε αὐλητοῦ καὶ τῆς βαρβιτῳδοῦ.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="15"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent) ; merge"><q> τί ταῦτα ἔφησθα, ὦ Εὔδημε; ἦν</q> δʼ <corr>ἐγώ·</corr> <q> ἀλογίαν ἡμῖν ἐπιτάττεις ὡς ἀστόμοις οὖσι καὶ ἀπεγλωττισμένοις; ἐμοὶ δὲ ἡ γλῶττά τε ἤδη λογᾷ καὶ δὴ ἀνηγόμην γε ὡς ἀρχαιολογήσων ὑμῖν καὶ κατανίψων ἀπὸ γλώττης ἅπαντας. ἀλλὰ σὺ τὸ ὅμοιον εἰργάσω με ὥσπερ εἴ τις ὁλκάδα τριάρμενον ἐν οὐρίῳ πλέουσαν, ἐμπεπνευματωμένου τοῦ ἀκατίου, εὐφοροῦσάν τε καὶ ἀκροκυματοῦσαν, ἕκτοράς τινας ἀμφιστόμους καὶ ἰσχάδας σιδηρᾶς ἀφεὶς καὶ ναυσιπέδας ἀναχαιτίζοι τοῦ δρόμου τὸ ῥόθιον, φθόνῳ τῆς εὐηνεμίας.</q> </p><pb n="v.5.p.314"/><p rend="align(indent)"><q>Οὐκοῦν,</q> ἦ δʼ ὅς, <q>σὺ μέν, εἰ βούλει, πλεῖ καὶ νεῖ καὶ θεῖ κατὰ τοῦ κλύδωνος, ἐγὼ δὲ ἀπόγειος πίνων ἅμα ὥσπερ ὁ τοῦ Ὁμήρου Ζεὺς ἢ ἀπὸ φαλάκρων ἢ ἀπὸ τῆς ἀκρουρανίας ὄψομαι <corr>διαφερόμενόν</corr> σέ τε καὶ τὴν ναῦν πρύμνηθεν ὑπὸ<note xml:lang="mul" type="footnote" n="v.5.p.314.n.1">ὑπὸ Ν: ἀπὸ other MSS.</note> τοῦ ἀνέμου κατουρουμένην.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="16"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἅλις, ὦ Λεξίφανες, καὶ ποτοῦ καὶ ἀναγνώσεως. ἐγὼ γοῦν ἤδη μεθύω σοι καὶ ναυτιῶ καὶ ἢν μὴ τάχιστα ἐξεμέσω πάντα ταῦτα ὁπόσα διεξελήλυθας, εὖ ἴσθι, κορυβαντιάσειν μοι δοκῶ περιβομβούμενος ὑφʼ ὧν κατεσκέδασάς μου ὀνομάτων. καίτοι τὸ μὲν πρῶτον γελᾶν ἐπῄει μοι ἐπʼ αὐτοῖς, ἐπειδὴ δὲ πολλὰ καὶ πάντα ὅμοια ἦν, ἠλέουν σε τῆς κακοδαιμονίας ὁρῶν εἰς λαβύρινθον ἄφυκτον ἐμπεπτωκότα καὶ νοσοῦντα νόσον τὴν μεγίστην, μᾶλλον δὲ μελαγχολῶντα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="17"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ζητῶ οὖν πρὸς ἐμαυτὸν ὁπόθεν τὰ τοσαῦτα κακὰ συνελέξω καὶ ἐν ὁπόσῳ χρόνῳ καὶ ὅπου κατακλείσας εἶχες τοσοῦτον ἐσμὸν ἀτόπων καὶ διαστρόφων ὀνομάτων, ὧν τὰ μὲν αὐτὸς ἐποίησας, τὰ δὲ κατορωρυγμένα ποθὲν ἀνασπῶν κατὰ τὸ ἰαμβεῖον<note xml:lang="mul" type="footnote" n="v.5.p.314.n.2">ἰαμβεῖον Source unknown.</note> <quote rend="blockquote">ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς·</quote> τοσοῦτον βόρβορον συνερανίσας κατήντλησάς μου μηδέν σε δεινὸν εἰργασμένου. δοκεῖς δέ μοι μήτε φίλον τινὰ ἢ οἰκεῖον ἢ εὔνουν ἔχειν μήτε ἀνδρὶ ἐλευθέρῳ πώποτε καὶ παρρησίαν ἄγοντι <pb n="v.5.p.316"/> ἐντετυχηκέναι, ὃς τἀληθὲς εἰπὼν ἔπαυσεν ἄν σε ὑδέρῳ μὲν ἐχόμενον καὶ ὑπὸ τοῦ πάθους διαρραγῆναι κινδυνεύοντα, σαυτῷ δὲ εὔσαρκον εἶναι δοκοῦντα καὶ εὐρωστίαν οἰόμενον τὴν συμφορὰν καὶ ὑπὸ μὲν τῶν ἀνοήτων ἐπαινούμενον ἀγνοούντων ἃ πάσχεις, ὑπὸ δὲ τῶν πεπαιδευμένων εἰκότως ἐλεούμενον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="18"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἀλλʼ εἰς καλὸν γὰρ τουτονὶ Σώπολιν ὁρῶ τὸν ἰατρὸν προσιόντα, φέρε τούτῳ ἐγχειρίσαντές σε καὶ διαλεχθέντες ὑπὲρ τῆς νόσου ἴασίν τινά σοι εὑρώμεθα· συνετὸς γὰρ ἁνὴρ<note xml:lang="mul" type="footnote" n="v.5.p.316.n.1">ἀνὴρ MSS.: corr. Dindorf.</note> καὶ πολλοὺς ἤδη παραλαβὼν ὥσπερ σὲ ἡμιμανεῖς καὶ κορυζῶντας ἀπήλλαξεν ἐγχέας φάρμακον. χαῖρε, Σώπολι, καὶ τουτονὶ Λεξιφάνην παραλαβὼν ἑταῖρον, ὡς οἶσθα, ἡμῖν ὄντα, λήρῳ δὲ νῦν καὶ ξένῃ περὶ τὴν φωνὴν νόσῳ ξυνόντα καὶ κινδυνεύοντα ἤδη τελέως ἀπολωλέναι σῶσον <corr>ἑνί</corr> γέ τῳ τρόπῳ. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="19"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"> μὴ ἐμέ, Σώπολι, ἀλλὰ τουτονὶ Λυκῖνον, ὃς περιφανῶς μακκοᾷ καὶ ἄνδρας πεφρενωμένους ὀλισθογνωμονεῖν οἴεται καὶ κατὰ τὸν Μνησάρχου τὸν Σάμιον σιωπὴν καὶ γλωτταργίαν ἡμῖν ἐπιβάλλει. ἀλλὰ μὰ τὴν ἀναίσχυντον Ἀθηνᾶν καὶ τὸν μέγαν θηριομάχον Ἡρακλέα οὐδʼ ὅσον τοῦ γρῦ καὶ τοῦ φνεῖ φροντιοῦμεν αὐτοῦ· ὀττεύομαι γοῦν μηδὲ ὅλως ἐντυγχάνειν αὐτῷ. ἔοικα δὲ καὶ ῥιναυλήσειν<note xml:lang="mul" type="footnote" n="v.5.p.316.n.2">ῥιναυλήσειν Gesner: ῥιναυστήσειν MSS.</note> τοιαῦτα ἐπιτιμῶντος ἀκούων. <pb n="v.5.p.318"/> καὶ ἤδη γε ἄπειμι παρὰ τὸν ἑταῖρον Κλεινίαν, ὅτι πυνθάνομαι χρόνου ἤδη ἀκάθαρτον εἶναι αὐτῷ τὴν γυναῖκα καὶ ταύτην νοσεῖν, ὅτι μὴ ῥεῖ. ὥστε οὐκέτι οὐδʼ ἀναβαίνει αὐτήν, ἀλλʼ ἄβατος καὶ ἀνήροτός ἐστιν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="20"><sp><speaker>Σώπολις</speaker><p rend="align(indent)"> τί δὲ νοσεῖ, ὦ Λυκῖνε, Λεξιφάνης; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> αὐτὰ ταῦτα, ὦ Σώπολι. οὐκ ἀκούεις οἷα φθέγγεται; καὶ ἡμᾶς τοὺς νῦν προσομιλοῦντας καταλιπὼν πρὸ χιλίων ἐτῶν ἡμῖν διαλέγεται διαστρέφων τὴν γλῶτταν καὶ ταυτὶ τὰ ἀλλόκοτα συντιθεὶς καὶ σπουδὴν ποιούμενος ἐπʼ αὐτοῖς, ὡς δή τι μέγα ὄν, εἴ τι ξενίζοι καὶ τὸ καθεστηκὸς νόμισμα τῆς φωνῆς παρακόπτοι. </p></sp><sp><speaker>Σώπολις</speaker><p rend="align(indent)"> μὰ Δίʼ οὐ μικράν τινα λέγεις τὴν νόσον, ὦ Λυκῖνε. βοηθητέα γοῦν τῷ ἀνδρὶ πάσῃ μηχανῇ καὶ — κατὰ θεὸν γὰρ τῶν χολώντων<note xml:lang="mul" type="footnote" n="v.5.p.318.n.1">χολώντων Γ (Cobet): χολωτῶν N vulg.</note> τινι φάρμακον τουτὶ κερασάμενος ἀπῄειν, ὡς πιὼν ἐμέσειε — φέρε πρῶτος αὐτὸς πῖθι, ὦ Λεξίφανες, ὡς ὑγιὴς ἡμῖν καὶ καθαρὸς γένοιο, τῆς τοιαύτης τῶν λόγων ἀτοπίας κενωθείς. ἀλλὰ πείσθητί μοι καὶ πῖθι καὶ ῥᾴων ἔσῃ. </p></sp><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"> οὐκ οἶδʼ ὃ καὶ δράσετέ με, ὦ Σώπολι, σύ τε καὶ Λυκῖνος, πιπίσκοντες τουτουὶ τοῦ φαρμάκου. δέδοικα γοῦν μὴ πῶμα<note xml:lang="mul" type="footnote" n="v.5.p.318.n.2">πτῶμα N, edd. But πῶμα is used by Lexiphanes in the sense of “id,” πόμα as Attic for “drink.”</note> γένοιτό μοι τοῦτο τῶν λόγων τὸ πόμα.  </p></sp><pb n="v.5.p.320"/><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πῖθι καὶ μὴ μέλλε, ὡς ἀνθρώπινα ἤδη φρονοίης καὶ λέγοις. </p></sp><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"> ἰδοὺ πείθομαι καὶ πίομαι. φεῦ, τί τοῦτο; πολὺς ὁ βορβορυγμός. ἐγγαστρίμυθόν τινα ἔοικα πεπωκέναι. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>