<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2:66-70</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2:66-70</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="66"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἐθέλω γοῦν σοι καὶ ἄλλου βαρβάρου ῥῆσιν ἐπὶ τούτοις <corr>εἰπεῖν.</corr> ἰδὼν γὰρ πέντε πρόσωπα τῷ ὀρχηστῇ παρεσκευασμένα — τοσούτων γὰρ μερῶν τὸ δρᾶμα ἦν — ἐζήτει, ἕνα ὁρῶν τὸν ὀρχηστήν, τίνες οἱ ὀρχησόμενοι καὶ ὑποκρινούμενοι τὰ λοιπὰ προσωπεῖα <corr>εἶεν·</corr> ἐπεὶ δὲ ἔμαθεν ὅτι αὐτὸς<note xml:lang="mul" type="footnote" n="v.5.p.268.n.3">ὁ αὐτὸς Ν, edd.</note> ὑποκρινεῖται καὶ ὑπορχήσεται τὰ πάντα, <q> ἐλελήθεις,</q> ἔφη, <q>ὦ βέλτιστε, σῶμα μὲν τοῦτο ἕν, πολλὰς δὲ τὰς ψυχὰς ἔχων.</q>  </p></sp></div><pb n="v.5.p.270"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="67"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ταῦτα μὲν ὁ βάρβαρος. οὐκ ἀπεικότως δὲ καὶ οἱ Ἰταλιῶται τὸν ὀρχηστὴν παντόμιμον καλοῦσιν, ἀπὸ τοῦ δρωμένου σχεδόν. καλὴ γὰρ ἡ ποιητικὴ παραίνεσις ἐκείνη, τό, <q>ὦ παῖ, ποντίου θηρὸς πετραίου νόον ἔχων<note xml:lang="mul" type="footnote" n="v.5.p.270.n.1">ἔχων ΓΦΝΕΑ: ἴσχον vulg. The quotation is inexact, and less complete than in Athen., XII, 513 C: ὦ τέκνον, ποντίουν θηρὸς πετραίον χραωτὶ μάλιστα νόον, προσφέρων πάσαις πολίεσσιν ὁμίλει.</note> πάσαις πολίεσσιν ὁμίλει,</q> καὶ τῷ ὀρχηστῇ ἀναγκαία· καὶ δεῖ προσφύντα τοῖς πράγμασιν συνοικειοῦν<note xml:lang="mul" type="footnote" n="v.5.p.270.n.2">συνοικειοῦν vulg.: συνοικεῖν MSS.</note> ἑαυτὸν ἑκάστῳ τῶν δρωμένων.</p><p rend="align(indent)">τὸ δὲ ὅλον ἤθη καὶ πάθη δείξειν καὶ ὑποκρινεῖσθαι ἡ ὄρχησις ἐπαγγέλλεται, νῦν μὲν ἐρῶντα, νῦν δὲ ὀργιζόμενόν τινα εἰσάγουσα, καὶ ἄλλον μεμηνότα καὶ ἄλλον λελυπημένον, καὶ ἅπαντα ταῦτα μεμετρημένως. τὸ γοῦν παραδοξότατον, τῆς αὐτῆς ἡμέρας ἄρτι μὲν Ἀθάμας μεμηνώς, ἄρτι δὲ Ἰνὼ φοβουμένη δείκνυται, καὶ ἄλλοτε Ἀτρεὺς ὁ αὐτός, καὶ μετὰ μικρὸν Θυέστης, εἶτα Αἴγισθος ἢ Ἀερόπη· καὶ πάντα ταῦτα εἷς ἄνθρωπός ἐστιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="68"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">τὰ μὲν οὖν ἄλλα θεάματα καὶ ἀκούσματα ἑνὸς ἑκάστου ἔργου τὴν ἐπίδειξιν ἔχει· ἢ γὰρ αὐλός ἐστιν ἢ κιθάρα ἢ διὰ φωνῆς μελῳδία ἢ τραγικὴ δραματουργία ἢ κωμικὴ γελωτοποιία· ὁ δὲ ὀρχηστὴς τὰ πάντα ἔχει συλλαβών, καὶ ἔνεστιν ποικίλην καὶ παμμιγῆ τὴν παρασκευὴν αὐτοῦ ἰδεῖν, αὐλόν, σύριγγα, ποδῶν κτύπον, κυμβάλου ψόφον, ὑποκριτοῦ εὐφωνίαν, ᾀδόντων ὁμοφωνίαν.  </p></sp></div><pb n="v.5.p.272"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="69"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἔτι δὲ τὰ μὲν ἄλλα θατέρου τῶν ἐν τῷ ἀνθρώπῳ ἔργα ἐστίν, τὰ μὲν ψυχῆς, τὰ δὲ σώματος· ἐν δὲ τῇ ὀρχήσει ἀμφότερα συμμέμικται. καὶ γὰρ διανοίας ἐπίδειξιν τὰ γιγνόμενα ἔχει καὶ σωματικῆς ἀσκήσεως ἐνέργειαν, τὸ δὲ μέγιστον ἡ σοφία τῶν δρωμένων καὶ τὸ<note xml:lang="mul" type="footnote" n="v.5.p.272.n.1">τὸ Ν only.</note> μηδὲν ἔξω λόγου. Λεσβῶναξ γοῦν ὁ Μυτιληναῖος, ἀνὴρ καλὸς καὶ ἀγαθός, χειρισόφους τοὺς ὀρχηστὰς ἀπεκάλει καὶ ᾔει ἐπὶ τὴν θέαν αὐτῶν ὡς βελτίων ἀναστρέψων ἀπὸ τοῦ θεάτρου. Τιμοκράτης δὲ ὁ διδάσκαλος αὐτοῦ ἰδών ποτε ἅπαξ, οὐκ ἐξεπίτηδες ἐπιστάς, ὀρχηστὴν τὰ αὑτοῦ ποιοῦντα, <q>οἵου με,</q> ἔφη <q> θεάματος ἡ πρὸς φιλοσοφίαν αἰδὼς ἀπεστέρηκεν.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="70"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">εἰ δʼ ἔστιν ἀληθῆ ἃ περὶ ψυχῆς ὁ Πλάτων λέγει, τὰ τρία μέρη αὐτῆς καλῶς ὁ ὀρχηστὴς δείκνυσιν, τὸ θυμικὸν ὅταν ὀργιζόμενον ἐπιδείκνυται, τὸ ἐπιθυμητικὸν ὅταν ἐρῶντας ὑποκρίνηται, τὸ λογιστικὸν ὅταν ἕκαστα τῶν παθῶν χαλιναγωγῇ· τοῦτο μέν γε ἐν ἅπαντι μέρει τῆς ὀρχήσεως καθάπερ ἡ ἁφὴ ἐν ταῖς αἰσθήσεσιν παρέσπαρται.<note xml:lang="mul" type="footnote" n="v.5.p.272.n.2">κατέσπαρται A.</note> κάλλους δὲ προνοῶν καὶ τῆς ἐν τοῖς ὀρχήμασιν εὐμορφίας, τί ἄλλο ἢ τὸ τοῦ Ἀριστοτέλους ἐπαληθεύει, τὸ κάλλος ἐπαινοῦντος καὶ μέρος τρίτον ἡγουμένου τἀγαθοῦ καὶ τοῦτο εἶναι; ἤκουσα δέ τινος καὶ περιττότερόν τι νεανιευομένου <pb n="v.5.p.274"/> ὑπὲρ τῆς τῶν ὀρχηστικῶν προσωπείων σιωπῆς, ὅτι καὶ αὕτη Πυθαγορικόν τι δόγμα αἰνίττεται.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>