<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2:61-65</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2:61-65</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="61"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">συνελόντι δὲ εἰπεῖν, οὐδὲν τῶν ὑπὸ τοῦ Ὁμήρου καὶ Ἡσιόδου καὶ τῶν ἀρίστων ποιητῶν καὶ μάλιστα τῆς τραγῳδίας λεγομένων ἀγνοήσει.</p><pb n="v.5.p.264"/><p rend="align(indent)">Ταῦτα πάνυ ὀλίγα ἐκ πολλῶν, μᾶλλον δὲ ἀπείρων τὸ πλῆθος, ἐξελὼν τὰ κεφαλαιωδέστερα κατέλεξα, τὰ ἄλλα τοῖς τε ποιηταῖς ᾄδειν ἀφεὶς καὶ τοῖς ὀρχησταῖς αὐτοῖς δεικνύναι καὶ σοὶ προσεξευρίσκειν καθʼ ὁμοιότητα τῶν προειρημένων, ἅπερ ἅπαντα πρόχειρα καὶ πρὸς τὸν καιρὸν ἕκαστον τῷ ὀρχηστῇ προπεπορισμένα καὶ προτεταμιευμένα κεῖσθαι ἀναγκαῖον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="62"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἐπεὶ δὲ μιμητικός ἐστι καὶ κινήμασι τὰ ᾀδόμενα δείξειν ὑπισχνεῖται, ἀναγκαῖον αὐτῷ, ὅπερ καὶ τοῖς ῥήτορσι, σαφήνειαν ἀσκεῖν, ὡς ἕκαστον τῶν δεικνυμένων ὑπʼ αὐτοῦ δηλοῦσθαι μηδενὸς ἐξηγητοῦ δεόμενον, ἀλλʼ ὅπερ ἔφη ὁ Πυθικὸς χρησμός, δεῖ τὸν θεώμενον ὄρχησιν καὶ κωφοῦ συνιέναι καὶ μὴ λαλέοντος τοῦ ὀρχηστοῦ ἀκούειν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="63"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge"><corr>Ὃ</corr> δὴ καὶ Δημήτριον τὸν Κυνικὸν παθεῖν λέγουσιν. ἐπεὶ γὰρ καὶ αὐτὸς ὅμοιά σοι κατηγόρει τῆς ὀρχηστικῆς, λέγων τοῦ αὐλοῦ καὶ τῶν συρίγγων καὶ τῶν κτύπων πάρεργόν τι τὸν ὀρχηστὴν εἶναι, μηδὲν αὐτὸν πρὸς τὸ δρᾶμα συντελοῦντα, κινούμενον δὲ ἄλογον ἄλλως κίνησιν καὶ μάταιον, οὐδενὸς αὐτῇ νοῦ προσόντος, τῶν δὲ ἀνθρώπων τοῖς περὶ τὸ πρᾶγμα γοητευομένων,<note xml:lang="mul" type="footnote" n="v.5.p.264.n.1">γοητευομένων φ2 vulg.: γοητευομένοις ΓΕΦ1 ΩΝ.</note> ἐσθῆτι σηρικῇ καὶ προσωπείῳ εὐπρεπεῖ, αὐλῷ τε καὶ τερετίσμασι καὶ τῇ τῶν ᾀδόντων εὐφωνίᾳ, οἷς κοσμεῖσθαι μηδὲν ὂν τὸ τοῦ ὀρχηστοῦ πρᾶγμα, ὁ τότε κατὰ τὸν Νέρωνα εὐδοκιμῶν ὀρχηστής, οὐκ <pb n="v.5.p.266"/> ἀσύνετος, ὥς φασιν, ἀλλʼ εἰ καί τις ἄλλος ἔν τε ἱστορίας μνήμῃ καὶ κινήσεως κάλλει διενεγκών, ἐδεήθη τοῦ Δημητρίου εὐγνωμονεστάτην, οἶμαι, τὴν δέησιν, ἰδεῖν ὀρχούμενον, ἔπειτα κατηγορεῖν <corr>αὐτοῦ·</corr> καὶ ὑπέσχετό γε ἄνευ αὐλοῦ καὶ ᾀσμάτων ἐπιδείξεσθαι αὐτῷ. καὶ οὕτως ἐποίησεν· ἡσυχίαν γὰρ τοῖς τε κτυποῦσι καὶ τοῖς αὐλοῦσι καὶ αὐτῷ παραγγείλας τῷ χορῷ, αὐτὸς ἐφʼ ἑαυτοῦ ὠρχήσατο τὴν Ἀφροδίτης καὶ Ἄρεος μοιχείαν, Ἥλιον <corr>μηνύοντα</corr> καὶ Ἥφαιστον ἐπιβουλεύοντα καὶ τοῖς δεσμοῖς ἀμφοτέρους, τήν τε Ἀφροδίτην καὶ τὸν Ἄρη, σαγηνεύοντα, καὶ τοὺς ἐφεστῶτας θεοὺς ἕκαστον αὐτῶν, καὶ αἰδουμένην μὲν τὴν Ἀφροδίτην, ὑποδεδοικότα<note xml:lang="mul" type="footnote" n="v.5.p.266.n.1">ὑποδεδυκότα 1.</note> δὲ καὶ ἱκετεύοντα τὸν Ἄρη, καὶ ὅσα τῇ ἱστορίᾳ ταύτῃ πρόσεστιν, ὥστε τὸν Δημήτριον ὑπερησθέντα τοῖς γιγνομένοις τοῦτον ἔπαινον ἀποδοῦναι τὸν μέγιστον τῷ <corr>ὀρχηστῇ·</corr> ἀνέκραγε γὰρ καὶ μεγάλῃ τῇ φωνῇ ἀνεφθέγξατο, <q> ἀκούω, ἄνθρωπε, ἃ ποιεῖς· οὐχ ὁρῶ μόνον, ἀλλά μοι δοκεῖς ταῖς χερσὶν αὐταῖς λαλεῖν.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="64"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἐπεὶ δὲ κατὰ τὸν Νέρωνά ἐσμεν τῷ λόγῳ, βούλομαι καὶ βαρβάρου ἀνδρὸς τὸ ἐπὶ τοῦ αὐτοῦ ὀρχηστοῦ γενόμενον εἰπεῖν, ὅπερ μέγιστος ἔπαινος ὀρχηστικῆς γένοιτʼ ἄν. τῶν γὰρ ἐκ τοῦ Πόντου βαρβάρων βασιλικός τις ἄνθρωπος κατά τι χρέος ἥκων ὡς τὸν Νέρωνα ἐθεᾶτο μετὰ τῶν ἄλλων τὸν ὀρχηστὴν ἐκεῖνον οὕτω σαφῶς ὀρχούμενον ὡς καίτοι μὴ ἐπακούοντα τῶν ᾀδομένων — ἡμιέλλην γάρ τις ὢν ἐτύγχανεν — συνεῖναι ἁπάντων. καὶ <pb n="v.5.p.268"/> δὴ ἀπιὼν ἤδη ἐς τὴν οἰκείαν,<note xml:lang="mul" type="footnote" n="v.5.p.268.n.1">οἰκίαν MSS, corrected by Jacobitz.</note> τοῦ Νέρωνος δεξιουμένου καὶ ὅ τι βούλοιτο αἰτεῖν κελεύοντος καὶ δώσειν ὑπισχνουμένου, <q> τὸν ὀρχηστήν,</q> ἔφη, <q>δοὺς τὰ μέγιστα εὐφρανεῖς.</q> τοῦ δὲ Νέρωνος ἐρομένου, <q>τί ἄν σοι χρήσιμος γένοιτο ἐκεῖ;</q> <q> προσοίκους,</q> ἔφη, <q> βαρβάρους ἔχω, οὐχ ὁμογλώττους, καὶ ἑρμηνέων οὐ ῥᾴδιον εὐπορεῖν πρὸς αὐτούς. ἢν οὖν τινος δέωμαι, διανεύων οὗτος ἕκαστά μοι ἑρμηνεύσει.</q> τοσοῦτον ἄρα καθίκετο αὐτοῦ ἡ μίμησις τῆς ὀρχήσεως ἐπίσημός τε καὶ σαφὴς φανεῖσα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="65"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἡ δὲ πλείστη διατριβὴ καὶ ὁ σκοπὸς τῆς ὀρχηστικῆς ἡ ὑπόκρισίς ἐστιν, ὡς ἔφην, κατὰ τὰ αὐτὰ καὶ τοῖς ῥήτορσιν ἐπιτηδευομένη, καὶ μάλιστα τοῖς τὰς καλουμένας ταύτας μελέτας διεξιοῦσιν· οὐδὲν γοῦν καὶ ἐν ἐκείνοις μᾶλλον ἐπαινοῦμεν ἢ τὸ<note xml:lang="mul" type="footnote" n="v.5.p.268.n.2">ἢ τὸ Text Madvig: οἶδε(ν) γοῦν καὶ ἐν ἐκείνοις μᾶλλον ἐπαινονμένη τὸ (τῷ) MSS.</note> ἐοικέναι τοῖς ὑποκειμένοις προσώποις καὶ μὴ ἀπῳδὰ εἶναι τὰ λεγόμενα τῶν εἰσαγομένων ἀριστέων ἢ τυραννοκτόνων ἢ πενήτων ἢ γεωργῶν, ἀλλʼ ἐν ἑκάστῳ τούτων τὸ ἴδιον καὶ τὸ ἐξαίρετον δείκνυσθαι.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>