<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2:31-35</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2:31-35</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="31"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">αἱ δὲ ὑποθέσεις κοιναὶ ἀμφοτέροις, καὶ <corr>οὐδέν</corr> τι διακεκριμέναι τῶν τραγικῶν αἱ ὀρχηστικαί, πλὴν ὅτι ποικιλώτεραι αὗται καὶ πολυμαθέστεραι καὶ μυρίας μεταβολὰς ἔχουσαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="32"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">εἰ δὲ μὴ ἐναγώνιος ἡ ὄρχησις, ἐκείνην εἶναί φημι αἰτίαν, τὸ δόξαι τοῖς ἀγωνοθέταις μεῖζον καὶ σεμνότερον τὸ πρᾶγμα ἢ ὥστε εἰς ἐξέτασιν καλεῖσθαι. ἐῶ λέγειν ὅτι πόλις ἐν Ἰταλίᾳ, τοῦ Χαλκιδικοῦ γένους ἡ ἀρίστη, καὶ τοῦτο ὥσπερ τι κόσμημα τῷ παρʼ αὐτοῖς ἀγῶνι προστέθεικεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="33"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἐθέλω δέ σοι ἐνταῦθα ἤδη ἀπολογήσασθαι ὑπὲρ τῶν παραλελειμμένων τῷ λόγῳ παμπόλλων ὄντων, ὡς μὴ δόξαν ἀγνοίας ἢ ἀμαθίας παράσχωμαι. οὐ γάρ με λέληθεν ὅτι πολλοὶ πρὸ ἡμῶν περὶ ὀρχήσεως συγγεγραφότες τὴν πλείστην διατριβὴν τῆς γραφῆς ἐποιήσαντο πάντα τῆς ὀρχήσεως τὰ εἴδη ἐπεξιόντες καὶ ὀνόματα αὐτῶν καταλέγοντες καὶ οἵα ἑκάστη καὶ ὑφʼ ὅτου εὑρέθη, πολυμαθίας ταύτην ἐπίδειξιν ἡγούμενοι παρέξειν. ἐγὼ δὲ μάλιστα μὲν τὴν περὶ ταῦτα φιλοτιμίαν ἀπειρόκαλόν τε καὶ ὀψιμαθῆ καὶ ἐμαυτῷ ἄκαιρον οἴομαι εἶναι καὶ διὰ τοῦτο παρίημι· </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="34"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ἔπειτα δὲ <corr>κἀκεῖνό</corr> σε ἀξιῶ ἐννοεῖν καὶ μεμνῆσθαι, ὅτι μοι νῦν οὐ πᾶσαν ὄρχησιν πρόκειται γενεαλογεῖν, οὐδὲ τοῦτον τὸν σκοπὸν ὑπεστησάμην τῷ λόγῳ, ὀρχήσεων <pb n="v.5.p.244"/> ὀνόματα καταριθμήσασθαι, πλὴν ὅσων ἐν ἀρχῇ ὀλίγων ἐπεμνήσθην τὰς γενικωτέρας αὐτῶν προχειρισάμενος· ἀλλὰ τό γε ἐν τῷ παρόντι μοι κεφάλαιον τοῦ λόγου τοῦτό ἐστιν, τὴν νῦν ὄρχησιν καθεστῶσαν ἐπαινέσαι καὶ δεῖξαι ὅσα ἐν αὑτῇ τερπνὰ καὶ χρήσιμα περιλαβοῦσα ἔχει, οὐ πάλαι ἀρξαμένη ἐς τοσοῦτο κάλλος ἐπιδιδόναι, ἀλλὰ κατὰ τὸν Σεβαστὸν μάλιστα.</p><p rend="align(indent)">αἱ μὲν γὰρ πρῶται ἐκεῖναι ὥσπερ τινὲς ῥίζαι καὶ θεμέλιοι<note xml:lang="mul" type="footnote" n="v.5.p.244.n.1">θεμέλια C, conrary to Lucianic usage.</note> τῆς ὀρχήσεως ἦσαν, τὸ δὲ ἄνθος αὐτῆς καὶ τὸν τελεώτατον καρπόν, ὅσπερ<note xml:lang="mul" type="footnote" n="v.5.p.244.n.2">ὅσπερ ΕΦΩ Ν2: ὥσπερ ΓΝ1: ὅπερ (C) A.</note> νῦν μάλιστα ἐς τὸ ἀκρότατον ἀποτετέλεσται, τοῦτον<note xml:lang="mul" type="footnote" n="v.5.p.244.n.3">τοῦτον οὖν Γ1: τοῦτο νῦν Γ2, other MSS. Cf.</note> οὖν ὁ ἡμέτερος λόγος διεξέρχεται, παρεὶς τὸ θερμαυστρίζειν καὶ γέρανον ὀρχεῖσθαι καὶ τὰ ἄλλα ὡς μηδὲν τῇ νῦν ταύτῃ ἔτι προσήκοντα. οὐδὲ γὰρ ἐκεῖνο τὸ Φρύγιον τῆς ὀρχήσεως εἶδος, τὸ παροίνιον καὶ συμποτικόν, μετὰ μέθης γιγνόμενον ἀγροίκων πολλάκις πρὸς αὔλημα γυναικεῖον ὀρχουμένων σφοδρὰ καὶ καματηρὰ<note xml:lang="mul" type="footnote" n="v.5.p.244.n.4">σφόδρα καὶ καματηρὰ EΝ: καὶ omitted in other MSS. Cf. Hist. Conscr. 43.</note> πηδήματα, καὶ νῦν ἔτι ταῖς ἀγροικίαις ἐπιπολάζοντα,<note xml:lang="mul" type="footnote" n="v.5.p.244.n.5">ἐπιπολάζον Madvig, but cf. ταῦτα, below.</note> ὑπʼ ἀγνοίας παρέλιπον, ἀλλʼ ὅτι μηδὲν ταῦτα τῇ νῦν ὀρχήσει κοινωνεῖ. καὶ <corr>γὰρ</corr> ὁ Πλάτων ἐν τοῖς Νόμοις τὰ μέν τινα εἴδη ἐπαινεῖ ταύτης, τὰ δὲ πάνυ ἀπαξιοῖ, διαιρῶν αὐτὰ ἔς τε τὸ τερπνὸν καὶ <pb n="v.5.p.246"/> τὸ χρήσιμον καὶ ἀπελαύνων αὐτῶν τὰ ἀσχημονέστερα, προτιμῶν δὲ καὶ θαυμάζων θάτερα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="35"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">καὶ περὶ μὲν αὐτῆς ὀρχήσεως τοσαῦτα· τὸ γὰρ πάντα ἐπεξιόντα μηκύνειν τὸν λόγον ἀπειρόκαλον. ἃ δὲ τὸν ὀρχηστὴν αὐτὸν ἔχειν χρὴ καὶ ὅπως δεῖ ἠσκῆσθαι καὶ ἃ μεμαθηκέναι καὶ οἷς κρατύνειν τὸ ἔργον, ἤδη σοι δίειμι, ὡς μάθῃς οὐ τῶν ῥᾳδίων καὶ τῶν εὐμεταχειρίστων οὖσαν <corr>τὴν</corr> τέχνην, ἀλλὰ πάσης παιδεύσεως ἐς τὸ ἀκρότατον ἀφικνουμένην, οὐ μουσικῆς μόνον ἀλλὰ καὶ ῥυθμικῆς καὶ μετρικῆς, καὶ τῆς σῆς φιλοσοφίας μάλιστα, τῆς τε φυσικῆς καὶ τῆς ἠθικῆς· τὴν γὰρ διαλεκτικὴν αὐτῆς περιεργίαν ἄκαιρον αὑτῇ νενόμικεν. οὐ μὴν οὐδὲ ῥητορικῆς ἀφέστηκεν, ἀλλὰ καὶ ταύτης μετέχει, καθʼ ὅσον ἤθους τε καὶ πάθους ἐπιδεικτική ἐστιν, ὧν καὶ οἱ ῥήτορες γλίχονται. οὐκ ἀπήλλακται δὲ καὶ γραφικῆς καὶ πλαστικῆς, ἀλλὰ καὶ τὴν ἐν ταύταις εὐρυθμίαν μάλιστα μιμουμένη φαίνεται, ὡς μηδὲν ἀμείνω μήτε Φειδίαν αὐτῆς μήτε Ἀπελλῆν εἶναι δοκεῖν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>