<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:7-9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:7-9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="7"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">τὴν δὴ τοσαύτην εὔνοιαν αὐτῶν καὶ τὴν ἐν τοῖς δεινοῖς κοινωνίαν καὶ τὸ πιστὸν καὶ φιλέταιρον <pb n="v.5.p.114"/> καὶ τὸ ἀληθὲς καὶ βέβαιον τοῦ πρὸς ἀλλήλους ἔρωτος, οὐκ ἀνθρώπινα ταῦτα ᾠήθημεν εἶναι, ἀλλά τινος γνώμης βελτίονος ἢ κατὰ τοὺς πολλοὺς τούτους ἀνθρώπους, οἳ μέχρι μὲν κατʼ οὖρον ὁ πλοῦς εἴη τοῖς φίλοις,<note xml:lang="mul" type="footnote" n="v.5.p.114.n.1">τοῖς φίλοις Previous editions throw τοῖς φίλοις with what follows, by setting the comma before it.</note> ἀγανακτοῦσιν εἰ μὴ ἐπʼ ἴσης κοινωνήσουσιν τῶν ἡδέων, εἰ δέ τι καὶ μικρὸν<note xml:lang="mul" type="footnote" n="v.5.p.114.n.2">καὶ μικρὸν Text NB: other MSS.repeat τι after μικρόν.</note> ἀντιπνεύσειεν<note xml:lang="mul" type="footnote" n="v.5.p.114.n.3">ἀντιπνεύσειεν Ν : ἀντιπνεύσει Α ἀντιπνεύσῃ ΒΜ and Γ2, in an erasure; Γ1 must have written -ει.</note> αὐτοῖς, οἴχονται μόνους τοῖς κινδύνοις ἀπολιπόντες. καὶ γὰρ οὖν καὶ τόδε ὅπως εἰδῇς, οὐδὲν Σκύθαι φιλίας μεῖζον οἴονται εἶναι, οὐδὲ ἔστιν ἐφʼ ὅτῳ ἄν τις Σκύθης μᾶλλον σεμνύναιτο ἢ ἐπὶ τῷ συμπονῆσαι φίλῳ ἀνδρὶ καὶ κοινωνῆσαι τῶν δεινῶν, ὥσπερ οὐδὲν ὄνειδος μεῖζον παρʼ ἡμῖν τοῦ προδότην φιλίας γεγενῆσθαι δοκεῖν. διὰ ταῦτα Ὀρέστην καὶ Πυλάδην τιμῶμεν, ἀρίστους γενομένους τὰ Σκυθῶν ἀγαθὰ καὶ ἐν φιλίᾳ διενεγκόντας, ὃ πρῶτον ἡμεῖς ἁπάντων θαυμάζομεν, καὶ τοὔνομα ἐπὶ τούτοις αὐτῶν ἐθέμεθα Κοράκους<note xml:lang="mul" type="footnote" n="v.5.p.114.n.4">Κονάχους C2A2 (ν over ρ, χ over κ).</note> καλεῖσθαι· τοῦτο δέ ἐστιν ἐν τῇ ἡμετέρᾳ φωνῇ ὥσπερ ἂν εἴ τις λέγοι <q>φίλιοι δαίμονες.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="8"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> ὦ Τόξαρι, οὐ μόνον ἄρα τοξεύειν ἀγαθοὶ ἦσαν Σκύθαι καὶ τὰ πολεμικὰ τῶν ἄλλων ἀμείνους, ἀλλὰ καὶ ῥῆσιν εἰπεῖν ἁπάντων πιθανώτατοι. ἐμοὶ γοῦν τέως ἄλλως γιγνώσκοντι ἤδη καὶ αὐτῷ δίκαια ποιεῖν δοκεῖτε οὕτως Ὀρέστην καὶ Πυλάδην ἐκθειάσαντες. ἐλελήθεις δέ με, ὦ γενναῖε, καὶ γραφεὺς ἀγαθὸς ὤν. πάνυ γοῦν ἐναργῶς <pb n="v.5.p.116"/> ἐπέδειξας ἡμῖν τὰς ἐν τῷ Ὀρεστείῳ εἰκόνας καὶ τὴν μάχην τῶν ἀνδρῶν καὶ τὰ ὑπὲρ ἀλλήλων <corr>τραύματα.</corr> πλὴν ἀλλʼ οὐκ ᾠήθην ἂν οὕτω ποτὲ περισπούδαστον εἶναι φιλίαν ἐν Σκύθαις· ἅτε γὰρ ἀξένους<note xml:lang="mul" type="footnote" n="v.5.p.116.n.1">ἀξένους du Soul: ξένους MSS.</note> καὶ ἀγρίους ὄντας αὐτοὺς ἔχθρᾳ μὲν ἀεὶ συνεῖναι καὶ ὀργῇ καὶ θυμῷ, φιλίαν δὲ μηδὲ πρὸς τοὺς οἰκειοτάτους ἐπαναιρεῖσθαι, τεκμαιρόμενος τοῖς τε ἄλλοις ἃ περὶ αὐτῶν ἀκούομεν καὶ ὅτι κατεσθίουσι τοὺς πατέρας ἀποθανόντας. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="9"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> εἰ μὲν καὶ τὰ ἄλλα ἡμεῖς τῶν Ἑλλήνων καὶ δικαιότεροι τὰ πρὸς τοὺς γονέας καὶ ὁσιώτεροί ἐσμεν, οὐκ ἂν ἐν τῷ παρόντι φιλοτιμηθείην πρὸς σέ. ὅτι δὲ οἱ φίλοι οἱ<note xml:lang="mul" type="footnote" n="v.5.p.116.n.2">οἱ Βekker: not in MSS.</note> Σκύθαι πολὺ πιστότεροι τῶν Ἑλλήνων φίλων εἰσὶν καὶ ὅτι πλείων φιλίας λόγος παρʼ ἡμῖν ἢ παρʼ ὑμῖν, ῥᾴδιον ἐπιδεῖξαι· καὶ πρὸς θεῶν τῶν Ἑλλήνων μὴ πρὸς ἀχθηδόνα μου ἀκούσῃς ἢν εἴπω τι ὧν κατανενόηκα πολὺν ἤδη χρόνον ὑμῖν συγγινόμενος.</p><p rend="align(indent)"> ὑμεῖς γάρ μοι δοκεῖτε τοὺς μὲν περὶ φιλίας λόγους ἄμεινον ἄλλων ἂν εἰπεῖν δύνασθαι, τἄργα δὲ αὐτῆς οὐ μόνον οὐ κατʼ ἀξίαν τῶν λόγων ἐκμελετᾶν, ἀλλʼ ἀπόχρη ὑμῖν ἐπαινέσαι τε αὐτὴν καὶ δεῖξαι ἡλίκον ἀγαθόν ἐστιν· ἐν δὲ ταῖς χρείαις προδόντες τοὺς λόγους δραπετεύετε οὐκ οἶδʼ ὅπως ἐκ μέσων τῶν ἔργων. καὶ ὁπόταν ὑμῖν οἱ τραγῳδοὶ τὰς τοιαύτας φιλίας ἐπὶ τὴν σκηνὴν <pb n="v.5.p.118"/> ἀναβιβάσαντες δεικνύωσιν ἐπαινεῖτε καὶ ἐπικροτεῖτε καὶ κινδυνεύουσιν αὐτοῖς ὑπὲρ ἀλλήλων οἱ πολλοὶ καὶ ἐπιδακρύετε, αὐτοὶ δὲ οὐδὲν ἄξιον ἐπαίνου ὑπὲρ τῶν φίλων παρέχεσθαι τολμᾶτε, ἀλλʼ ἤν του φίλος δεηθεὶς τύχῃ, αὐτίκα μάλα ὥσπερ τὰ ὀνείρατα οἴχονται ὑμῖν ἐκποδὼν ἀποπτάμεναι αἱ πολλαὶ ἐκεῖναι τραγῳδίαι, τοῖς κενοῖς τούτοις καὶ κωφοῖς προσωπείοις ἐοικότας ὑμᾶς ἀπολιποῦσαι, ἃ διηρμένα<note xml:lang="mul" type="footnote" n="v.5.p.118.n.1">διηρμένα Coraes: διηρ ημένα  MSS.</note> τὸ στόμα καὶ παμμέγεθες κεχηνότα οὐδὲ τὸ σμικρότατον φθέγγεται. ἡμεῖς δὲ <corr>ἔμπαλιν·</corr> ὅσῳ γὰρ δὴ λειπόμεθα ἐν τοῖς περὶ φιλίας λόγοις, τοσοῦτον ἐν τοῖς ἔργοις αὐτῆς πλεονεκτοῦμεν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>