<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:49-51</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:49-51</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="49"><sp><speaker>Τόξαρις</speaker><p rend="merge">ὁ δὲ Λογχάτης ἀγνοούμενος παρελθὼν ἐς τὸν Βόσπορον <corr>προσέρχεται</corr> τῷ βασιλεῖ διοικουμένῳ τι τῆς ἀρχῆς καὶ φησὶν ἥκειν μὲν ἀπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν, ἰδίᾳ δὲ αὐτῷ μεγάλα πράγματα κομίζων. τοῦ δὲ λέγειν κελεύσαντος, <q>οἱ μὲν Σκύθαι,</q> φησίν, <q>τὰ κοινὰ ταῦτα καὶ τὰ καθʼ ἡμέραν ἀξιοῦσιν, μὴ ὑπερβαίνειν τοὺς νομέας ὑμῶν ἐς τὸ πεδίον ἀλλὰ μέχρι τοῦ τράχωνος <corr>νέμειν·</corr> τοὺς δὲ λῃστὰς οὓς αἰτιᾶσθε ὡς κατατρέχοντας ὑμῶν τὴν χώραν οὐ φασὶν ἀπὸ κοινῆς γνώμης ἐκπέμπεσθαι, ἀλλὰ ἰδίᾳ ἕκαστον ἐπὶ τῷ κέρδει κλωπεύειν· εἰ δέ τις ἁλίσκοιτο αὐτῶν,<note xml:lang="mul" type="footnote" n="v.5.p.180.n.3">αὐτὸν B: i.e., αὐτὸν σὲ, and so Bekker and Dindorf.</note> σὲ κύριον εἶναι κολάζειν. ταῦτα μὲν ἐκεῖνοι ἐπεστάλκασιν, </q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="50"><sp><speaker>Τόξαρις</speaker><p rend="merge"><q rend="merge">ἐγὼ δὲ μηνύω<note xml:lang="mul" type="footnote" n="v.5.p.180.n.4">μηνύσω NA.</note> σοι μεγάλην ἔφοδον ἐσομένην ἐφʼ ὑμᾶς ὑπʼ Ἀρσακόμα τοῦ Μαριάντα, <pb n="v.5.p.182"/> ὃς ἐπρέσβευε πρῴην παρὰ σὲ καί, οἶμαι, διότι αἰτήσας τὴν θυγατέρα οὐκ ἔτυχε παρὰ σοῦ, ἀγανακτεῖ καὶ ἐπὶ τῆς βύρσης ἑβδόμην ἡμέραν ἤδη κάθηται καὶ συνῆκται στρατὸς οὐκ ὀλίγος αὐτῷ.</q></p><p rend="align(indent)"><q> ἤκουσα,</q> ἔφη ὁ Λευκάνωρ, <q> καὶ αὐτὸς ἀθροίζεσθαι δύναμιν ἀπὸ βύρσης, ὅτι δʼ ἐφʼ ἡμᾶς συνίσταται καὶ ὅτι Ἀρσακόμας ὁ ἐλαύνων ἐστὶν ἠγνόουν.</q> <q> ἀλλʼ ἐπὶ σέ,</q> ἔφη ὁ Λογχάτης, <q>ἡ παρασκευή. ἐμοὶ δὲ ἐχθρὸς ὁ Ἀρσακόμας ἐστί, καὶ ἄχθεται διότι προτιμῶμαι αὐτοῦ ὑπὸ τῶν γεραιτέρων καὶ ἀμείνων τὰ πάντα δοκῶ εἶναι· εἰ δέ μοι ὑπόσχοιο τὴν ἑτέραν σου θυγατέρα Βαρκέτιν, οὐδὲ<note xml:lang="mul" type="footnote" n="v.5.p.182.n.1">οὐδὲ Fritzsche: οὔτε MSS.</note> τὰ ἄλλα ἀναξίῳ ὑμῶν ὄντι, οὐκ εἰς μακράν σοι ἥξω τὴν κεφαλὴν αὐτοῦ κομίζων.</q> <q>ὑπισχνοῦμαι,</q> ἔφη ὁ βασιλεύς, μάλα περιδεὴς γενόμενος· ἔγνω γὰρ τὴν αἰτίαν τῆς ὀργῆς τῆς Ἀρσακόμα τὴν ἐπὶ τῷ γάμῳ, καὶ ἄλλως ὑπέπτησσεν ἀεὶ τοὺς Σκύθας.</p><p rend="align(indent)">ὁ δὲ Λογχάτης, <q>ὄμοσον,</q> εἶπεν, <q>ἦ μὴν φυλάξειν τὰς συνθήκας, μηδὲ ἀπαρνήσεσθαι τότε ἤδη, τούτων γενομένων.<note xml:lang="mul" type="footnote" n="v.5.p.182.n.2">γενομένων Punctuation Bekker's and mine: ἀπαρνήσεσθαι. τότε ἤδη τούτων γενομένων καὶ ἐπεὶ vulg. Bekker set the full Stop after γενομένων; have added the comma after ἤδη.</note></q> καὶ ἐπεὶ ἀνατείνας εἰς τὸν οὐρανὸν ἤθελεν ὀμνύειν, <q>μὴ σύ γε ἐνταῦθα,</q> εἶπεν, <q>μὴ καί τις ὑπίδηται τῶν ὁρώντων ἐφʼ ὅτῳ ὁρκωμοτοῦμεν, ἀλλὰ εἰς τὸ ἱερὸν τοῦ Ἄρεως τουτὶ εἰσελθόντες, ἐπικλεισάμενοι τὰς θύρας ὀμνύωμεν, ἀκουσάτω δὲ μηδείς· εἰ γάρ τι <pb n="v.5.p.184"/> τούτων πύθοιτο Ἀρσακόμας, δέδια μὴ προθύσηται με τοῦ πολέμου, χεῖρα οὐ μικρὰν ἤδη περιβεβλημένος.</q> <q> εἰσίωμεν,</q> ἔφη ὁ βασιλεύς, <q> ὑμεῖς δὲ ἀπόστητε ὅτι πορρωτάτω· μηδεὶς δὲ παρέστω ἐς τὸν νεὼν ὅντινα μὴ ἐγὼ καλέσω.</q></p><p rend="align(indent)">Ἐπεὶ δὲ οἱ μὲν εἰσῆλθον, οἱ δορυφόροι δὲ ἀπέστησαν, σπασάμενος τὸν ἀκινάκην, ἐπισχὼν τῇ ἑτέρᾳ τὸ στόμα ὡς μὴ βοήσειε, παίει παρὰ τὸν μαστόν, εἶτα ἀποτεμὼν τὴν κεφαλὴν ὑπὸ τῇ χλαμύδι ἔχων ἐξῄει, μεταξὺ διαλεγόμενος δῆθεν αὐτῷ καὶ διὰ ταχέων ἥξειν λέγων, ὡς δὴ ἐπί τι πεμφθεὶς ὑπʼ ἐκείνου. καὶ οὕτως ἐπὶ τὸν τόπον ἀφικόμενος ἔνθα καταδεδεμένον καταλελοίπει τὸν ἵππον, ἀναβὰς ἀφιππάσατο εἰς τὴν Σκυθίαν. δίωξις δὲ οὐκ ἐγένετο αὐτοῦ, ἐπὶ πολὺ ἀγνοησάντων τὸ γεγονὸς τῶν Βοσπορανῶν, καὶ ὅτε ἔγνωσαν, ὑπὲρ τῆς βασιλείας στασιαζόντων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="51"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">ταῦτα μὲν ὁ Λογχάτης ἔπραξεν καὶ τὴν ὑπόσχεσιν ἀπεπλήρωσεν τῷ Ἀρσακόμᾳ παραδοὺς τὴν κεφαλὴν τοῦ Λευκάνορος. ὁ Μακέντης δὲ καθʼ ὁδὸν ἀκούσας τὰ ἐν Βοσπόρῳ γενόμενα ἧκεν εἰς τοὺς Μάχλυας καὶ πρῶτος ἀγγείλας αὐτοῖς τὸν φόνον τοῦ βασιλέως, <q>ἡ πόλις δέ,</q> ἔφη, <q>ὦ Ἀδύρμαχε, σὲ γαμβρὸν ὄντα ἐπὶ τὴν βασιλείαν καλεῖ· ὥστε σὺ μὲν προελάσας παραλάμβανε τὴν <pb n="v.5.p.186"/> ἀρχήν, τεταραγμένοις τοῖς πράγμασιν ἐπιφανείς, ἡ κόρη δέ σοι κατόπιν ἐπὶ τῶν ἁμαξῶν ἑπέσθω· ῥᾷον γὰρ οὕτω προσάξεις Βοσπορανῶν τοὺς πολλούς, ἰδόντας τὴν Λευκάνορος θυγατέρα. ἐγὼ δὲ Ἀλανός τέ εἰμι καὶ τῇ παιδὶ ταύτῃ συγγενὴς <corr>μητρόθεν·</corr> παρʼ ἡμῶν γὰρ οὖσαν τὴν Μάστειραν ἠγάγετο ὁ Λευκάνωρ. καὶ νῦν σοι ἥκω παρὰ τῶν Μαστείρας ἀδελφῶν τῶν ἐν Ἀλανίᾳ παρακελευομένων ὅτι τάχιστα ἐλαύνειν ἐπὶ τὸν Βόσπορον καὶ μὴ περιιδεῖν ἐς<note xml:lang="mul" type="footnote" n="v.5.p.186.n.1">ὡς A: for ἐς cf. Herodotus III, 140.</note> Εὐβίοτον περιελθοῦσαν τὴν ἀρχήν, ὃς ἀδελφὸς ὢν νόθος Λευκάνορος Σκύθαις μὲν ἀεὶ φίλος ἐστίν, Ἀλανοῖς δὲ ἀπέχθεται.</q> Ταῦτα δὲ ἔλεγεν ὁ Μακέντης ὁμόσκευος καὶ ὁμόγλωττος τοῖς Ἀλανοῖς <corr>ὤν·</corr> κοινὰ γὰρ ταῦτα Ἀλανοῖς καὶ Σκύθαις, πλὴν ὅτι οὐ πάνυ κομῶσιν οἱ Ἀλανοὶ ὥσπερ οἱ Σκύθαι. ἀλλὰ ὁ Μακέντης καὶ τοῦτο εἴκαστο αὐτοῖς καὶ <corr>ἀποκεκάρκει</corr> τῆς κόμης ὁπόσον εἰκὸς ἦν ἔλαττον κομᾶν τὸν Ἀλανὸν τοῦ Σκύθου· ὥστε ἐπιστεύετο διὰ ταῦτα καὶ ἐδόκει<note xml:lang="mul" type="footnote" n="v.5.p.186.n.2">καὶ ἐδόκει not in A.</note> Μαστείρας καὶ Μαζαίας συγγενὴς εἶναι.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>