<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="41"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">τοῦτο γενόμενον παρεμυθήσατο ἅπαντας Σκύθας καὶ οὐκέτι ἡττᾶσθαι ἐνόμιζον, ὁρῶντες ὅτι τὸ <pb n="v.5.p.170"/> μέγιστον ἡμῖν τῶν ἀγαθῶν οὐκ ἀπήγαγον οἱ πολέμιοι, ἀλλʼ ἔτι<note xml:lang="mul" type="footnote" n="v.5.p.170.n.1">ἔτι Paetzolt: ὅτι MSS.</note> ἦν παρʼ ἡμῖν ἡ ἀγαθὴ γνώμη καὶ ἡ πρὸς τοὺς φίλους πίστις. καὶ τοὺς Σαυρομάτας δὲ τὸ αὐτὸ οὐ μετρίως ἐφόβησε, λογιζομένους πρὸς οἵους ἄνδρας ἐκ παρασκευῆς μαχοῦνται, εἰ καὶ ἐν τῷ ἀπροσδοκήτῳ τότε ὑπερέσχον· ὥστε νυκτὸς ἐπιγενομένης ἀπολιπόντες τὰ πλεῖστα τῶν βοσκημάτων καὶ τὰς ἁμάξας ἐμπρήσαντες ᾤχοντο φεύγοντες. ὁ μέντοι Ἀμιζώκης οὐκέτι ἠνέσχετο βλέπειν αὐτὸς ἐπὶ τυφλῷ τῷ Δανδάμιδι, ἀλλὰ τυφλώσας καὶ αὐτὸς ἑαυτὸν ἀμφότεροι κάθηνται ὑπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν δημοσίᾳ μετὰ πάσης τιμῆς τρεφόμενοι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="42"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">τί τοιοῦτον, ὦ Μνήσιππε, ὑμεῖς ἔχοιτε ἂν εἰπεῖν, εἰ καὶ ἄλλους σοι δέκα δοίη τις ἐπὶ τοῖς πέντε καταριθμήσασθαι, ἀνωμότους, εἰ βούλει, ὡς καὶ πολλὰ ἐπιψεύδοιο αὐτοῖς; καίτοι ἐγὼ μέν σοι γυμνὸν τὸ ἔργον διηγησάμην· εἰ δὲ σύ τινα τοιοῦτον ἔλεγες, εὖ οἶδα, ὁπόσα ἂν κομψὰ ἐγκατέμιξας τῷ λόγῳ, οἷα ἱκέτευεν ὁ Δάνδαμις καὶ ὡς ἐτυφλοῦτο καὶ ἃ εἶπεν καὶ ὡς ἐπανῆκεν καὶ ὡς ὑπεδέξαντο αὐτὸν ἐπευφημοῦντες οἱ Σκύθαι καὶ ἄλλα ὁποῖα ὑμεῖς μηχανᾶσθαι εἰώθατε πρὸς τὴν ἀκρόασιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="43"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">ἄκουε δʼ οὖν<note xml:lang="mul" type="footnote" n="v.5.p.170.n.2">δ’ οὖν Jacobitz: γοῦν MSS.</note> καὶ ἄλλον ἰσότιμον, Βελίτταν, Ἀμιζώκου τούτου ἀνεψιόν, ὃς ἐπεὶ κατασπασθέντα ἐκ τοῦ ἵππου ὑπὸ λέοντος εἶδε Βάσθην τὸν φίλον (ἅμα δὲ ἔτυχον θηρῶντες) καὶ ἤδη ὁ λέων περιπλακεὶς αὐτῷ ἐνεπεφύκει τῷ λαιμῷ καὶ τοῖς <pb n="v.5.p.172"/> ὄνυξιν ἐσπάρασσε, καταπηδήσας καὶ αὐτὸς ἐπιπίπτει κατόπιν τῷ θηρίῳ καὶ περιέσπα, πρὸς ἑαυτὸν παροξύνων καὶ μετάγων καὶ διὰ τῶν ὀδόντων μεταξὺ διείρων τοὺς δακτύλους καὶ τὸν Βάσθην, ὡς οἷόν τε ἦν, ὑπεξελεῖν πειρώμενος τοῦ δήγματος, ἄχρι δὴ ὁ λέων ἀφεὶς ἐκεῖνον ἡμιθνῆτα ἤδη ἐπὶ τὸν Βελίτταν ἀπεστράφη καὶ συμπλακεὶς ἀπέκτεινε <corr>κἀκεῖνον·</corr> ὁ δὲ ἀποθνήσκων τὸ γοῦν τοσοῦτον ἔφθη πατάξας τῷ ἀκινάκῃ τὸν λέοντα εἰς τὸ στέρνον ὥστε ἅμα πάντες ἀπέθανον, καὶ ἡμεῖς ἐθάψαμεν αὐτοὺς δύο τάφους ἀναχώσαντες πλησίον, ἕνα μὲν τῶν φίλων, ἕνα δὲ καταντικρὺ τοῦ λέοντος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="44"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">τρίτην δέ σοι διηγήσομαι, ὦ Μνήσιππε, τὴν Μακέντου<note xml:lang="mul" type="footnote" n="v.5.p.172.n.1">Μακέτου N, and so in N throughout.</note> φιλίαν καὶ Λογχάτου καὶ Ἀρσακόμα. ὁ γὰρ Ἀρσακόμας οὗτος ἠράσθη Μαζαίας τῆς Λευκάνορος, τοῦ βασιλεύσαντος ἐν Βοσπόρῳ, ὁπότε ἐπρέσβευεν ὑπὲρ τοῦ δασμοῦ ὃν οἱ Βοσπορανοὶ ἀεὶ φέροντες ἡμῖν τότε ἤδη τρίτον μῆνα ὑπερήμεροι ἐγεγένηντο. ἐν τῷ δείπνῳ οὖν ἰδὼν τὴν Μαζαίαν μεγάλην καὶ καλὴν παρθένον ἤρα καὶ πονηρῶς εἶχε.<note xml:lang="mul" type="footnote" n="v.5.p.172.n.2">πονηρῶς εἶχε K. G. P. Schwartz proposed setting this sentence after the one that here, as in the MSS„ follows it. That would indeed greatly improve the sequence of thought, but is highly unsatisfactory from the palaeographical standpoint. The disturbance is probably a consequence of the abridgement to which Lucian subjected the story.</note> τὰ μὲν οὖν περὶ τῶν φόρων <pb n="v.5.p.174"/> διεπέπρακτο ἤδη, καὶ ἐχρημάτιζεν αὐτῷ ὁ βασιλεὺς καὶ εἱστία, ἤδη αὐτὸν ἀποπέμπων. ἔθος δέ ἐστιν ἐν Βοσπόρῳ τοὺς μνηστῆρας ἐπὶ τῷ δείπνῳ αἰτεῖν τὰς κόρας καὶ λέγειν οἵτινες ὄντες ἀξιοῦσι καταδεχθῆναι ἐπὶ τὸν γάμον, καὶ δὴ καὶ τότε ἔτυχον ἐν τῷ δείπνῳ πολλοὶ μνηστῆρες παρόντες, βασιλεῖς καὶ βασιλέων παῖδες· καὶ<note xml:lang="mul" type="footnote" n="v.5.p.174.n.1">ὧν καὶ Hartman; perhaps right.</note> Τιγραπάτης ἦν ὁ Λαζῶν δυνάστης καὶ Ἀδύρμαχος ὁ Μαχλυηνῆς ἄρχων καὶ ἄλλοι πολλοί. δεῖ δὲ τῶν μνηστήρων ἕκαστον, προσαγγείλαντα ἑαυτὸν διότι μνηστευσόμενος ἥκει, δειπνεῖν ἐν τοῖς ἄλλοις κατακείμενον ἐφʼ ἡσυχίας· ἐπὰν δὲ παύσωνται δειπνοῦντες, αἰτήσαντα φιάλην ἐπισπεῖσαι κατὰ τῆς τραπέζης καὶ μνηστεύεσθαι τὴν παῖδα πολλὰ ἐπαινοῦντα ἑαυτόν, ὥς τις ἢ γένους ἢ πλούτου ἢ δυνάμεως ἔχει.<note xml:lang="mul" type="footnote" n="v.5.p.174.n.2">ὥς τις . . . ἔχει C: ὅστις . . . ἔχοι ΓNB,</note></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="45"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">πολλῶν οὖν κατὰ τόνδε τὸν νόμον σπεισάντων καὶ αἰτησάντων καὶ βασιλείας καὶ πλούτους καταριθμησαμένων τελευταῖος ὁ Ἀρσακόμας αἰτήσας τὴν φιάλην οὐκ ἔσπεισεν, οὐ γὰρ ἔθος ἡμῖν ἐκχεῖν τὸν οἶνον, ἀλλὰ ὕβρις εἶναι δοκεῖ τοῦτο εἰς τὸν <corr>θεόν·</corr> πιὼν δὲ ἀμυστί, <q>δός μοι,</q> εἶπεν, <q>ὦ βασιλεῦ, τὴν θυγατέρα σου Μαζαίαν γυναῖκα ἔχειν πολὺ ἐπιτηδειοτέρῳ τούτων ὄντι ὁπόσα γε ἐπὶ τῷ πλούτῳ καὶ τοῖς κτήμασι.</q> τοῦ δὲ Λευκάνορος θαυμάσαντος — ἠπίστατο γὰρ πένητα τὸν Ἀρσακόμαν καὶ Σκυθῶν τῶν πολλῶν — καὶ ἐρομένου, <q>πόσα δὲ βοσκήματα ἢ πόσας ἁμάξας ἔχεις, ὦ Ἀρσακόμα; ταῦτα γὰρ ὑμεῖς πλουτεῖτε,</q> <q> ἀλλʼ οὐχ ἁμάξας,</q> ἔφη, <q> ἔχω οὐδὲ ἀγέλας, ἀλλʼ εἰσί μοι δύο φίλοι καλοὶ καὶ ἀγαθοὶ οἷοι οὐκ ἄλλῳ Σκυθῶν.</q></p><pb n="v.5.p.176"/><p rend="align(indent)">Τότε μὲν οὖν ἐγελάσθη ἐπὶ τούτοις καὶ παρώφθη καὶ μεθύειν ἔδοξεν, ἕωθεν δὲ προκριθεὶς τῶν ἄλλων Ἀδύρμαχος ἔμελλεν ἀπάξειν τὴν νύμφην παρὰ τὴν Μαιῶτιν ἐς τοὺς Μάχλυας.<note xml:lang="mul" type="footnote" n="v.5.p.176.n.1">τοὺς Μάχλυας Text ΓNBCM1; cf. § 52 fin. The reading ἐς τὴν Μαιῶτιν παμὰ τοὺς Μαχύας bases only on M2.</note></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="46"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge"> ὁ δὲ Ἀρσακόμας ἐπανελθὼν οἴκαδε μηνύει τοῖς φίλοις ὡς ἀτιμασθείη ὑπὸ τοῦ βασιλέως καὶ γελασθείη ἐν τῷ συμποσίῳ, πένης εἶναι δόξας. <q> καίτοι,</q> ἔφη, <q> ἐγὼ διηγησάμην αὐτῷ τὸν πλοῦτον ὁπόσος ἐστίν μοι, ὑμᾶς, ὦ Λογχάτα καὶ Μακέντα, καὶ τὴν εὔνοιαν τὴν ὑμετέραν, πολὺ ἀμείνω καὶ βεβαιοτέραν τῆς Βοσπορανῶν δυνάμεως. ἀλλʼ ἐμοῦ ταῦτα διεξιόντος ἡμᾶς μὲν ἐχλεύαζεν καὶ κατεφρόνει, Ἀδυρμάχῳ δὲ τῷ Μάχλυϊ παρέδωκεν ἀπάγειν τὴν νύμφην, ὅτι χρυσᾶς τε<note xml:lang="mul" type="footnote" n="v.5.p.176.n.2">τε Fritzsche: γε MSS.</note> φιάλας ἐλέγετο ἔχειν δέκα καὶ ἁμάξας τετρακλίνους ὀγδοήκοντα καὶ πρόβατα καὶ βοῦς πολλούς. οὕτως ἄρα προετίμησεν ἀνδρῶν ἀγαθῶν βοσκήματα πολλὰ καὶ ἐκπώματα περίεργα καὶ ἁμάξας βαρείας.</q></p><p rend="align(indent)"><q rend="merge">ἐγὼ δέ, ὦ φίλοι, διʼ ἀμφότερα ἀνιῶμαι· καὶ γὰρ ἐρῶ τῆς Μαζαίας, καὶ ἡ ὕβρις ἐν τοσούτοις ἀνθρώποις οὐ μετρίως μου καθίκετο. οἶμαι δὲ καὶ ὑμᾶς ἐπʼ ἴσης ἠδικῆσθαι· τὸ γὰρ τρίτον μετῆν ἑκάστῳ ἡμῶν<note xml:lang="mul" type="footnote" n="v.5.p.176.n.3">ἡμῶν ΝΒ: ὑμῶν ΓΑ.</note> τῆς ἀτιμίας, εἴ γε οὕτω βιοῦμεν ὡς ἀφʼ οὗ συνεληλύθαμεν εἷς ἄνθρωπος ὄντες καὶ τὰ αὐτὰ ἀνιώμενοι καὶ τὰ αὐτὰ χαίροντες.</q><q>οὐ μόνον,</q> ἐπεῖπεν ὁ Λογχάτης, <q> ἀλλὰ ἕκαστος ἡμῶν ὅλος ὕβρισται, ὁπότε σὺ τοιαῦτα ἔπαθες.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="47"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge"><q>πῶς οὖν,</q> ὁ Μακέντης ἔφη, <q> χρησόμεθα τοῖς παροῦσι; ʼ</q> <q>διελώμεθα,</q> ἔφη ὁ Λογχάτης, <pb n="v.5.p.178"/> <q>τὸ ἔργον· καὶ ἐγὼ μὲν ὑπισχνοῦμαι Ἀρσακόμᾳ τὴν κεφαλὴν κομιεῖν τὴν<note xml:lang="mul" type="footnote" n="v.5.p.178.n.1">τὴν ΓNBQ: τοῦ (C)A.</note> Λευκάνορος, σὲ δὲ χρὴ τὴν νύμφην ἐπανάγειν αὐτῷ.</q> <q>οὕτω<note xml:lang="mul" type="footnote" n="v.5.p.178.n.2">οὕτω NB: not in ΓM(C)A.</note> γινέσθω,</q> ἔφη· <q>σὺ δέ, ὦ Ἀρσακόμα, ἐν τοσούτῳ — εἰκὸς γὰρ καὶ στρατιᾶς καὶ πολέμου τὸ μετὰ τοῦτο δεήσειν — ἡμᾶς αὐτοῦ περιμένων συνάγειρε καὶ παρασκεύαζε ὅπλα καὶ ἵππους καὶ τὴν ἄλλην δύναμιν ὡς πλείστην. ῥᾷστα δʼ ἂν πολλοὺς προσαγάγοις αὐτός τε ἀγαθὸς ὢν καὶ ἡμῖν οὐκ ὀλίγων ὄντων οἰκείων, μάλιστα δὲ εἰ καθέζοιο ἐπὶ τῆς βύρσης τοῦ βοός.</q> ἔδοξε ταῦτα, καὶ ὁ μὲν ἐχώρει ὡς εἶχεν εὐθὺς ἐπὶ τοῦ Βοσπόρου, ὁ Λογχάτης, ὁ Μακέντης δὲ ἐπὶ τοὺς Μάχλυας, ἱππότης ἑκάτερος, ὁ δὲ Ἀρσακόμας οἴκοι μένων τοῖς τε ἡλικιώταις διελέγετο καὶ ὥπλιζε δύναμιν παρὰ τῶν οἰκείων, τέλος δὲ καὶ ἐπὶ τῆς βύρσης ἐκαθέζετο.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="48"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">τὸ δὲ ἔθος ἡμῖν τὸ περὶ τὴν βύρσαν οὕτως ἔχει· ἐπειδὰν ἀδικηθείς τις πρὸς ἑτέρου, ἀμύνασθαι βουλόμενος, ἴδῃ καθʼ ἑαυτὸν οὐκ ἀξιόμαχος ὤν, βοῦν ἱερεύσας τὰ μὲν κρέα κατακόψας ἥψησεν, αὐτὸς δὲ ἐκπετάσας χαμαὶ τὴν βύρσαν κάθηται ἐπʼ αὐτῆς, εἰς τοὐπίσω παραγαγὼν<note xml:lang="mul" type="footnote" n="v.5.p.178.n.3">παραγαγὼν NB, Suidas: παράγων ΓΑ. Cf, Nav., 30.</note> τὼ χεῖρε ὥσπερ οἱ ἐκ τῶν ἀγκώνων δεδεμένοι. καὶ τοῦτό ἐστιν ἡμῖν ἡ μεγίστη ἱκετηρία. παρακειμένων δὲ τῶν κρεῶν τοῦ βοὸς προσιόντες οἱ οἰκεῖοι καὶ τῶν ἄλλων ὁ βουλόμενος μοῖραν ἕκαστος λαβὼν ἐπιβὰς τῇ βύρσῃ τὸν δεξιὸν πόδα ὑπισχνεῖται κατὰ δύναμιν, ὁ μὲν πέντε ἱππέας παρέξειν ἀσίτους καὶ ἀμίσθους, ὁ δὲ δέκα, ὁ δὲ πλείους, ὁ δὲ ὁπλίτας <pb n="v.5.p.180"/> ἢ<note xml:lang="mul" type="footnote" n="v.5.p.180.n.1">ἢ du Soul: not in MSS.</note> πεζοὺς ὁπόσους ἂν δύνηται, ὁ δὲ μόνον ἑαυτόν, ὁ πενέστατος. ἀθροίζεται οὖν<note xml:lang="mul" type="footnote" n="v.5.p.180.n.2">οὖν Jacobitz: γοῦν MSS.</note> ἐπὶ τῆς βύρσης πολὺ πλῆθος ἐνίοτε, καὶ τὸ τοιοῦτο σύνταγμα βεβαιότατόν τέ ἐστι συμμεῖναι καὶ ἀπρόσμαχον τοῖς ἐχθροῖς ἅτε καὶ ἔνορκον ὄν· τὸ γὰρ ἐπιβῆναι τῆς βύρσης ὅρκος ἐστίν.</p><p rend="align(indent)">ὁ μὲν οὖν Ἀρσακόμας ἐν τούτοις ἦν, καὶ ἠθροίσθησαν αὐτῷ ἱππεὶς μὲν ἀμφὶ τοὺς πεντακισχιλίους, ὁπλῖται δὲ καὶ πεζοὶ συναμφότεροι δισμύριοι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="49"><sp><speaker>Τόξαρις</speaker><p rend="merge">ὁ δὲ Λογχάτης ἀγνοούμενος παρελθὼν ἐς τὸν Βόσπορον <corr>προσέρχεται</corr> τῷ βασιλεῖ διοικουμένῳ τι τῆς ἀρχῆς καὶ φησὶν ἥκειν μὲν ἀπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν, ἰδίᾳ δὲ αὐτῷ μεγάλα πράγματα κομίζων. τοῦ δὲ λέγειν κελεύσαντος, <q>οἱ μὲν Σκύθαι,</q> φησίν, <q>τὰ κοινὰ ταῦτα καὶ τὰ καθʼ ἡμέραν ἀξιοῦσιν, μὴ ὑπερβαίνειν τοὺς νομέας ὑμῶν ἐς τὸ πεδίον ἀλλὰ μέχρι τοῦ τράχωνος <corr>νέμειν·</corr> τοὺς δὲ λῃστὰς οὓς αἰτιᾶσθε ὡς κατατρέχοντας ὑμῶν τὴν χώραν οὐ φασὶν ἀπὸ κοινῆς γνώμης ἐκπέμπεσθαι, ἀλλὰ ἰδίᾳ ἕκαστον ἐπὶ τῷ κέρδει κλωπεύειν· εἰ δέ τις ἁλίσκοιτο αὐτῶν,<note xml:lang="mul" type="footnote" n="v.5.p.180.n.3">αὐτὸν B: i.e., αὐτὸν σὲ, and so Bekker and Dindorf.</note> σὲ κύριον εἶναι κολάζειν. ταῦτα μὲν ἐκεῖνοι ἐπεστάλκασιν, </q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="50"><sp><speaker>Τόξαρις</speaker><p rend="merge"><q rend="merge">ἐγὼ δὲ μηνύω<note xml:lang="mul" type="footnote" n="v.5.p.180.n.4">μηνύσω NA.</note> σοι μεγάλην ἔφοδον ἐσομένην ἐφʼ ὑμᾶς ὑπʼ Ἀρσακόμα τοῦ Μαριάντα, <pb n="v.5.p.182"/> ὃς ἐπρέσβευε πρῴην παρὰ σὲ καί, οἶμαι, διότι αἰτήσας τὴν θυγατέρα οὐκ ἔτυχε παρὰ σοῦ, ἀγανακτεῖ καὶ ἐπὶ τῆς βύρσης ἑβδόμην ἡμέραν ἤδη κάθηται καὶ συνῆκται στρατὸς οὐκ ὀλίγος αὐτῷ.</q></p><p rend="align(indent)"><q> ἤκουσα,</q> ἔφη ὁ Λευκάνωρ, <q> καὶ αὐτὸς ἀθροίζεσθαι δύναμιν ἀπὸ βύρσης, ὅτι δʼ ἐφʼ ἡμᾶς συνίσταται καὶ ὅτι Ἀρσακόμας ὁ ἐλαύνων ἐστὶν ἠγνόουν.</q> <q> ἀλλʼ ἐπὶ σέ,</q> ἔφη ὁ Λογχάτης, <q>ἡ παρασκευή. ἐμοὶ δὲ ἐχθρὸς ὁ Ἀρσακόμας ἐστί, καὶ ἄχθεται διότι προτιμῶμαι αὐτοῦ ὑπὸ τῶν γεραιτέρων καὶ ἀμείνων τὰ πάντα δοκῶ εἶναι· εἰ δέ μοι ὑπόσχοιο τὴν ἑτέραν σου θυγατέρα Βαρκέτιν, οὐδὲ<note xml:lang="mul" type="footnote" n="v.5.p.182.n.1">οὐδὲ Fritzsche: οὔτε MSS.</note> τὰ ἄλλα ἀναξίῳ ὑμῶν ὄντι, οὐκ εἰς μακράν σοι ἥξω τὴν κεφαλὴν αὐτοῦ κομίζων.</q> <q>ὑπισχνοῦμαι,</q> ἔφη ὁ βασιλεύς, μάλα περιδεὴς γενόμενος· ἔγνω γὰρ τὴν αἰτίαν τῆς ὀργῆς τῆς Ἀρσακόμα τὴν ἐπὶ τῷ γάμῳ, καὶ ἄλλως ὑπέπτησσεν ἀεὶ τοὺς Σκύθας.</p><p rend="align(indent)">ὁ δὲ Λογχάτης, <q>ὄμοσον,</q> εἶπεν, <q>ἦ μὴν φυλάξειν τὰς συνθήκας, μηδὲ ἀπαρνήσεσθαι τότε ἤδη, τούτων γενομένων.<note xml:lang="mul" type="footnote" n="v.5.p.182.n.2">γενομένων Punctuation Bekker's and mine: ἀπαρνήσεσθαι. τότε ἤδη τούτων γενομένων καὶ ἐπεὶ vulg. Bekker set the full Stop after γενομένων; have added the comma after ἤδη.</note></q> καὶ ἐπεὶ ἀνατείνας εἰς τὸν οὐρανὸν ἤθελεν ὀμνύειν, <q>μὴ σύ γε ἐνταῦθα,</q> εἶπεν, <q>μὴ καί τις ὑπίδηται τῶν ὁρώντων ἐφʼ ὅτῳ ὁρκωμοτοῦμεν, ἀλλὰ εἰς τὸ ἱερὸν τοῦ Ἄρεως τουτὶ εἰσελθόντες, ἐπικλεισάμενοι τὰς θύρας ὀμνύωμεν, ἀκουσάτω δὲ μηδείς· εἰ γάρ τι <pb n="v.5.p.184"/> τούτων πύθοιτο Ἀρσακόμας, δέδια μὴ προθύσηται με τοῦ πολέμου, χεῖρα οὐ μικρὰν ἤδη περιβεβλημένος.</q> <q> εἰσίωμεν,</q> ἔφη ὁ βασιλεύς, <q> ὑμεῖς δὲ ἀπόστητε ὅτι πορρωτάτω· μηδεὶς δὲ παρέστω ἐς τὸν νεὼν ὅντινα μὴ ἐγὼ καλέσω.</q></p><p rend="align(indent)">Ἐπεὶ δὲ οἱ μὲν εἰσῆλθον, οἱ δορυφόροι δὲ ἀπέστησαν, σπασάμενος τὸν ἀκινάκην, ἐπισχὼν τῇ ἑτέρᾳ τὸ στόμα ὡς μὴ βοήσειε, παίει παρὰ τὸν μαστόν, εἶτα ἀποτεμὼν τὴν κεφαλὴν ὑπὸ τῇ χλαμύδι ἔχων ἐξῄει, μεταξὺ διαλεγόμενος δῆθεν αὐτῷ καὶ διὰ ταχέων ἥξειν λέγων, ὡς δὴ ἐπί τι πεμφθεὶς ὑπʼ ἐκείνου. καὶ οὕτως ἐπὶ τὸν τόπον ἀφικόμενος ἔνθα καταδεδεμένον καταλελοίπει τὸν ἵππον, ἀναβὰς ἀφιππάσατο εἰς τὴν Σκυθίαν. δίωξις δὲ οὐκ ἐγένετο αὐτοῦ, ἐπὶ πολὺ ἀγνοησάντων τὸ γεγονὸς τῶν Βοσπορανῶν, καὶ ὅτε ἔγνωσαν, ὑπὲρ τῆς βασιλείας στασιαζόντων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="51"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">ταῦτα μὲν ὁ Λογχάτης ἔπραξεν καὶ τὴν ὑπόσχεσιν ἀπεπλήρωσεν τῷ Ἀρσακόμᾳ παραδοὺς τὴν κεφαλὴν τοῦ Λευκάνορος. ὁ Μακέντης δὲ καθʼ ὁδὸν ἀκούσας τὰ ἐν Βοσπόρῳ γενόμενα ἧκεν εἰς τοὺς Μάχλυας καὶ πρῶτος ἀγγείλας αὐτοῖς τὸν φόνον τοῦ βασιλέως, <q>ἡ πόλις δέ,</q> ἔφη, <q>ὦ Ἀδύρμαχε, σὲ γαμβρὸν ὄντα ἐπὶ τὴν βασιλείαν καλεῖ· ὥστε σὺ μὲν προελάσας παραλάμβανε τὴν <pb n="v.5.p.186"/> ἀρχήν, τεταραγμένοις τοῖς πράγμασιν ἐπιφανείς, ἡ κόρη δέ σοι κατόπιν ἐπὶ τῶν ἁμαξῶν ἑπέσθω· ῥᾷον γὰρ οὕτω προσάξεις Βοσπορανῶν τοὺς πολλούς, ἰδόντας τὴν Λευκάνορος θυγατέρα. ἐγὼ δὲ Ἀλανός τέ εἰμι καὶ τῇ παιδὶ ταύτῃ συγγενὴς <corr>μητρόθεν·</corr> παρʼ ἡμῶν γὰρ οὖσαν τὴν Μάστειραν ἠγάγετο ὁ Λευκάνωρ. καὶ νῦν σοι ἥκω παρὰ τῶν Μαστείρας ἀδελφῶν τῶν ἐν Ἀλανίᾳ παρακελευομένων ὅτι τάχιστα ἐλαύνειν ἐπὶ τὸν Βόσπορον καὶ μὴ περιιδεῖν ἐς<note xml:lang="mul" type="footnote" n="v.5.p.186.n.1">ὡς A: for ἐς cf. Herodotus III, 140.</note> Εὐβίοτον περιελθοῦσαν τὴν ἀρχήν, ὃς ἀδελφὸς ὢν νόθος Λευκάνορος Σκύθαις μὲν ἀεὶ φίλος ἐστίν, Ἀλανοῖς δὲ ἀπέχθεται.</q> Ταῦτα δὲ ἔλεγεν ὁ Μακέντης ὁμόσκευος καὶ ὁμόγλωττος τοῖς Ἀλανοῖς <corr>ὤν·</corr> κοινὰ γὰρ ταῦτα Ἀλανοῖς καὶ Σκύθαις, πλὴν ὅτι οὐ πάνυ κομῶσιν οἱ Ἀλανοὶ ὥσπερ οἱ Σκύθαι. ἀλλὰ ὁ Μακέντης καὶ τοῦτο εἴκαστο αὐτοῖς καὶ <corr>ἀποκεκάρκει</corr> τῆς κόμης ὁπόσον εἰκὸς ἦν ἔλαττον κομᾶν τὸν Ἀλανὸν τοῦ Σκύθου· ὥστε ἐπιστεύετο διὰ ταῦτα καὶ ἐδόκει<note xml:lang="mul" type="footnote" n="v.5.p.186.n.2">καὶ ἐδόκει not in A.</note> Μαστείρας καὶ Μαζαίας συγγενὴς εἶναι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="52"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge"><q>καὶ νῦν,</q> ἔφη, <q>ὦ Ἀδύρμαχε, ἐλαύνειν τε<note xml:lang="mul" type="footnote" n="v.5.p.186.n.3">τς N (Bekker): not in other MSS:</note> ἕτοιμος ἅμα σοι ἐπὶ τὸν Βόσπορον, ἢν ἐθέλῃς, μένειν τε, εἰ δέοι, καὶ τὴν παῖδα ἄγειν.</q> <q>τοῦτο,</q> ἔφη, <q>καὶ μᾶλλον,</q> ὁ Ἀδύρμαχος, <q>ἐθελήσαιμʼ ἄν, ἀφʼ αἵματος ὄντα σε Μαζαίαν ἄγειν. ἢν μὲν γὰρ ἅμα ἡμῖν ἴῃς ἐπὶ Βόσπορον, ἱππεῖ ἑνὶ πλείους <pb n="v.5.p.188"/> ἂν γενοίμεθα· εἰ δέ μοι τὴν γυναῖκα ἄγοις, ἀντὶ πολλῶν ἂν γένοιο.</q> Ταῦτα ἐγίνετο καὶ ὁ μὲν ἀπήλαυνε παραδοὺς τῷ Μακέντῃ ἄγειν τὴν Μαζαίαν παρθένον ἔτι οὖσαν. ὁ δὲ ἡμέρας μὲν ἐπὶ τῆς ἁμάξης ἦγεν αὐτήν, ἐπεὶ δὲ νὺξ κατέλαβεν, ἀναθέμενος ἐπὶ τὸν ἵππον — ἐτεθεραπεύκει δὲ ἕνα σφίσιν ἄλλον ἱππέα ἕπεσθαι — ἀναπηδήσας καὶ αὐτὸς οὐκέτι παρὰ τὴν Μαιῶτιν ἤλαυνεν, ἀλλʼ ἀποτραπόμενος εἰς τὴν μεσόγειαν ἐν δεξιᾷ λαβὼν τὰ Μιτραίων ὄρη, διαναπαύων μεταξὺ τὴν παῖδα, τριταῖος ἐτέλεσεν ἐκ Μαχλύων ἐς Σκύθας. καὶ ὁ μὲν ἵππος αὐτῷ, ἐπειδὴ ἐπαύσατο τοῦ δρόμου, μικρὸν ἐπιστὰς <corr>ἀποθνήσκει,</corr></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="53"><sp><speaker>Τόξαρις</speaker><p rend="merge"> ὁ δὲ Μακέντης ἐγχειρίσας τὴν Μαζαίαν τῷ Ἀρσακόμᾳ, <q>δέδεξο</q> εἶπεν, <q>καὶ παρʼ ἐμοῦ τὴν ὑπόσχεσιν.</q></p><p rend="align(indent)">Τοῦ δὲ πρὸς τὸ ἀνέλπιστον τοῦ θεάματος καταπλαγέντος καὶ χάριν ὁμολογοῦντος, <q> παῦε,</q> ἔφη ὁ Μακέντης, <q>ἄλλον με ποιῶν σεαυτοῦ· τὸ <corr>γὰρ</corr> χάριν ἐμοὶ ὁμολογεῖν ἐφʼ οἷς ἔπραξα τούτοις τοιόνδε ἐστὶν ὥσπερ ἂν εἰ<note xml:lang="mul" type="footnote" n="v.5.p.188.n.1">εἰ Guyet: not in MSS.</note> ἡ ἀριστερά μου χάριν εἰδείη τῇ δεξιᾷ διότι τρωθεῖσάν ποτε αὐτὴν ἐθεράπευσε καὶ φιλοφρόνως ἐπεμελήθη καμνούσης. γελοῖα τοίνυν καὶ ἡμεῖς ἂν ποιοῖμεν εἰ πάλαι ἀναμιχθέντες καὶ ὡς οἷόν τε ἦν εἰς ἕνα συνελθόντες ἔτι μέγα νομίζοιμεν εἶναι εἰ <corr>τὸ</corr> μέρος ἡμῶν ἔπραξέ τι χρηστὸν ὑπὲρ ὅλου τοῦ σώματος· <pb n="v.5.p.190"/> ὑπὲρ αὑτοῦ γὰρ ἔπραττεν, μέρος ὂν τοῦ ὅλου εὖ πάσχοντος.</q></p><p rend="align(indent)">Οὕτως μὲν ὁ Μακέντης ἔφη τῷ Ἀρσακόμᾳ χάριν ὁμολογήσαντι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="54"><sp><speaker>Τόξαρις</speaker><p rend="merge">ὁ δὲ Ἀδύρμαχος ὡς ἤκουσε τὴν ἐπιβουλήν, εἰς μὲν τὸν Βόσπορον οὐκέτι ἦλθεν — ἤδη γὰρ Εὐβίοτος ἦρχεν, ἐπικληθεὶς ἐκ Σαυροματῶν, παρʼ οἷς διέτριβεν — εἰς δὲ τὴν αὑτοῦ ἐπανελθὼν καὶ στρατιὰν πολλὴν συναγαγὼν διὰ τῆς ὀρεινῆς εἰσέβαλεν εἰς τὴν <corr>Σκυθίαν·</corr> καὶ ὁ Εὐβίοτος οὐ μετὰ πολὺ καὶ οὗτος εἰσέπεσεν ἄγων πανδημεὶ μὲν τοὺς Ἕλληνας, Ἀλανοὺς δὲ καὶ Σαυρομάτας ἐπικλήτους ἑκατέρους δισμυρίους. ἀναμίξαντες δὲ τὰ στρατεύματα ὁ Εὐβίοτος καὶ ὁ Ἀδύρμαχος, ἐννέα μυριάδες ἅπαντες ἐγένοντο καὶ τούτων τὸ τρίτον ἱπποτοξόται.</p><p rend="align(indent)"> ἡμεῖς <corr>δὲ</corr> — καὶ γὰρ αὐτὸς μετέσχον τῆς ἐξόδου αὐτοῖς, ἐπιδοὺς ἐν τῇ βύρσῃ τότε ἱππέας αὐτοτελεῖς ἑκατόν — οὐ πολλῷ ἔλαττον τῶν τρισμυρίων σὺν τοῖς ἱππεῦσιν ἀθροισθέντες ὑπεμένομεν τὴν <corr>ἔφοδον·</corr> ἐστρατήγει δὲ ὁ Ἀρσακόμας. καὶ ἐπειδὴ προσιόντας εἴδομεν αὐτούς, ἀντεπήγομεν, προεπαφέντες τὸ ἱππικόν. γενομένης δὲ ἐπὶ πολὺ μάχης καρτερᾶς ἐνεδίδου ἤδη τὰ ἡμέτερα καὶ παρερρήγνυτο ἡ φάλαγξ, καὶ τέλος εἰς δύο διεκόπη τὸ Σκυθικὸν ἅπαν, καὶ τὸ μὲν ὑπέφευγεν, οὐ πάνυ σαφῶς ἡττημένον, ἀλλʼ ἀναχώρησις ἐδόκει ἡ φυγή· οὐδὲ γὰρ οἱ Ἀλανοὶ ἐτόλμων ἐπὶ πολὺ διώκειν. τὸ δὲ ἥμισυ, ὅπερ καὶ ἔλαττον, περισχόντες οἱ Ἀλανοὶ καὶ Μάχλυες ἔκοπτον πανταχόθεν ἀφθόνως ἀφιέντες τῶν ὀϊστῶν καὶ ἀκοντίων, <pb n="v.5.p.192"/> ὥστε πάνυ ἐπονοῦντο ἡμῶν οἱ περιεσχημένοι, καὶ ἤδη προΐεντο οἱ πολλοὶ τὰ ὅπλα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="55"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">ἐν τούτοις δὲ καὶ ὁ Λογχάτης καὶ ὁ Μακέντης ἔτυχον ὄντες καὶ ἐτέτρωντο ἤδη προκινδυνεύοντες, ὁ μὲν στυρακίῳ εἰς<note xml:lang="mul" type="footnote" n="v.5.p.192.n.1">στυρακίῳ εἰς Fritzsche : πυρακτωθεὶς MSS.</note> τὸν μηρόν, ὁ Λογχάτης, ὁ Μακέντης δὲ πελέκει εἰς τὴν κεφαλὴν καὶ κοντῷ εἰς τὸν <corr>ὦμον.</corr> ὅπερ αἰσθόμενος ὁ Ἀρσακόμας, ἐν ἡμῖν τοῖς ἄλλοις ὤν, δεινὸν ἡγησάμενος εἰ ἄπεισι καταλιπὼν τοὺς φίλους, προσβαλὼν τοὺς μύωπας τῷ ἵππῳ ἐμβοήσας ἤλαυνε διὰ τῶν πολεμίων κοπίδα διηρμένος, ὥστε τοὺς Μάχλυας μηδὲ ὑποστῆναι τὸ ῥόθιον τοῦ θυμοῦ, ἀλλὰ διαιρεθέντες ἔδωκαν αὐτῷ διεξελθεῖν.</p><p rend="align(indent)"> Ὁ δὲ ἀνακτησάμενος τοὺς φίλους καὶ τοὺς ἄλλους ἅπαντας παρακαλέσας ὥρμησεν ἐπὶ τὸν Ἀδύρμαχον καὶ πατάξας τῇ κοπίδι παρὰ τὸν αὐχένα μέχρι τῆς ζώνης διέτεμεν. πεσόντος δὲ ἐκείνου διελύθη τὸ Μαχλυϊκὸν ἅπαν, καὶ τὸ Ἀλανικὸν οὐ μετὰ πολύ, καὶ οἱ Ἕλληνες ἐπὶ τούτοις· ὥστε ἐκρατοῦμεν ἐξ ὑπαρχῆς ἡμεῖς καὶ ἐπεξήλθομεν ἂν ἐπὶ πολὺ κτείνοντες, εἰ μὴ νὺξ τὸ ἔργον ἀφείλετο.</p><p rend="align(indent)"> εἰς δὲ τὴν ἐπιοῦσαν ἱκέται παρὰ τῶν πολεμίων ἥκοντες ἐδέοντο φιλίαν ποιεῖσθαι, Βοσπορανοὶ μὲν ὑποτελέσειν διπλάσιον τὸν δασμὸν ὑπισχνούμενοι, Μάχλυες δὲ ὁμήρους δώσειν ἔφασαν, οἱ Ἀλανοὶ δὲ ἀντὶ τῆς ἐφόδου ἐκείνης Σινδιανοὺς ἡμῖν χειρώσασθαι ὑπέστησαν ἐκ πολλοῦ διεστῶτας. ἐπὶ τούτοις ἐπείσθημεν, δόξαν πολὺ πρότερον <pb n="v.5.p.194"/> Ἀρσακόμᾳ καὶ Λογχάτῃ, καὶ ἐγένετο εἰρήνη ἐκείνων πρυτανευόντων ἕκαστα.</p><p rend="align(indent)"> τοιαῦτα, ὦ Μνήσιππε, τολμῶσιν ποιεῖν Σκύθαι ὑπὲρ τῶν φίλων. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="56"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> πάνυ τραγικά, ὦ Τόξαρι, καὶ μύθοις ὅμοια· καὶ ἵλεως μὲν ὁ Ἀκινάκης καὶ ὁ Ἄνεμος εἶεν, οὓς ὤμοσας· εἰ δʼ οὖν<note xml:lang="mul" type="footnote" n="v.5.p.194.n.1">δ’ οὖν Fritzsche: γοῦν MSS.</note> τις ἀπιστοίη αὐτοῖς, οὐ πάνυ μεμπτὸς εἶναι δόξειεν ἄν. </p></sp><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> ἀλλʼ ὅρα, ὦ γενναῖε, μὴ φθόνος ὑμῶν ἡ ἀπιστία ᾖ. πλὴν οὐκ ἐμὲ ἀποτρέψεις ἀπιστῶν καὶ ἄλλα τοιαῦτα εἰπεῖν ἃ οἶδα ὑπὸ Σκυθῶν γενόμενα. </p></sp><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> μὴ μακρὰ μόνον, ὦ ἄριστε, μηδὲ οὕτως ἀφέτοις χρώμενος τοῖς λόγοις· ὡς νῦν γε, ἄνω καὶ κάτω τὴν Σκυθίαν καὶ τὴν Μαχλυανὴν<note xml:lang="mul" type="footnote" n="v.5.p.194.n.2">Μαχλυανὴν Cf. Μαχλυηνή in § 34.</note> διαθέων καὶ εἰς τὸν Βόσπορον ἀπιών, εἶτʼ ἐπανιών, πάνυ μου κατεχρήσω τῇ σιωπῇ. </p></sp><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> πειστέον καὶ ταῦτά σοι νομοθετοῦντι καὶ διὰ βραχέων λεκτέον, μὴ καὶ κάμῃς ἡμῖν τῇ ἀκοῇ συμπερινοστῶν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="57"><sp><speaker>Τόξαρις</speaker><p rend="merge">μᾶλλον δὲ ἄκουσον ἐμοὶ αὐτῷ οἷα φίλος, Σισίννης τοὔνομα, ὑπηρέτησεν.</p><pb n="v.5.p.196"/><p rend="align(indent)">Ὅτε γὰρ Ἀθήναζε ἀπῄειν οἴκοθεν ἐπιθυμίᾳ παιδείας τῆς Ἑλληνικῆς, κατέπλευσα ἐς Ἄμαστριν τὴν <corr>Ποντικήν·</corr> ἐν προσβολῇ δέ ἐστιν τοῖς ἀπὸ Σκυθίας προσπλέουσιν,<note xml:lang="mul" type="footnote" n="v.5.p.196.n.1">πλέουσιν A.</note> οὐ πολὺ τῆς Καράμβεως ἀπέχουσα, ἡ πόλις. εἵπετο δὲ ὁ Σισίννης ἑταῖρος ἐκ παιδὸς ὤν. ἡμεῖς μὲν οὖν καταγωγήν τινα ἐπὶ τῷ λιμένι σκεψάμενοι κἀκ τοῦ πλοίου ἐς αὐτὴν μετασκευασάμενοι ἠγοράζομεν, οὐδὲν πονηρὸν ὑφορώμενοι· ἐν τοσούτῳ δὲ κλῶπές τινες ἀνασπάσαντες τὸ κλεῖστρον ἐκφέρουσιν ἅπαντα, ὡς μηδὲ τὰ ἐς ἐκείνην τὴν ἡμέραν διαρκέσοντα καταλιπεῖν.</p><p rend="align(indent)"> ἐπανελθόντες οὖν οἶκαδε καὶ τὸ γεγονὸς μαθόντες, δικάζεσθαι μὲν τοῖς γείτοσι πολλοῖς οὖσιν ἢ τῷ ξένῳ οὐκ ἐδοκιμάζομεν, δεδιότες μὴ συκοφάνται δόξωμεν τοῖς πολλοῖς λέγοντες ὡς ὑφείλετο ἡμῶν τις δαρεικοὺς τετρακοσίους καὶ ἐσθῆτα πολλὴν καὶ δάπιδάς τινας καὶ τὰ ἄλλα ὁπόσα εἴχομεν· </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="58"><sp><speaker>Τόξαρις</speaker><p rend="merge"> ἐσκοπούμεθα δὲ περὶ τῶν παρόντων ὅ τι πράξομεν, ἄποροι παντάπασιν ἐν τῇ ἀλλοδαπῇ γενόμενοι. κἀμοὶ μὲν ἐδόκει ὡς εἶχον αὐτοῦ παραβύσαντα ἐς τὴν πλευρὰν τὸν ἀκινάκην ἀπελθεῖν τοῦ βίου πρὶν ἀγεννές τι ὑποστῆναι λιμῷ ἢ δίψει πιεσθέντα, ὁ δὲ Σισίννης παρεμυθεῖτο καὶ ἱκέτευεν μηδὲν τοιοῦτο <corr>ποιεῖν·</corr> αὐτὸς γὰρ ἐπινοήσειν ὅθεν ἕξομεν ἱκανῶς τὰς τροφάς.</p><p rend="align(indent)">καὶ τότε μὲν ξύλα ἐκ τοῦ λιμένος παρεκόμισεν καὶ ἧκεν ἡμῖν ἀπὸ τοῦ μισθοῦ ἐπισιτισάμενος· ἕωθεν δὲ περιιὼν κατὰ τὴν ἀγορὰν εἶδε προπομπήν<note xml:lang="mul" type="footnote" n="v.5.p.196.n.2">προπομπήν Γ: πομπήν N cett. Note ὥς ἔφη.</note> τινα, ὡς ἔφη, γενναίων καὶ καλῶν νεανίσκων. <pb n="v.5.p.198"/> μονομαχεῖν δὲ οὗτοι ἐπὶ μισθῷ ἀνδρολογηθέντες εἰς τρίτην ἡμέραν διαγωνιεῖσθαι ἔμελλον. καὶ δὴ τὸ πᾶν ὡς εἶχεν ἀμφʼ αὐτοὺς πυθόμενος, ἐλθὼν ὡς ἐμέ, <q> μηκέτι, ὦ Τόξαρι,</q> ἔφη, <q> σαυτὸν πένητα λέγε, εἰς γὰρ τρίτην ἡμέραν πλούσιόν σε ἀποφανῶ.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="59"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">Ταῦτα εἶπε, καὶ πονηρῶς τὸ μεταξὺ ἀποζήσαντες, ἐνστάσης ἤδη τῆς θέας ἐθεώμεθα καὶ <corr>αὐτοί·</corr> παραλαβὼν γάρ με ὡς ἐπὶ τερπνόν τι καὶ παράδοξον θέαμα τῶν Ἑλληνικῶν ἄγει εἰς τὸ θέατρον. καὶ καθίσαντες ἑωρῶμεν τὸ μὲν πρῶτον θηρία κατακοντιζόμενα καὶ ὑπὸ κυνῶν διωκόμενα καὶ ἐπʼ ἀνθρώπους δεδεμένους ἀφιέμενα, κακούργους τινάς, ὡς εἰκάζομεν. ἐπεὶ δὲ εἰσῆλθον οἱ μονομάχοι καί τινα παραγαγὼν ὁ κῆρυξ εὐμεγέθη νεανίσκον εἶπεν, ὅστις ἂν ἐθέλῃ τούτῳ μονομαχῆσαι, ἥκειν εἰς <corr>τὸ</corr> μέσον δραχμὰς ληψόμενον μυρίας μισθὸν τῆς μάχης, ἐνταῦθα ἐξανίσταται ὁ Σισίννης καὶ καταπηδήσας ὑπέστη μαχεῖσθαι καὶ τὰ ὅπλα ᾔτει, καὶ τὸν μισθὸν λαβών, τὰς μυρίας ἐμοὶ φέρων ἐνεχείρισε, καὶ <q>εἰ μὲν κρατήσαιμι, ὦ Τόξαρι,</q> εἶπεν, <q>ἅμα ἄπιμεν ἔχοντες τὰ ἀρκοῦντα, ἢν δὲ πέσω, θάψας με ὑποχώρει ὀπίσω ἐς Σκύθας.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="60"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">ἐγὼ μὲν ἐπὶ τούτοις ἐκώκυον, ὁ δὲ λαβὼν τὰ ὅπλα τὰ μὲν ἄλλα περιεδήσατο, τὸ κράνος δὲ οὐκ ἐπέθηκεν,<note xml:lang="mul" type="footnote" n="v.5.p.198.n.1">οὐκ ἐπέθηκεν K. F. Hermann: οὐ κατέθηκεν MSS.</note> ἀλλʼ ἀπὸ γυμνῆς τῆς κεφαλῆς καταστὰς ἐμάχετο. καὶ τὸ μὲν πρῶτον τιτρώσκεται αὐτός, καμπύλῳ τῷ ξίφει ὑποτμηθεὶς τὴν ἰγνύαν, ὥστε αἷμα ἔρρει πολύ· ἐγὼ δὲ προετεθνήκειν ἤδη τῷ δέει. θρασύτερον δὲ <pb n="v.5.p.200"/> ἐπιφερόμενον τηρήσας τὸν ἀντίπαλον παίει εἰς τὸ στέρνον καὶ διήλασεν, ὥστε αὐτίκα ἐπεπτώκει πρὸ τοῖν ποδοῖν αὐτοῦ. ὁ δὲ κάμνων καὶ αὐτὸς ἀπὸ τοῦ τραύματος ἐπεκάθιζε τῷ νεκρῷ, καὶ μικροῦ δεῖν ἀφῆκεν αὐτὸν ἡ ψυχή, ἀλλʼ ἐγὼ προσδραμὼν ἀνέστησα καὶ παρεμυθησάμην. ἐπεὶ δὲ ἀφεῖτο ἤδη νενικηκώς, ἀράμενος αὐτὸν ἐκόμισα εἰς τὴν <corr>οἰκίαν·</corr> καὶ ἐπὶ πολὺ θεραπευθεὶς ἐπέζησε μὲν καὶ ἔστι μέχρι νῦν ἐν Σκύθαις, γήμας τὴν ἐμὴν <corr>ἀδελφήν·</corr> χωλὸς <corr>δέ</corr> ἐστιν ὅμως ἀπὸ τοῦ τραύματος.</p><p rend="align(indent)">τοῦτο, ὦ Μνήσιππε, οὐκ ἐν Μάχλυσιν οὐδὲ ἐν Ἀλανίᾳ ἐγένετο, ὡς ἀμάρτυρον εἶναι καὶ ἀπιστεῖσθαι δύνασθαι, ἀλλὰ πολλοὶ πάρεισιν Ἀμαστριανῶν μεμνημένοι τὴν μάχην<note xml:lang="mul" type="footnote" n="v.5.p.200.n.1">τὴν μάχην ΓΝΒ: τῆς μάχης ΜΑ.</note> τοῦ Σισίννου.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>