<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="21"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> πότερον δὲ ἀπώλοντο, ὦ Μνήσιππε, οἱ ἄνδρες, ἤ τις αὐτοῖς ἐκ παραλόγου σωτηρία ἐγένετο; ὡς ἔγωγε οὐ μετρίως δέδοικα ὑπὲρ αὐτῶν. </p></sp><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> θάρρει, ὦ Τόξαρι, ἐσώθησαν, καὶ ἔτι καὶ νῦν εἰσιν Ἀθήνησιν ἄμφω φιλοσοφοῦντες. ὁ μὲν γὰρ Σιμύλος ταῦτα μόνα εἶχε λέγειν ἅ ποτε εἶδε τῆς νυκτός, τὸν μὲν<note xml:lang="mul" type="footnote" n="v.5.p.138.n.2">τὸν μὲν Ν: not ἰη ΓΒ(C)Α.</note> ἐκπίπτοντα, τὸν δὲ ἐπιπηδῶντα, καὶ νηχομένους ἐς ὅσον ἐν νυκτὶ καθορᾶν ἐδύνατο. τὰ δὲ ἀπὸ τούτου οἱ ἀμφὶ τὸν Εὐθύδικον αὐτοὶ διηγοῦνται. τὸ μὲν γὰρ πρῶτον φελλοῖς τισι περιπεσόντας ἀνέχειν ἐπὶ τούτων ἑαυτοὺς καὶ ἀπονήχεσθαι πονηρῶς, ὕστερον δὲ τὴν ἀποβάθραν ἰδόντας ἤδη πρὸς ἕω προσνήξασθαί τε αὐτῇ καὶ τὸ λοιπὸν ἐπιβάντας εὐμαρῶς προσενεχθῆναι τῇ Ζακύνθῳ.  </p></sp></div><pb n="v.5.p.140"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="22"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">μετὰ δὲ τούτους οὐ φαύλους ὄντας, ὡς ἔγωγʼ ἂν εἴποιμι, ἄκουσον ἤδη τρίτον ἄλλον οὐδέν τι χείρονα αὐτῶν.</p><p rend="align(indent)">Εὐδαμίδας Κορίνθιος Ἀρεταίῳ τῷ Κορινθίῳ καὶ Χαριξένῳ<note xml:lang="mul" type="footnote" n="v.5.p.140.n.1">Χαριξένῳ BΝ: Χαριξείνῳ Γ(C)A. Similarly Just below; but Χαρίξενος without variants, and in  §  23.</note> τῷ Σικυωνίῳ φίλοις ἐκέχρητο εὐπόροις οὖσι πενέστατος αὐτὸς <corr>ὤν·</corr> ἐπεὶ δὲ ἀπέθνησκε, διαθήκας ἀπέλιπε τοῖς μὲν ἄλλοις ἴσως γελοίους,<note xml:lang="mul" type="footnote" n="v.5.p.140.n.2">γελοίους ΓΝΒ : γελοίας ΟΑ.</note> σοὶ δὲ οὐκ οἶδα εἰ τοιαῦται δόξουσιν ἀνδρὶ ἀγαθῷ καὶ φιλίαν τιμῶντι καὶ περὶ τῶν ἐν αὐτῇ πρωτείων ἁμιλλωμένῳ· ἐγέγραπτο γὰρ ἐν αὐταῖς, <q> ἀπολείπω Ἀρεταίῳ μὲν τὴν μητέρα μου τρέφειν καὶ γηροκομεῖν, Χαριξένῳ δὲ τὴν θυγατέρα μου ἐκδοῦναι μετὰ προικὸς ὁπόσην ἂν πλείστην ἐπιδοῦναι παρʼ αὑτοῦ δύνηται —</q> ἦν δὲ αὐτῷ καὶ μήτηρ πρεσβῦτις καὶ θυγάτριον ὡραῖον ἤδη γάμου — <q>ἢν δέ τι ἅτερος αὐτῶν ἐν τοσούτῳ πάθῃ, τὴν ἐκείνου μερίδα,</q> φησίν, <q>ἐχέτω ὁ ἕτερος.</q> τούτων ἀναγνωσθεισῶν τῶν διαθηκῶν οἱ τὴν πενίαν μὲν εἰδότες τοῦ Εὐδαμίδα, τὴν φιλίαν δὲ ἣ πρὸς τοὺς ἄνδρας ἦν αὐτῷ ἀγνοοῦντες ἐν παιδιᾷ τὸ πρᾶγμα ἐποιοῦντο καὶ οὐδεὶς ὅστις οὐ γελῶν ἀπηλλάττετο, <q>οἷον Ἀρεταῖος καὶ Χαρίξενος οἱ εὐδαίμονες κλῆρον διαδέξονται,</q> λέγοντες, <q> εἴπερ ἀποτίσουσιν Εὐδαμίδᾳ καὶ ζῶντες αὐτοὶ κληρονομήσονται ὑπὸ τοῦ νεκροῦ.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="23"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">οἱ κληρονόμοι δὲ οἷς ταῦτα κατελέλειπτο, ὡς ἤκουσαν, ἧκον εὐθὺς διαιτῶντες τὰ ἐκ τῶν διαθηκῶν. ὁ μὲν οὖν Χαρίξενος πέντε μόνας ἡμέρας ἐπιβιοὺς ἀπέθανεν, ὁ δὲ Ἀρεταῖος ἄριστος κληρονόμων γενόμενος τήν τε αὑτοῦ καὶ τὴν <pb n="v.5.p.142"/> ἐκείνου μερίδα παραλαβὼν τρέφει τε τοῦ Εὐδαμίδα τὴν μητέρα καὶ τὴν θυγατέρα οὐ πρὸ πολλοῦ ἐκδέδωκεν, ἀπὸ ταλάντων πέντε ὧν εἶχεν δύο μὲν τῇ ἑαυτοῦ θυγατρί, δύο δὲ τῇ τοῦ φίλου ἐπιδούς, καὶ τὸν γάμον γε αὐταῖν ἐπὶ μιᾶς ἡμέρας ἠξίωσε γενέσθαι.</p><p rend="align(indent)">τί σοι δοκεῖ, ὦ Τόξαρι, ὁ Ἀρεταῖος οὗτος; ἆρα φαῦλον παράδειγμα φιλίας παρεσχῆσθαι τοιαῦτα κληρονομήσας καὶ μὴ προδοὺς τὰς διαθήκας τοῦ φίλου; ἢ τίθεμεν καὶ τοῦτον ἐν ταῖς τελείαις ψήφοις μίαν τῶν πέντε εἶναι; </p></sp><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> καὶ οὗτος μὲν καλός·<note xml:lang="mul" type="footnote" n="v.5.p.142.n.1">καλῶς ΓΒ.</note> ἐγὼ δὲ τὸν Εὐδαμίδαν πολὺ μᾶλλον ἐθαύμασα τοῦ θάρσους ὃ εἶχεν ἐπὶ τοῖς φίλοις. ἐδήλου γὰρ ὡς καὶ αὐτὸς ἂν τὰ ὅμοια ἔπραξεν ἐπʼ αὐτοῖς, εἰ μὴ καὶ ἐν διαθήκαις ταῦτα ἐνεγέγραπτο, ἀλλὰ πρὸ τῶν ἄλλων ἧκεν ἂν ἄγραφος κληρονόμος τῶν τοιούτων. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="24"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> εὖ λέγεις. τέταρτον δέ σοι διηγήσομαι Ζηνόθεμιν τὸν Χαρμόλεω<note xml:lang="mul" type="footnote" n="v.5.p.142.n.2">Χαρμόλκω B: Χαρμόλεων Ν, Χαρμολέου Γ(C)Α.</note> Μασσαλίηθεν.</p><p rend="align(indent)"> ἐδείχθη δέ μοι ἐν Ἰταλίᾳ πρεσβεύοντι ὑπὲρ τῆς πατρίδος, καλὸς ἀνὴρ καὶ μέγας καὶ πλούσιος, ὡς ἐδόκει· παρεκάθητο δὲ αὐτῷ γυνὴ ἐπὶ ζεύγους ὁδοιποροῦντι τά τε ἄλλα εἰδεχθὴς καὶ ξηρὰ τὸ ἥμισυ τὸ δεξιὸν καὶ τὸν ὀφθαλμὸν ἐκκεκομμένη, παλλώβητόν τι καὶ ἀπρόσιτον μορμολυκεῖον. εἶτα ἐπεὶ ἐθαύμασα εἰ καλὸς οὗτος καὶ ὡραῖος ὢν ἀνέχεται παροχουμένην τοιαύτην αὐτῷ γυναῖκα, <pb n="v.5.p.144"/> ὁ δείξας αὐτὸν διηγεῖτό μοι τὴν ἀνάγκην τοῦ γάμου ἀκριβῶς εἰδὼς <corr>ἕκαστα·</corr> Μασσαλιώτης δὲ καὶ αὐτὸς ἦν.</p><p rend="align(indent)"><q> Μενεκράτει γάρ,</q> ἔφη, <q>τῷ πατρὶ τῆς δυσμόρφου ταύτης φίλος ἦν ὁ Ζηνόθεμις, πλουτοῦντι καὶ τιμωμένῳ ὁμότιμος ὤν. χρόνῳ δὲ ὁ Μενεκράτης ἀφῃρέθη τὴν οὐσίαν ἐκ καταδίκης, ὅτεπερ καὶ ἄτιμος ἐγένετο ὑπὸ τῶν ἑξακοσίων ὡς ἀποφηνάμενος γνώμην παράνομον. οὕτω δὲ οἱ Μασσαλιῶται κολάζομεν,</q> ἔφη, <q>εἴ τις παράνομα γράψειεν. ἐλυπεῖτο οὖν ὁ Μενεκράτης καὶ ἐπὶ τῇ καταδίκῃ, ἐπεὶ ἐκ πλουσίου πένης καὶ ἐξ ἐνδόξου ἄδοξος ἐν ὀλίγῳ ἐγένετο· μάλιστα δὲ αὐτὸν ἠνία θυγάτηρ αὕτη, ἐπίγαμος ἤδη καὶ<note xml:lang="mul" type="footnote" n="v.5.p.144.n.1">καὶ ΓΒ. It is needed, for she was  marriageable at an earlier age than eighteen.</note> ὀκτωκαιδεκαέτις οὖσα, ἣν οὐδὲ μετὰ πάσης τῆς οὐσίας τοῦ πατρὸς ἣν πρὸ τῆς καταδίκης ἐκέκτητο ἠξίωσεν ἄν τις τῶν γε εὐγενῶν<note xml:lang="mul" type="footnote" n="v.5.p.144.n.2">εὐγενῶν  Γ: ἀγενῶν Β, vulg.(ἀγεννῶν Ν).</note> καὶ πενήτων ῥᾳδίως παραλαβεῖν, οὕτως κακοδαίμονα οὖσαν τὴν ὄψιν. ἐλέγετο δὲ καὶ καταπίπτειν πρὸς τὴν σελήνην αὐξανομένην.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="25"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge"><q rend="merge">ὡς δὲ ταῦτα πρὸς τὸν Ζηνόθεμιν ἀπωδύρετο, <q> θάρρει,</q> ἔφη, <q>ὦ Μενέκρατες, οὔτε γὰρ ἀπορήσεις τῶν ἀναγκαίων καὶ ἡ θυγάτηρ σου ἄξιον τοῦ γένους τινὰ εὑρήσει νυμφίον.</q> καὶ ταῦτα ἅμα διεξιὼν λαβόμενος αὐτὸν τῆς δεξιᾶς ἦγεν εἰς τὴν οἰκίαν καὶ τήν τε οὐσίαν πολλὴν οὖσαν ἐνείματο πρὸς αὐτὸν καὶ δεῖπνον παρασκευασθῆναι κελεύσας εἱστία τοὺς φίλους καὶ τὸν Μενεκράτη, ὡς δή τινα τῶν ἑταίρων πεπεικὼς ὑποστῆναι τῆς κόρης τὸν γάμον. ἐπεὶ δὲ ἐδεδείπνητο αὐτοῖς καὶ <pb n="v.5.p.146"/> ἔσπεισαν τοῖς θεοῖς, ἐνταῦθα δὴ μεστὴν αὐτῷ τὴν φιάλην προτείνας, <q> δέδεξο,</q> εἶπεν,  <q>ὦ Μενέκρατες, παρὰ τοῦ γαμβροῦ <corr>φιλοτησίαν·</corr> ἄξομαι γὰρ ἐγὼ τήμερον τὴν σὴν θυγατέρα <corr>Κυδιμάχην·</corr> τὴν προῖκα δὲ πάλαι εἴληφα, τάλαντα πέντε καὶ εἴκοσι.</q> τοῦ δέ,  <q>ἄπαγε,</q> λέγοντος, <q>μὴ σύ γε, ὦ Ζηνόθεμι· μὴ οὕτω μανείην ὡς περιιδεῖν σε νέον καὶ καλὸν ὄντα κόρῃ αἰσχρᾷ καὶ λελωβημένῃ συγκαταζευγνύμενον,</q> ὁ δέ, ταῦτα διεξιόντος, ἀράμενος τὴν νύμφην ἀπῄει εἰς τὸν θάλαμον καὶ μετʼ ὀλίγον προῆλθεν διακορήσας αὐτήν.</q></p><p rend="align(indent)"><q rend="merge">καὶ τὸ ἀπʼ ἐκείνου σύνεστιν ὑπεραγαπῶν καὶ πάντῃ ὡς ὁρᾷς περιαγόμενος αὐτήν.</q></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="26"><sp><speaker>Μνήσιππος</speaker><p rend="merge"><q rend="merge">καὶ οὐχ ὅπως αἰσχύνεται τῷ γάμῳ, ἀλλὰ καὶ σεμνυνομένῳ ἔοικεν, ἐπιδεικνύμενος ὡς καταφρονεῖ μὲν τῶν ἐν τῷ σώματι καλῶν ἢ αἰσχρῶν καὶ πλούτου καὶ δόξης, ἀφορᾷ δὲ ἐς τὸν φίλον καὶ τὸν Μενεκράτη, οὐδὲ οἴεται χείρω πρὸς φιλίαν ὑπὸ τῆς ψήφου τῶν ἑξακοσίων γεγονέναι.</q></p><p rend="align(indent)"><q rend="merge">πλὴν ἤδη γε τούτων οὕτως αὐτὸν ἠμείψατο ἡ τύχη. παιδίον γὰρ πάγκαλον ἐκ τῆς αἰσχίστης αὐτῷ ταύτης ἐγένετο, καὶ πρῴην γε, ἐπεὶ ἀράμενος αὐτὸ εἰσεκόμισεν ὁ πατὴρ εἰς τὸ βουλευτήριον θαλλῷ ἐστεμμένον καὶ μέλανα ἀμπεχόμενον, ὡς ἐλεεινότερον φανείη ὑπὲρ τοῦ πάππου, τὸ μὲν βρέφος ἀνεγέλασε πρὸς τοὺς βουλευτὰς καὶ συνεκρότει τὼ χεῖρε, ἡ βουλὴ δὲ ἐπικλασθεῖσα πρὸς αὐτὸ ἀφίησι τῷ Μενεκράτει τὴν καταδίκην <pb n="v.5.p.148"/> καὶ ἤδη ἐπίτιμός ἐστι, τηλικούτῳ συνηγόρῳ χρησάμενος πρὸς τὸ συνέδριον.</q></p><p rend="align(indent)">Τοιαῦτα ὁ Μασσαλιώτης ἔλεγεν τὸν Ζηνόθεμιν εἰργάσθαι ὑπὲρ τοῦ φίλου, ὡς ὁρᾷς, οὐ μικρὰ οὐδὲ ὑπὸ πολλῶν ἂν Σκυθῶν γενόμενα, οἵ γε κἂν τὰς παλλακὰς ἀκριβῶς τὰς καλλίστας ἐκλέγεσθαι λέγονται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="27"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">λοιπὸς ἡμῖν ὁ πέμπτος, καί μοι δοκῶ οὐκ ἄλλον ἐρεῖν Δημητρίου τοῦ Σουνιέως ἐπιλαθόμενος.</p><p rend="align(indent)">συνεκπλεύσας γὰρ ἐς τὴν Αἴγυπτον<note xml:lang="mul" type="footnote" n="v.5.p.148.n.1">Αἴγυπτον : There is no need to supply ἄνω (Hartman). The back-country (χώρα), Egypt, was a thing apart from Alexandria. In the report of a trial held at Alexandria occurs the statement: “Her brother is in Egypt, but will come soon” (Hunt, Select Papyri (L.C.L.), II, No. 263, l. 27; cf. l. 32).</note> ὁ Δημήτριος Ἀντιφίλῳ τῷ Ἀλωπεκῆθεν, ἑταίρῳ ἐκ παίδων ὄντι καὶ συνεφήβῳ, συνῆν καὶ συνεπαιδεύετο, αὐτὸς μὲν τὴν ἄσκησιν τὴν Κυνικὴν ἀσκούμενος ὑπὸ τῷ Ῥοδίῳ ἐκείνῳ σοφιστῇ, ὁ δὲ Ἀντίφιλος ἰατρικὴν ἄρα ἐμελέτα. καὶ δή ποτε ὁ μὲν Δημήτριος ἔτυχεν ἐς τὴν Αἴγυπτον<note xml:lang="mul" type="footnote" n="v.5.p.148.n.1">Αἴγυπτον : There is no need to supply ἄνω (Hartman). The back-country (χώρα), Egypt, was a thing apart from Alexandria. In the report of a trial held at Alexandria occurs the statement: “Her brother is in Egypt, but will come soon” (Hunt, Select Papyri (L.C.L.), II, No. 263, l. 27; cf. l. 32).</note> ἀποδημῶν κατὰ θέαν τῶν πυραμίδων καὶ τοῦ Μέμνονος· ἤκουε γὰρ ταύτας ὑψηλὰς οὔσας μὴ παρέχεσθαι σκιάν, τὸν δὲ Μέμνονα βοᾶν πρὸς ἀνατέλλοντα τὸν ἥλιον. τούτων ἐπιθυμήσας Δημήτριος, θέας μὲν τῶν πυραμίδων, ἀκροάσεως δὲ τοῦ Μέμνονος, ἀναπεπλεύκει κατὰ τὸν Νεῖλον ἕκτον ἤδη μῆνα, ὀκνήσαντα πρὸς τὴν ὁδὸν καὶ τὸ θάλπος ἀπολιπὼν τὸν Ἀντίφιλον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="28"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">ὁ δὲ ἐν τοσούτῳ συμφορᾷ ἐχρήσατο μάλα γενναίου τινὸς φίλου <corr>δεομένῃ.</corr> οἰκέτης γὰρ αὐτοῦ, Σύρος καὶ τοὔνομα καὶ τὴν πατρίδα, ἱεροσύλοις τισὶ κοινωνήσας συνεισῆλθέν τε αὐτοῖς εἰς τὸ Ἀνουβίδειον <pb n="v.5.p.150"/> καὶ ἀποσυλήσαντες τὸν θεὸν χρυσᾶς τε φιάλας δύο καὶ κηρύκιον, χρυσοῦν καὶ τοῦτο, καὶ κυνοκεφάλους ἀργυροῦς καὶ ἄλλα τοιαῦτα, κατέθεντο πάντα παρὰ τῷ Σύρῳ· εἶτʼ ἐμπεσόντες — ἑάλωσαν γάρ τι ἀπεμπολῶντες — ἅπαντα εὐθὺς ἔλεγον στρεβλούμενοι ἐπὶ τοῦ τροχοῦ, καὶ ἀγόμενοι ἧκον ἐπὶ τὴν οἰκίαν τοῦ Ἀντιφίλου, καὶ τὰ φώρια ἐξέφερον ὑπὸ κλίνῃ τινὶ ἐν σκοτεινῷ <corr>κείμενα.</corr> ὅ τε οὖν Σύρος ἐδέδετο εὐθὺς καὶ ὁ δεσπότης αὐτοῦ Ἀντίφιλος, οὗτος μὲν καὶ μεταξὺ ἀκροώμενος τοῦ διδασκάλου ἀνασπασθείς.<note xml:lang="mul" type="footnote" n="v.5.p.150.n.1">ἀνασπασθείς Cf. Tyrann., 5: ἐκεῖνος ὁ τοὺς ἐφήβους ἀνασπῶν.</note> ἐβοήθει δὲ οὐδείς, ἀλλὰ καὶ οἱ τέως ἑταῖροι ἀπεστρέφοντο ὡς τὸ Ἀνουβίδειον σεσυληκότα καὶ ἀσέβημα αὐτῶν ἡγοῦντο εἶναι εἰ συνέπιόν ποτε ἢ συνειστιάθησαν αὐτῷ. καὶ οἱ λοιποὶ δὲ τῶν οἰκετῶν, δύο ὄντες, ἅπαντα ἐκ τῆς οἰκίας συσκευασάμενοι ᾤχοντο φεύγοντες.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="29"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">ἐδέδετο οὖν ὁ ἄθλιος Ἀντίφιλος πολὺν ἤδη χρόνον, ἁπάντων ὅσοι ἦσαν κακοῦργοι ἐν τῷ δεσμωτηρίῳ μιαρώτατος εἶναι δοκῶν, καὶ ὁ ἐπὶ τῶν δεσμῶν Αἰγύπτιος, δεισιδαίμων ἄνθρωπος, ᾤετο χαριεῖσθαι καὶ τιμωρήσειν τῷ θεῷ βαρὺς τῷ Ἀντιφίλῳ ἐφεστώς. εἰ δʼ ἀπολογοῖτό ποτε, λέγων ὡς οὐδὲν τοιοῦτον εἴργασται, ἀναίσχυντος ἐδόκει καὶ πολὺ πλέον ἐπὶ τούτῳ ἐμισεῖτο. ὑπενόσει τοιγαροῦν ἤδη καὶ πονηρῶς εἶχεν οἷον εἰκὸς χαμαὶ καθεύδοντα καὶ τῆς νυκτὸς οὐδὲ ἀποτείνειν τὰ σκέλη δυνάμενον ἐν τῷ ξύλῳ κατακεκλειμένα· τῆς μὲν γὰρ ἡμέρας ὁ κλοιὸς ἤρκει καὶ ἡ ἑτέρα χεὶρ πεπεδημένη, εἰς δὲ τὴν νύκτα ἔδει ὅλον <pb n="v.5.p.152"/> καταδεδέσθαι. καὶ μὴν καὶ τοῦ οἰκήματος ἡ δυσοσμία καὶ τὸ πνῖγος, ἐν ταὐτῷ πολλῶν δεδεμένων καὶ ἐστενοχωρημένων<note xml:lang="mul" type="footnote" n="v.5.p.152.n.1">στενοχωρουμένων ΜCA.</note> καὶ μόλις ἀναπνεόντων, καὶ τοῦ σιδήρου ὁ ψόφος καὶ ὕπνος ὀλίγος — ταῦτα πάντα χαλεπὰ ἦν καὶ ἀφόρητα οἵῳ ἀνδρὶ ἐκείνων ἀήθει καὶ ἀμελετήτῳ πρὸς οὕτω σκληρὰν τὴν δίαιταν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="30"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">ἀπαγορεύοντος δὲ αὐτοῦ καὶ μηδὲ σῖτον αἱρεῖσθαι θέλοντος, ἀφικνεῖταί ποτε καὶ ὁ Δημήτριος, οὐδὲν εἰδὼς τῶν ἤδη γεγενημένων. καὶ ἐπειδὴ ἔμαθεν, ὡς εἶχεν εὐθὺς ἐπὶ τὸ δεσμωτήριον δρομαῖος ἐλθών, τότε μὲν οὐκ εἰσεδέχθη, ἑσπέρα γὰρ ἦν, καὶ ὁ δεσμοφύλαξ πάλαι κεκλεικὼς τὴν θύραν ἐκάθευδε, φρουρεῖν τοῖς οἰκέταις παρακελευσάμενος· ἕωθεν δὲ εἰσέρχεται πολλὰ ἱκετεύσας. καὶ παρελθὼν ἐπὶ πολὺ μὲν ἐζήτει τὸν Ἀντίφιλον ἄδηλον ὑπὸ τῶν κακῶν γεγενημένον, καὶ περιιὼν ἀνεσκοπεῖτο καθʼ ἕκαστον τῶν δεδεμένων, ὥσπερ εἰώθασιν οἱ τοὺς οἰκείους νεκρούς, ἤδη ἑώλων ὄντων, ἀναζητοῦντες ἐν ταῖς παρατάξεσιν. καὶ εἴ γε μὴ τοὔνομα ἐβόησεν, Ἀντίφιλον Δεινομένους, κἂν ἐπὶ πολὺ ἠγνόησεν ἂν ὅστις ἦν, τοσοῦτον ἤλλακτο ὑπὸ τῶν δεινῶν. ὡς δὲ τὴν φωνὴν αἰσθόμενος ἀνεβόησεν καὶ προσιόντος διαστείλας τὴν κόμην καὶ ἀπάγων τοῦ προσώπου αὐχμηρὰν καὶ συμπεπιλημένην ἔδειξεν αὑτὸν ὅστις ἦν, ἄμφω μὲν αὐτίκα πίπτουσιν ἰλιγγιάσαντες ἐπὶ τῇ ἀπροσδοκήτῳ θέᾳ.</p><p rend="align(indent)">χρόνῳ δὲ ἀναλαβὼν αὑτόν τε καὶ τὸν Ἀντίφιλον ὁ Δημήτριος καὶ σαφῶς ἕκαστα ὡς εἶχεν ἐκπυθόμενος παρʼ αὐτοῦ θαρρεῖν τε παρακελεύεται καὶ διελὼν τὸ τριβώνιον τὸ μὲν ἥμισυ αὐτὸς <pb n="v.5.p.154"/> ἀναβάλλεται, τὸ λοιπὸν δὲ ἐκείνῳ δίδωσιν, ἃ εἶχε πιναρὰ καὶ ἐκτετρυχωμένα ῥάκη περισπάσας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="31"><sp><speaker>Μνήσιππος</speaker><p rend="merge">καὶ τὸ ἀπὸ τούτου πάντα τρόπον συνῆν ἐπιμελούμενος αὐτοῦ καὶ <corr>θεραπεύων·</corr> παραδοὺς γὰρ ἑαυτὸν τοῖς ἐν τῷ λιμένι ἐμπόροις ἕωθεν εἰς μέσην ἡμέραν οὐκ ὀλίγον ἀπέφερεν ἀχθοφορῶν. εἶτʼ ἐπανελθὼν ἂν ἐκ τοῦ ἔργου, μέρος μὲν τοῦ μισθοῦ τῷ δεσμοφύλακι καταβαλὼν τιθασὸν αὑτῷ καὶ εἰρηνικὸν ἀπειργάζετο αὐτόν, τὸ λοιπὸν δὲ εἰς τὴν τοῦ φίλου θεραπείαν ἱκανῶς αὐτῷ διήρκει. καὶ τὰς μὲν ἡμέρας συνῆν τῷ Ἀντιφίλῳ παραμυθούμενος, ἐπεὶ δὲ νὺξ καταλάβοι, ὀλίγον πρὸ τῆς θύρας τοῦ δεσμωτηρίου στιβάδιόν τι ποιησάμενος καὶ φύλλα ὑποβαλόμενος ἀνεπαύετο.</p><p rend="align(indent)">χρόνον μὲν οὖν τινα οὕτω διῆγον, εἰσιὼν μὲν ὁ Δημήτριος ἀκωλύτως, ῥᾷον δὲ φέρων τὴν συμφορὰν ὁ Ἀντίφιλος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="32"><sp><speaker>Μνήσιππος</speaker><p rend="merge">ὕστερον δὲ ἀποθανόντος ἐν τῷ δεσμωτηρίῳ λῃστοῦ τινος ὑπὸ φαρμάκων, ὡς ἐδόκει, φυλακή τε ἀκριβὴς ἐγένετο καὶ οὐκέτι παρῄει εἰς τὸ οἴκημα οὐδὲ εἷς τῶν δεομένων.<note xml:lang="mul" type="footnote" n="v.5.p.154.n.1">δεομένων G. Hermann: λεγομένων C: λελυμένων ΓΜΝΒ.</note> ἐφʼ οἷς ἀπορῶν καὶ ἀνιώμενος, οὐκ ἔχων ἄλλως παρεῖναι τῷ ἑταίρῳ, προσαγγέλλει ἑαυτὸν ἐλθὼν πρὸς τὸν ἁρμοστήν, ὡς εἴη κεκοινωνηκὼς τῆς ἐπὶ τὸν Ἄνουβιν ἐπιβουλῆς. </p><p rend="align(indent)">ὡς δὲ τοῦτο εἶπεν, ἀπήγετο εὐθὺς ἐς τὸ δεσμωτήριον, καὶ ἀχθεὶς παρὰ τὸν Ἀντίφιλον τοῦτο γοῦν μόλις, πολλὰ ἱκετεύσας τὸν δεσμοφύλακα, ἐξειργάσατο παρʼ αὐτοῦ, πλησίον τῷ Ἀντιφίλῳ καὶ ὑπὸ τῷ αὐτῷ κλοιῷ δεδέσθαι. ἔνθα δὴ καὶ μάλιστα ἔδειξε τὴν εὔνοιαν ἣν εἶχε πρὸς αὐτόν, ἀμελῶν μὲν τῶν καθʼ ἑαυτὸν δεινῶν <pb n="v.5.p.156"/> (καίτοι ἐνόσησε καὶ αὐτός), ἐπιμελούμενος δὲ ὅπως ἐκεῖνος μάλιστα καθευδήσει καὶ ἧττον ἀνιάσεται· ὥστε ῥᾷον ἔφερον μετʼ ἀλλήλων κακοπαθοῦντες.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="33"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">χρόνῳ δὲ καὶ τοιόνδε τι προσπεσὸν ἔπαυσεν ἐπὶ πλέον αὐτοὺς δυστυχοῦντας. εἷς γὰρ τῶν δεδεμένων, οὐκ οἶδʼ ὅθεν ῥίνης εὐπορήσας καὶ συνωμότας πολλοὺς τῶν δεσμωτῶν προσλαβών, ἀποπρίει τε τὴν ἅλυσιν ᾗ ἐδέδεντο ἑξῆς, τῶν κλοιῶν εἰς αὐτὴν διειρομένων, καὶ ἀπολύει ἅπαντας· οἱ δὲ ἀποκτείναντες εὐμαρῶς ὀλίγους ὄντας τοὺς φύλακας ἐκπηδῶσιν ἀθρόοι. ἐκεῖνοι μὲν οὖν τὸ παραυτίκα ἔνθα ἐδύναντο ἕκαστος διασπαρέντες ὕστερον συνελήφθησαν οἱ <corr>πολλοί·</corr> ὁ Δημήτριος δὲ καὶ ὁ Ἀντίφιλος κατὰ χώραν ἔμειναν, καὶ τοῦ Σύρου λαβόμενοι ἤδη ἀπιόντος. ἐπεὶ δὲ ἡμέρα ἐγένετο, μαθὼν ὁ τὴν Αἴγυπτον ἐπιτετραμμένος τὸ συμβεβηκὸς ἐπʼ ἐκείνους μὲν <corr>ἔπεμψεν</corr> τοὺς διωξομένους, μεταστειλάμενος δὲ τοὺς ἀμφὶ τὸν Δημήτριον ἀπέλυσε τῶν δεσμῶν, ἐπαινέσας ὅτι μόνοι οὐκ ἀπέδρασαν. </p><p rend="align(indent)">ἀλλʼ οὐκ ἐκεῖνοί γε ἠγάπησαν οὕτως ἀφιέμενοι, ἐβόα δὲ ὁ Δημήτριος καὶ δεινὰ ἐποίει, ἀδικεῖσθαι σφᾶς οὐ μικρὰ εἰ δόξουσι κακοῦργοι ὄντες ἐλέῳ ἢ ἐπαίνῳ τοῦ μὴ ἀποδρᾶναι ἀφεῖσθαι· καὶ τέλος ἠνάγκασαν τὸν δικαστὴν ἀκριβῶς τὸ πρᾶγμα ἐξετάσαι. ὁ δὲ ἐπεὶ ἔμαθεν οὐδὲν ἀδικοῦντας, ἐπαινέσας αὐτούς, τὸν Δημήτριον δὲ καὶ πάνυ θαυμάσας, ἀφίησι παραμυθησάμενος <pb n="v.5.p.158"/> ἐπὶ τῇ κολάσει ἣν ἠνέσχοντο ἀδίκως δεθέντες, καὶ ἑκάτερον δωρησάμενος παρʼ αὑτοῦ, δραχμαῖς μὲν μυρίαις τὸν Ἀντίφιλον, δὶς τοσαύταις δὲ τὸν Δημήτριον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="34"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">ὁ μὲν οὖν Ἀντίφιλος ἔτι καὶ νῦν ἐν Αἰγύπτῳ ἐστίν, ὁ δὲ Δημήτριος καὶ τὰς αὑτοῦ δισμυρίας ἐκείνῳ καταλιπὼν ᾤχετο ἀπιὼν εἰς τὴν Ἰνδικὴν παρὰ τοὺς Βραχμᾶνας, τοσοῦτον εἰπὼν πρὸς τὸν Ἀντίφιλον, ὡς συγγνωστὸς ἂν εἰκότως νομίζοιτο ἤδη ἀπολιπὼν <corr>αὐτόν·</corr> οὔτε γὰρ αὐτὸς δεῖσθαι τῶν χρημάτων, ἔστʼ ἂν αὐτὸς ᾖ ὅπερ ἐστίν, ἀρκεῖσθαι ὀλίγοις δυνάμενος, οὔτε ἐκείνῳ ἔτι δεῖν φίλου, εὐμαρῶν αὐτῷ τῶν πραγμάτων γεγενημένων. </p><p rend="align(indent)">τοιοῦτοι, ὦ Τόξαρι, οἱ Ἕλληνες φίλοι. εἰ δὲ μὴ προδιεβεβλήκεις ἡμᾶς ὡς ἐπὶ ῥήμασι μέγα φρονοῦντας, καὶ αὐτοὺς ἄν σοι τοὺς λόγους διεξῆλθον, πολλοὺς καὶ ἀγαθοὺς ὄντας, οὓς ὁ Δημήτριος εἶπεν ἐν τῷ δικαστηρίῳ, ὑπὲρ αὑτοῦ μὲν οὐδὲν ἀπολογούμενος, ὑπὲρ τοῦ Ἀντιφίλου δέ, καὶ δακρύων προσέτι καὶ ἱκετεύων καὶ τὸ πᾶν ἐφʼ ἑαυτὸν ἀναδεχόμενος, ἄχρι μαστιγούμενος ὁ Σύρος ἀμφοτέρους ἀφίησιν αὐτούς.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="35"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">ἐγὼ μὲν οὖν τούτους ὀλίγους ἀπὸ πλειόνων, οὓς πρώτους ἡ μνήμη ὑπέβαλε, διηγησάμην σοι ἀγαθοὺς καὶ βεβαίους φίλους. καὶ τὸ λοιπὸν ἤδη καταβὰς ἀπὸ τοῦ λόγου σοὶ τὴν ῥήτραν παραδίδωμι· σὺ δὲ ὅπως μὴ χείρους ἐρεῖς τοὺς Σκύθας, ἀλλὰ πολλῷ τούτων ἀμείνους, αὐτῷ σοὶ μελήσει, εἴ τι καὶ τῆς δεξιᾶς πεφρόντικας, ὡς μὴ ἀποτμηθείης αὐτήν. ἀλλὰ χρὴ ἄνδρα ἀγαθὸν εἶναι· ἐπεὶ καὶ γελοῖα ἂν πάθοις Ὀρέστην μὲν καὶ <pb n="v.5.p.160"/> Πυλάδην πάνυ σοφιστικῶς ἐπαινέσας, ὑπὲρ δὲ τῆς Σκυθίας φαῦλος ῥήτωρ φαινόμενος.<note xml:lang="mul" type="footnote" n="v.5.p.160.n.1">φαινόμενος ΓΒ: γενόμενος NCA</note> </p></sp><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> εὖ γε, ὦ Μνήσιππε, ὅτι καὶ παροτρύνεις με πρὸς τὸν λόγον, ὥσπερ οὐ πάνυ σοι μέλον εἰ ἀποτμηθείης τὴν γλῶτταν κρατηθεὶς ἐν τοῖς λόγοις. πλὴν ἄρξομαί γε ἤδη, μηδὲν ὥσπερ σὺ καλλιλογησάμενος· οὐ γὰρ Σκυθικὸν τοῦτο, καὶ μάλιστα ἐπειδὰν τὰ ἔργα ὑπερφθέγγηται τοὺς λόγους. προσδοκήσῃς δὲ μηδὲν τοιοῦτο παρʼ ἡμῶν οἷα σὺ διεξελήλυθας, ἐπαινῶν εἴ τις ἄπροικον ἔγημεν αἰσχρὰν γυναῖκα ἢ εἴ τις ἀργύριον ἐπέδωκε γαμουμένῃ φίλου ἀνδρὸς θυγατρὶ δύο τάλαντα, ἢ<note xml:lang="mul" type="footnote" n="v.5.p.160.n.2">ἢ Lehmann: not in MSS.</note> καὶ νὴ Δίʼ εἴ τις παρέσχεν ἑαυτὸν δεδησόμενον ἐπὶ προδήλῳ τῷ μικρὸν ὕστερον λυθήσεσθαι· πάνυ γὰρ εὐτελῆ ταῦτα καὶ μεγαλουργὸν ἐν αὐτοῖς ἢ ἀνδρεῖον ἔνι οὐδέν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="36"><sp><speaker>Τόξαρις</speaker><p rend="merge">ἐγὼ δέ σοι διηγήσομαι φόνους πολλοὺς καὶ πολέμους καὶ θανάτους ὑπὲρ τῶν φίλων, ἵνʼ εἰδῇς ὡς παιδιὰ τὰ ὑμέτερά ἐστιν παρὰ τὰ Σκυθικὰ ἐξετάζεσθαι.</p><p rend="align(indent)">καίτοι οὐδὲ ἀλόγως αὐτὸ πεπόνθατε, ἀλλὰ εἰκότως τὰ μικρὰ ταῦτα ἐπαινεῖτε· οὐδὲ γὰρ οὐδέ εἰσιν ὑμῖν ἀφορμαὶ ὑπερμεγέθεις πρὸς ἐπίδειξιν φιλίας ἐν εἰρήνῃ βαθείᾳ βιοῦσιν, ὥσπερ οὐδʼ ἂν<note xml:lang="mul" type="footnote" n="v.5.p.160.n.3">ἂν Geist: not in MSS.</note> ἐν γαλήνῃ μάθοις εἰ ἀγαθὸς ὁ κυβερνήτης ἐστί· χειμῶνος γὰρ δεήσει σοὶ πρὸς τὴν διάγνωσιν. παρʼ ἡμῖν δὲ συνεχεῖς οἱ πόλεμοι, καὶ ἢ ἐπελαύνομεν ἄλλοις ἢ ὑποχωροῦμεν ἐπιόντας ἢ <pb n="v.5.p.162"/> συμπεσόντες ὑπὲρ νομῆς ἢ λείας μαχόμεθα, ἔνθα μάλιστα δεῖ φίλων ἀγαθῶν· καὶ διὰ τοῦτο ὡς βεβαιότατα συντιθέμεθα τὰς φιλίας, μόνον τοῦτο ὅπλον ἄμαχον καὶ δυσπολέμητον εἶναι νομίζοντες.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="37"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">πρότερον δέ σοι εἰπεῖν βούλομαι ὃν τρόπον ποιούμεθα τοὺς φίλους, οὐκ ἐκ τῶν πότων, ὥσπερ ὑμεῖς, οὐδὲ εἰ συνέφηβός τις ἢ γείτων ἦν, ἀλλʼ ἐπειδάν τινα ἴδωμεν ἀγαθὸν ἄνδρα καὶ μεγάλα ἐργάσασθαι δυνάμενον, ἐπὶ τοῦτον ἅπαντες σπεύδομεν, καὶ ὅπερ ὑμεῖς ἐν τοῖς γάμοις, τοῦτο ἡμεῖς ἐπὶ τῶν φίλων ποιεῖν ἀξιοῦμεν, ἐπὶ πολὺ μνηστευόμενοι καὶ πάντα ὁμοῦ πράττοντες ὡς μὴ διαμαρτάνοιμεν τῆς φιλίας μηδὲ ἀπόβλητοι δόξωμεν εἶναι. κἀπειδὰν προκριθείς τις ἤδη φίλος ᾖ, συνθῆκαι τὸ ἀπὸ τούτου καὶ ὅρκος ὁ μέγιστος, ἦ μὴν καὶ βιώσεσθαι μετʼ ἀλλήλων καὶ ἀποθανεῖσθαι, ἢν δέῃ, ὑπὲρ τοῦ ἑτέρου τὸν ἕτερον· καὶ οὕτω ποιοῦμεν. ἀφʼ οὗ γὰρ ἂν<note xml:lang="mul" type="footnote" n="v.5.p.162.n.1">ἂν Struve: not in MSS.</note> ἐντεμόντες ἅπαξ τοὺς δακτύλους ἐνσταλάξωμεν τὸ αἷμα εἰς κύλικα καὶ τὰ ξίφη ἄκρα βάψαντες ἅμα ἀμφότεροι ἐπισχόμενοι πίωμεν, οὐκ ἔστιν ὅ τι τὸ μετὰ τοῦτο ἡμᾶς διαλύσειεν ἄν. ἐφεῖται δὲ τὸ μέγιστον ἄχρι τριῶν ἐς τὰς συνθήκας εἰσιέναι· ὡς ὅστις ἂν πολύφιλος ᾖ, ὅμοιος ἡμῖν δοκεῖ ταῖς κοιναῖς ταύταις καὶ μοιχευομέναις γυναιξί, καὶ οἰόμεθα οὐκέθʼ ὁμοίως ἰσχυρὰν αὐτοῦ τὴν φιλίαν εἶναι, πρὸς πολλὰς εὐνοίας διαιρεθεῖσαν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="38"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">ἄρξομαι δὲ ἀπὸ τῶν Δανδάμιδος πρῴην <pb n="v.5.p.164"/> γενομένων. ὁ γὰρ Δάνδαμις ἐν τῇ πρὸς Σαυρομάτας συμπλοκῇ, ἀπαχθέντος αἰχμαλώτου Ἀμιζώκου τοῦ φίλου αὐτοῦ — μᾶλλον δὲ πρότερον ὀμοῦμαί σοι τὸν ἡμέτερον ὅρκον, ἐπεὶ καὶ τοῦτο ἐν ἀρχῇ <corr>διωμολογησάμην·</corr> οὐ μὰ <corr>γὰρ</corr> τὸν Ἄνεμον καὶ τὸν Ἀκινάκην, οὐδὲν πρὸς σέ, ὦ Μνήσιππε, ψεῦδος ἐρῶ περὶ τῶν φίλων τῶν Σκυθῶν.<note xml:lang="mul" type="footnote" n="v.5.p.164.n.1">σκυθῶν ΓΝΒΜ: σκυθικῶν (C)A vulg. Cf. § 9, οἱ φίλοι οἱ Σκύθαι.</note></p></sp><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> ἐγὼ μὲν οὐ πάνυ σου ὀμνύντος <corr>ἐδεόμην·</corr> σὺ <corr>δὲ</corr> ὅμως εὖ ποιῶν οὐδένα θεῶν<note xml:lang="mul" type="footnote" n="v.5.p.164.n.2">τῶν θεῶν C.</note> ἐπωμόσω. </p></sp><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> τί σὺ λέγεις; οὔ σοι δοκοῦσιν ὁ Ἄνεμος καὶ ὁ Ἀκινάκης θεοὶ εἶναι; οὕτως ἄρα ἠγνόησας ὅτι ἀνθρώποις μεῖζον οὐδέν ἐστιν ζωῆς τε καὶ θανάτου; ὁπόταν τοίνυν τὸν Ἄνεμον καὶ τὸν Ἀκινάκην ὀμνύωμεν, ταῦτα ὀμνύομεν ὡς τὸν μὲν ἄνεμον ζωῆς αἴτιον ὄντα, τὸν ἀκινάκην δὲ ὅτι ἀποθνήσκειν ποιεῖ. </p></sp><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> καὶ μὴν εἰ διά γε τοῦτο, καὶ ἄλλους ἂν ἔχοιτε πολλοὺς θεοὺς οἷος ὁ Ἀκινάκης ἐστί, τὸν Ὀιστὸν καὶ τὴν Λόγχην καὶ Κώνειον δὲ καὶ Βρόχον καὶ τὰ τοιαῦτα· ποικίλος γὰρ οὗτος ὁ θεὸς ὁ θάνατος καὶ ἀπείρους τὰς ἐφʼ ἑαυτὸν παρέχεται ἀγούσας ὁδούς. </p></sp><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> ὁρᾷς τοῦτο ὡς ἐριστικὸν ποιεῖς καὶ δικανικόν, ὑποκρούων μεταξὺ καὶ διαφθείρων μου τὸν λόγον; ἐγὼ δὲ ἡσυχίαν ἦγον σοῦ λέγοντος.  </p></sp><pb n="v.5.p.166"/><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> ἀλλʼ οὐκ αὖθίς γε, ὦ Τόξαρι, ποιήσω τοῦτο, πάνυ γὰρ ὀρθῶς ἐπετίμησας· ὥστε θαρρῶν τό γε ἐπὶ τούτῳ λέγε, ὡς μηδὲ παρόντος ἐμοῦ τοῖς λόγοις, οὕτω σιωπήσομαί σοι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="39"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> τετάρτη μὲν ἦν ἡμέρα τῆς φιλίας Δανδάμιδι καὶ Ἀμιζώκῃ, ἀφʼ οὗ τὸ ἀλλήλων αἷμα <corr>συνεπεπώκεσαν·</corr> ἧκον δὲ ἡμῖν ἐπὶ τὴν χώραν Σαυρομάται μυρίοις μὲν ἱππεῦσιν, οἱ πεζοὶ δὲ τρὶς τοσοῦτοι ἐπεληλυθέναι ἐλέγοντο. οἷα δὲ οὐ προϊδομένοις τὴν ἔφοδον αὐτῶν ἐπιπεσόντες<note xml:lang="mul" type="footnote" n="v.5.p.166.n.1">ἐπεισπεσόντες C.</note> ἅπαντας μὲν τρέπουσι, πολλοὺς δὲ τῶν μαχίμων κτείνουσι, τοὺς δὲ καὶ ζῶντας ἀπάγουσι, πλὴν εἴ τις ἔφθη διανηξάμενος εἰς τὸ πέραν τοῦ ποταμοῦ, <corr>ἔνθα</corr> ἡμῖν τὸ ἥμισυ τοῦ στρατοπέδου καὶ μέρος τῶν ἁμαξῶν ἦν· οὕτω γὰρ ἐσκηνώσαμεν τότε, οὐκ οἶδα ὅ τι δόξαν τοῖς ἀρχιπλάνοις ἡμῶν, ἐπʼ ἀμφοτέρας τὰς ὄχθας τοῦ Τανάϊδος.</p><p rend="align(indent)"> εὐθὺς οὖν ἥ τε λεία περιηλαύνετο καὶ τὰ αἰχμάλωτα συνείχετο καὶ τὰς σκηνὰς διήρπαζον καὶ τὰς ἁμάξας κατελαμβάνοντο, αὐτάνδρους τὰς πλείστας ἁλισκομένας, καὶ ἐν ὀφθαλμοῖς ἡμῶν ὑβρίζοντες τὰς παλλακίδας καὶ τὰς γυναῖκας· ἡμεῖς δὲ ἠνιώμεθα τῷ πράγματι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="40"><sp><speaker>Τόξαρις</speaker><p rend="merge">ὁ δὲ Ἀμιζώκης ἀγόμενος — ἑαλώκει γάρ — ἐβόα τὸν φίλον ὀνομαστί, κακῶς δεδεμένος, καὶ ὑπεμίμνησκεν τῆς κύλικος <pb n="v.5.p.168"/> καὶ τοῦ αἵματος. ὧν ἀκούσας ὁ Δάνδαμις οὐδὲν ἔτι μελλήσας ἁπάντων ὁρώντων διανήχεται εἰς τοὺς πολεμίους· καὶ οἱ μὲν Σαυρομάται διηρμένοι τοὺς ἄκοντας ὥρμησαν ἐπʼ αὐτὸν ὡς κατακεντήσοντες, ὁ δὲ ἐβόα τὸ <q>Ζίριν.<note xml:lang="mul" type="footnote" n="v.5.p.168.n.1">τὸ Ζίριν Schmieder; τὸ ζηρίν Ϲ; τὸν ζίριν Γ; τὸν ζῖριν Ν; τὸν ζίρην B. Below (Ζίριν ἥκοντα) the same variations in spelling occur. The corruption of τὸ to τὸν arose from knowing or guessing (from the context below), that Zirin was a Masculine noun.</note></q> τοῦτο δὲ ἤν τις εἴπῃ, οὐκέτι φονεύεται ὑπʼ αὐτῶν, ἀλλὰ δέχονται αὐτὸν ὡς ἐπὶ λύτροις ἥκοντα.</p><p rend="align(indent)"> καὶ δὴ ἀναχθεὶς πρὸς τὸν ἄρχοντα αὐτῶν ἀπῄτει τὸν φίλον, ὁ δὲ λύτρα ᾔτει· μὴ γὰρ προήσεσθαι, εἰ μὴ μεγάλα ὑπὲρ αὐτοῦ λάβοι.<note xml:lang="mul" type="footnote" n="v.5.p.168.n.2">λάβοι N: λάβῃ ΓΒϹ. </note> ὁ Δάνδαμις δέ, <q>ἃ μὲν εἶχον,</q> φησίν, <q>ἅπαντα διήρπασται ὑφʼ ὑμῶν, εἰ δέ τι δύναμαι γυμνὸς ὑποτελέσαι, ἕτοιμος ὑποστῆναι ὑμῖν, καὶ πρόσταττε ὅ τι ἂν θέλῃς. εἰ βούλει δέ, ἐμὲ ἀντὶ τούτου λαβὼν<note xml:lang="mul" type="footnote" n="v.5.p.168.n.3">λαβὼν ΝΒ: not in ΓΜ(Ϲ)Α.</note> κατάχρησαι πρὸς ὅ τι σοι φίλον.</q> ὁ δὲ Σαυρομάτης, <q> οὐδέν,</q> ἔφη, <q> δεῖ ὅλον κατέχεσθαί σε, καὶ ταῦτα Ζίριν ἥκοντα, σὺ δὲ ὧν ἔχεις μέρος καταβαλὼν ἄγου τὸν φίλον.</q> ἤρετο ὁ Δάνδαμις ὅ τι καὶ βούλεται <corr>λαβεῖν·</corr> ὁ δὲ τοὺς ὀφθαλμοὺς ᾔτησεν. ὁ δὲ αὐτίκα παρέσχεν ἐκκόπτειν αὐτούς· κἀπειδὴ ἐξεκέκοπτο καὶ ἤδη τὰ λύτρα εἶχον οἱ Σαυρομάται, παραλαβὼν τὸν Ἀμιζώκην ἐπανῄει ἐπερειδόμενος αὐτῷ, καὶ ἅμα διανηξάμενοι ἀπεσώθησαν πρὸς ἡμᾶς.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>