<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:19-21</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:19-21</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="19"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> ἄκουε τοίνυν καὶ ἄλλον, ὦ Τόξαρι, Εὐθύδικον τὸν Χαλκιδέα. διηγεῖτο δέ μοι περὶ αὐτοῦ Σιμύλος ὁ ναύκληρος ὁ Μεγαρικός, ἐπομοσάμενος ἦ μὴν αὐτὸς ἑωρακέναι τὸ ἔργον. πλεῖν μὲν γὰρ ἔφη ἐξ Ἰταλίας Ἀθήναζε περὶ δύσιν Πλειάδος συλλογιμαίους τινὰς ἀνθρώπους κομίζων, ἐν δὲ τούτοις εἶναι τὸν Εὐθύδικον καὶ μετʼ αὐτοῦ Δάμωνα, Χαλκιδέα καὶ τοῦτον, ἑταῖρον αὐτοῦ· ἡλικιώτας δὲ εἶναι, τὸν μὲν Εὐθύδικον ἐρρωμένον καὶ καρτερόν, τὸν δὲ Δάμωνα ὕπωχρον καὶ ἀσθενικόν, ἄρτι ἐκ νόσου μακρᾶς, ὡς ἐδόκει, ἀνιστάμενον. </p><pb n="v.5.p.136"/><p rend="align(indent)">Ἄχρι μὲν οὖν Σικελίας εὐτυχῶς διαπλεῦσαι ἔφη ὁ Σιμύλος σφᾶς· ἐπεὶ δὲ τὸν πορθμὸν διαπεράσαντες ἐν αὐτῷ ἤδη τῷ Ἰονίῳ ἔπλεον, χειμῶνα μέγιστον ἐπιπεσεῖν αὐτοῖς. καὶ τὰ μὲν πολλὰ τί ἄν τις λέγοι, τρικυμίας τινὰς καὶ στροβίλους καὶ χαλάζας καὶ ἄλλα ὅσα χειμῶνος <corr>κακά;</corr> ἐπεὶ δὲ ἤδη σφᾶς κατὰ τὴν Ζάκυνθον εἶναι ἀπὸ ψιλῆς τῆς κεραίας πλέοντας, ἔτι καὶ σπείρας τινὰς ἐπισυρομένους, ὡς τὸ ῥόθιον ἐπιδέχεσθαι τῆς ὁρμῆς, περὶ μέσας νύκτας οἷον ἐν τοσούτῳ σάλῳ ναυτιάσαντα τὸν Δάμωνα ἐμεῖν ἐκκεκυφότα<note xml:lang="mul" type="footnote" n="v.5.p.136.n.1">ἐκκεκυφότα Harmon: ἐξ ἐγκεκυφότα Γ, ἐγκεκυφότα other MSS.</note> ἐς τὴν <corr>θάλασσαν·</corr> εἶτα, οἶμαι, τῆς νεὼς βιαιότερον ἐς ὃ ἐκεκύφει μέρος ἐπικλιθείσης καὶ τοῦ κύματος συναπώσαντος, ἐκπεσεῖν αὐτὸν ἐπὶ τὴν κεφαλὴν ἐς τὸ πέλαγος, οὐδὲ γυμνὸν τὸν ἄθλιον,<note xml:lang="mul" type="footnote" n="v.5.p.136.n.2">τὸν ἄθλιον: only N the article.</note> ὡς ἂν καὶ ῥᾷον δύνασθαι νεῖν. εὐθὺς οὖν βοᾶν πνιγόμενον καὶ μόγις ἑαυτὸν ὑπερέχοντα τοῦ κλύδωνος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="20"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">τὸν δὲ Εὐθύδικον, ὡς ἤκουσε — τυχεῖν δὲ γυμνὸν ἐν τῇ εὐνῇ ὄντα — ῥῖψαι ἑαυτὸν εἰς τὴν θάλασσαν καὶ καταλαβόντα τὸν Δάμωνα ἤδη ἀπαγορεύοντα — φαίνεσθαι γὰρ ἐπὶ πολὺ ταῦτα τῆς σελήνης καταλαμπούσης — συμπαρανήχεσθαι καὶ συγκουφίζειν. σφᾶς <corr>δὲ</corr> ἐπιθυμεῖν μὲν αὐτοῖς βοηθεῖν καὶ ἐλεεῖν τὴν συμφορὰν τῶν ἀνδρῶν, μὴ δύνασθαι δέ, μεγάλῳ τῷ πνεύματι ἐλαυνομένους. πλὴν ἐκεῖνά γε ποιῆσαι, φελλούς τε γὰρ πολλοὺς ἀφεῖναι αὐτοῖς καὶ τῶν κοντῶν τινας, ὡς ἐπὶ τούτων ἀπονήξαιντο, εἴ τινι αὐτῶν περιτύχοιεν, καὶ τέλος καὶ τὴν ἀποβάθραν αὐτὴν οὐ μικρὰν οὖσαν.</p><pb n="v.5.p.138"/><p rend="align(indent)">Ἐννόησον τοίνυν πρὸς θεῶν ἥντινα ἄν τις ἄλλην ἐπίδειξιν ἐπιδείξαιτο εὐνοίας βεβαιοτέραν πρὸς ἄνδρα φίλον ἐν νυκτὶ ἐκπεσόντα ἐς πέλαγος οὕτως ἠγριωμένον ἢ κοινωνήσας τοῦ θανάτου; καί μοι ἐπʼ ὀφθαλμῶν λαβὲ τὴν ἐπανάστασιν τῶν κυμάτων, τὸν ἦχον τοῦ ὕδατος ἐπικλωμένου, τὸν ἀφρὸν περιζέοντα, τὴν νύκτα καὶ τὴν <corr>ἀπόγνωσιν·</corr> εἶτα ἀποπνιγόμενον ἐκεῖνον καὶ μόγις ἀνακύπτοντα καὶ τὰς χεῖρας ὀρέγοντα τῷ ἑταίρῳ, τὸν δὲ ἐπιπηδῶντα εὐθὺς καὶ συννέοντα καὶ δεδιότα μὴ προαπόληται<note xml:lang="mul" type="footnote" n="v.5.p.138.n.1">προαπόληται vulg.: προαπολεῖται ΓNB.</note> αὐτοῦ ὁ Δάμων. οὕτω <corr>γὰρ</corr> ἂν μάθοις ὡς οὐκ ἀγεννῆ σοι καὶ τοῦτον φίλον τὸν Εὐθύδικον διηγησάμην. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="21"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> πότερον δὲ ἀπώλοντο, ὦ Μνήσιππε, οἱ ἄνδρες, ἤ τις αὐτοῖς ἐκ παραλόγου σωτηρία ἐγένετο; ὡς ἔγωγε οὐ μετρίως δέδοικα ὑπὲρ αὐτῶν. </p></sp><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> θάρρει, ὦ Τόξαρι, ἐσώθησαν, καὶ ἔτι καὶ νῦν εἰσιν Ἀθήνησιν ἄμφω φιλοσοφοῦντες. ὁ μὲν γὰρ Σιμύλος ταῦτα μόνα εἶχε λέγειν ἅ ποτε εἶδε τῆς νυκτός, τὸν μὲν<note xml:lang="mul" type="footnote" n="v.5.p.138.n.2">τὸν μὲν Ν: not ἰη ΓΒ(C)Α.</note> ἐκπίπτοντα, τὸν δὲ ἐπιπηδῶντα, καὶ νηχομένους ἐς ὅσον ἐν νυκτὶ καθορᾶν ἐδύνατο. τὰ δὲ ἀπὸ τούτου οἱ ἀμφὶ τὸν Εὐθύδικον αὐτοὶ διηγοῦνται. τὸ μὲν γὰρ πρῶτον φελλοῖς τισι περιπεσόντας ἀνέχειν ἐπὶ τούτων ἑαυτοὺς καὶ ἀπονήχεσθαι πονηρῶς, ὕστερον δὲ τὴν ἀποβάθραν ἰδόντας ἤδη πρὸς ἕω προσνήξασθαί τε αὐτῇ καὶ τὸ λοιπὸν ἐπιβάντας εὐμαρῶς προσενεχθῆναι τῇ Ζακύνθῳ.  </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>