<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:16-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:16-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="16"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">εἶτα, ὡς ἤδη αὖος ἦν, ἀπολιποῦσα αὐτὸν ἄλλον τινὰ Κρῆτα νεανίσκον τῶν ὑποχρύσων ἐθήρα καὶ μετέβαινεν ἐπʼ ἐκεῖνον καὶ ἤρα ἤδη αὐτοῦ, κἀκεῖνος ἐπίστευεν. </p><p rend="align(indent)">ἀμελούμενος οὖν ὁ Δεινίας οὐχ ὑπὸ τῆς Χαρικλείας μόνον ἀλλὰ καὶ ὑπὸ τῶν κολάκων (κἀκεῖνοι γὰρ ἐπὶ τὸν Κρῆτα ἤδη τὸν ἐρώμενον μετεληλύθεσαν) ἔρχεται παρὰ τὸν Ἀγαθοκλέα καὶ πάλαι εἰδότα ὡς ἔχοι πονηρῶς τὰ πράγματα αὐτῷ, καὶ αἰδούμενος τὸ πρῶτον ὅμως διηγεῖτο πάντα — τὸν ἔρωτα, τὴν ἀπορίαν, τὴν ὑπεροψίαν τῆς γυναικός, τὸν ἀντεραστὴν τὸν Κρῆτα, καὶ τέλος ὡς οὐ βιώσεται μὴ οὐχὶ συνὼν τῇ Χαρικλείᾳ. ὁ δὲ ἄκαιρον εἶναι νομίσας ἐν τούτῳ ἀπομνημονεύειν τῷ Δεινίᾳ διότι οὐ προσίετο μόνον αὐτὸν τῶν φίλων ἀλλὰ τοὺς κόλακας αὐτοῦ προετίμα τότε, ἣν μόνον εἶχεν πατρῴαν οἰκίαν ἐν Σάμῳ ἀπεμπολήσας ἧκεν αὐτῷ τὴν τιμὴν κομίζων, τρία τάλαντα. </p><p rend="align(indent)">λαβὼν δὲ ὁ Δεινίας οὐκ ἀφανὴς εὐθὺς ἦν τῇ Χαρικλείᾳ καλός ποθεν αὖθις γεγενημένος, καὶ αὖθις ἡ ἅβρα καὶ τὰ γραμματεῖα, καὶ μέμψις ὅτι μὴ πολλοῦ χρόνου ἀφίκετο, καὶ οἱ κόλακες συνέθεον ἐπικαλαμησόμενοι, ὁρῶντες ἐδώδιμον ἔτι ὄντα τὸν Δεινίαν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="17"><sp><speaker>Μνήσιππος</speaker><p rend="merge">ὡς δὲ ὑπέσχετο ἥξειν παρʼ αὐτὴν καὶ ἧκε περὶ πρῶτον ὕπνον καὶ ἔνδον ἦν, ὁ Δημῶναξ, ὁ τῆς Χαρικλείας ἀνήρ, εἴτε ἄλλως αἰσθόμενος εἴτε καὶ ἀπὸ συνθήματος<note xml:lang="mul" type="footnote" n="v.5.p.130.n.1">συνθήματος B: συνθέματος Γ : συνθήκης Ν.</note> τῆς γυναικός <pb n="v.5.p.132"/> (ἄμφω γὰρ λέγεται) ἐπαναστὰς ὥσπερ ἐκ λόχου τήν τε αὔλειον ἀποκλείειν ἐκέλευεν καὶ συλλαμβάνειν τὸν Δεινίαν, πῦρ καὶ μάστιγας ἀπειλῶν καὶ ξίφος ὡς ἐπὶ μοιχὸν σπασάμενος.</p><p rend="align(indent)">ὁ δὲ συνιδὼν οὗ κακῶν ἦν, μοχλόν τινα πλησίον κείμενον ἁρπάσας αὐτόν τε ἀποκτείνει τὸν Δημώνακτα, πατάξας εἰς τὸν κρόταφον, καὶ τὴν Χαρίκλειαν, οὐ μιᾷ πληγῇ ταύτην, ἀλλὰ καὶ τῷ μοχλῷ πολλάκις καὶ τῷ ξίφει τοῦ Δημώνακτος ὕστερον. οἱ δʼ οἰκέται τέως μὲν ἑστήκεσαν ἄφωνοι, τῷ παραδόξῳ τοῦ πράγματος ἐκπεπληγμένοι, εἶτα πειρώμενοι συλλαμβάνειν, ὡς καὶ αὐτοῖς ἐπῄει μετὰ τοῦ ξίφους, ἐκεῖνοι μὲν ἔφευγον, ὁ Δεινίας δὲ ὑπεξέρχεται<note xml:lang="mul" type="footnote" n="v.5.p.132.n.1">ὑπεξέρχεται NB: ὑπέρχεται ΓC, ἐξέρχεται M.</note> τηλικοῦτον ἔργον εἰργασμένος. </p><p rend="align(indent)">καὶ τὸ μέχρι τῆς ἕω παρὰ τῷ Ἀγαθοκλεῖ διέτριβεν, ἀναλογιζόμενοι τὰ πεπραγμένα καὶ περὶ τῶν μελλόντων ὅ τι ἀποβήσεται σκοποῦντες· ἕωθεν δὲ οἱ στρατηγοὶ παρῆσαν — ἤδη γὰρ τὸ πρᾶγμα διεβεβόητο — καὶ συλλαβόντες τὸν Δεινίαν, οὐδʼ αὐτὸν ἔξαρνον ὄντα μὴ οὐχὶ πεφονευκέναι, ἀπάγουσι παρὰ τὸν ἁρμοστὴν ὃς ἥρμοζε τὴν Ἀσίαν τότε. ὁ δὲ βασιλεῖ τῷ μεγάλῳ ἀναπέμπει <corr>αὐτόν·</corr> καὶ μετʼ οὐ πολὺ κατεπέμφθη ὁ Δεινίας εἰς Γύαρον νῆσον τῶν Κυκλάδων, ἐν ταύτῃ φεύγειν εἰς ἀεὶ τεταγμένος ὑπὸ βασιλέως.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="18"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">ὁ δὲ Ἀγαθοκλῆς καὶ τἄλλα μὲν συνῆν καὶ συναπῆρεν εἰς τὴν Ἰταλίαν καὶ συνεισῆλθεν εἰς τὸ δικαστήριον μόνος τῶν φίλων καὶ πρὸς οὐδὲν ἐνεδέησεν. ἐπεὶ δὲ ἤδη ἔφευγεν ὁ Δεινίας, οὐδὲ τότε ἀπελείφθη τοῦ ἑταίρου, καταδικάσας δὲ αὐτὸς αὑτοῦ διέτριβεν ἐν Γυάρῳ καὶ συνέφευγεν <pb n="v.5.p.134"/> αὐτῷ, καὶ ἐπειδὴ παντάπασιν ἠπόρουν τῶν ἀναγκαίων, παραδοὺς ἑαυτὸν τοῖς πορφυρεῦσι συγκατεδύετο καὶ τὸ γινόμενον ἐκ τούτου ἀποφέρων ἔτρεφε τὸν Δεινίαν· καὶ νοσήσαντά τε ἐπὶ μήκιστον ἐθεράπευσε καὶ ἀποθανόντος οὐκέτι ἐπανελθεῖν εἰς τὴν ἑαυτοῦ ἠθέλησεν, ἀλλʼ αὐτοῦ ἐν τῇ νήσῳ ἔμεινεν αἰσχυνόμενος καὶ τεθνεῶτα ἀπολιπεῖν τὸν φίλον.</p><p rend="align(indent)">τοῦτό σοι ἔργον φίλου Ἕλληνος οὐ πρὸ πολλοῦ γενόμενον· ἔτη γὰρ οὐκ οἶδα εἰ πέντε ἤδη διελήλυθεν ἀφʼ οὗ Ἀγαθοκλῆς ἐν Γυάρῳ ἀπέθανεν. </p></sp><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> καὶ εἴθε γε, ὦ Μνήσιππε, ἀνώμοτος ὢν ταῦτα ἔλεγες, ἵνα καὶ ἀπιστεῖν ἂν ἐδυνάμην αὐτοῖς· οὕτω Σκυθικόν τινα φίλον τὸν Ἀγαθοκλέα τοῦτον διηγήσω. πλὴν οὐ<note xml:lang="mul" type="footnote" n="v.5.p.134.n.1">οὐ Bekker: οὖν B. Not in other MSS.</note> δέδια μή τινα καὶ ἄλλον ὅμοιον εἴπῃς αὐτῷ. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>