<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:13-15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:13-15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="13"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">καὶ δή ποτε ὑπὸ τῶν κολάκων ἐκείνων ὁ ἄθλιος ἀναπείθεται ὡς ἐρῴη αὐτοῦ Χαρίκλεια Δημώνακτος γυνή, ἀνδρὸς ἐπιφανοῦς καὶ πρώτου Ἐφεσίων τὰ πολιτικά· καὶ γραμματεῖά τε εἰσεφοίτα παρὰ τῆς γυναικὸς αὐτῷ καὶ στέφανοι ἡμιμάραντοι καὶ μῆλά τινα ἀποδεδηγμένα καὶ ἄλλα ὁπόσα αἱ μαστροποὶ ἐπὶ τοῖς νέοις μηχανῶνται,<note xml:lang="mul" type="footnote" n="v.5.p.124.n.2">τοῖς νέοις ἐπιμηχάνωνται (C)A. But cf. ἐπὶ τούτῳ μεμηχανῆσθαι, Dial. Mer., 4, 2.</note> κατὰ μικρὸν αὐτοῖς ἐπιτεχνώμεναι τοὺς ἔρωτας καὶ ἀναφλέγουσαι τὸ πρῶτον ἐρᾶσθαι νομίζοντας (ἐπαγωγότατον γὰρ τοῦτό γε, καὶ μάλιστα τοῖς καλοῖς εἶναι οἰομένοις), <corr>ἄχρι</corr> ἂν λάθωσιν εἰς τὰ δίκτυα ἐμπεσόντες.</p><p rend="align(indent)">ἡ Χαρίκλεια δὲ ἦν ἀστεῖον μέν τι γύναιον, <pb n="v.5.p.126"/> ἑταιρικὸν δὲ ἐκτόπως καὶ τοῦ προστυχόντος ἀεί, καὶ εἰ πάνυ ἐπʼ ὀλίγῳ ἐθελήσειέ τις· καὶ εἰ προσίδοι τις μόνον, εὐθὺς ἐπένευε, καὶ δέος οὐδὲν ἦν μή πη<note xml:lang="mul" type="footnote" n="v.5.p.126.n.1">μή πη Γ1Β2: μή ποι Γ2 (οι in erasure) B1Ν; μή τι C, edd. cf. Lexiph., 11.</note> ἀντείποι Χαρίκλεια. δεινὴ δὲ καὶ τὰ ἄλλα, καὶ<note xml:lang="mul" type="footnote" n="v.5.p.126.n.2">καὶ ΓΝΒ: not in A.</note> τεχνῖτις παρʼ ἥντινα βούλει τῶν ἑταιρῶν ἐπισπάσασθαι ἐραστὴν καὶ ἀμφίβολον ἔτι ὄντα ὅλον ὑποποιήσασθαι καὶ ἐνεχόμενον ἤδη ἐπιτεῖναι καὶ προσεκκαῦσαι ἄρτι μὲν ὀργῇ, ἄρτι δὲ κολακείᾳ, καὶ μετὰ μικρὸν ὑπεροψίᾳ καὶ τῷ πρὸς ἕτερον ἀποκλίνειν δοκεῖν, καὶ ὅλη συνεκεκρότητο ἁπανταχόθεν ἡ γυνὴ καὶ πολλὰ μηχανήματα παρεσκεύαστο κατὰ τῶν ἐραστῶν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="14"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">ταύτην οὖν τότε οἱ Δεινίου κόλακες παραλαμβάνουσιν ἐπὶ τὸ μειράκιον, καὶ τὰ πολλὰ ὑπεκωμῴδουν, συνωθοῦντες αὐτὸν εἰς τὸν ἔρωτα τῆς Χαρικλείας. ἡ δὲ πολλοὺς ἤδη νέους ἐκτραχηλίσασα καὶ μυρίους ἔρωτας ὑποκριναμένη καὶ οἴκους πολυταλάντους ἀνατρέψασα, ποικίλον τι καὶ πολυγύμναστον κακόν, παραλαβοῦσα εἰς τὰς χεῖρας ἁπλοϊκὸν καὶ ἄπειρον τῶν τοιούτων μηχανημάτων νεανίσκον οὐκ ἀνῆκεν ἐκ τῶν ὀνύχων, ἀλλὰ περιέχουσα πανταχόθεν καὶ διαπείρασα, ὅτε ἤδη παντάπασιν ἐκράτει, αὐτή τε ἀπώλετο ὑπὸ τῆς ἄγρας καὶ τῷ κακοδαίμονι Δεινίᾳ μυρίων κακῶν αἰτία ἐγένετο.</p><p rend="align(indent)">τὸ μὲν <corr>γὰρ</corr> πρῶτον εὐθὺς ἐκεῖνα ἐπʼ αὐτὸν καθίει τὰ γραμματεῖα, συνεχῶς<note xml:lang="mul" type="footnote" n="v.5.p.126.n.3">συνεχῶς Ν: καὶ συνεχῶς Γ, vulg.</note> πεμπομένη τὴν ἅβραν, ὡς ἐδάκρυσε καὶ ἐπηγρύπνησε καὶ τέλος ὡς <pb n="v.5.p.128"/> ἀπάγξει ἑαυτὴν ἡ ἀθλία ὑπὸ τοῦ ἔρωτος, ἕως δὴ ὁ μακάριος ἐπείσθη καλὸς εἶναι καὶ ταῖς Ἐφεσίων γυναιξὶ περιπόθητος, καί που συνηνέχθη πολλὰ ἱκετευθείς. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="15"><sp><speaker>Μνήσιππος</speaker><p rend="merge">τὸ ἐντεῦθεν ἤδη ῥᾷον, ὡς τὸ εἰκός, ἁλώσεσθαι ἔμελλεν ὑπὸ γυναικὸς καλῆς καὶ πρὸς ἡδονήν τε ὁμιλῆσαι ἐπισταμένης καὶ ἐν καιρῷ δακρῦσαι καὶ μεταξὺ τῶν λόγων ἐλεεινῶς ὑποστενάξαι καὶ ἀπιόντος ἤδη λαβέσθαι καὶ εἰσελθόντι προσδραμεῖν καὶ καλλωπίζεσθαι ὡς ἂν μάλιστα ἀρέσειε, καί που καὶ ᾆσαι καὶ κιθαρίσαι. οἷς ἅπασι κατὰ τοῦ Δεινίου ἐκέχρητο· καὶ ἐπεὶ ᾔσθετο πονηρῶς ἔχοντα καὶ διάβροχον ἤδη τῷ ἔρωτι καὶ τακερὸν γεγενημένον, ἄλλο ἐπὶ τούτοις ἐπενόει καὶ τὸν ἄθλιον ἀπώλλυε· κύειν τε γὰρ ἐξ αὐτοῦ σκήπτεται — ἱκανὸν δὲ καὶ τοῦτο βλᾶκα ἐραστὴν προσεκπυρῶσαι — καὶ οὐκέτι ἐφοίτα πρὸς αὐτόν, φυλάττεσθαι ὑπὸ τἀνδρὸς λέγουσα πεπυσμένου τὸν ἔρωτα.</p><p rend="align(indent)"> ὁ δʼ οὐκέτι οἷός τε ἦν φέρειν τὸ πρᾶγμα, οὐδὲ ἠνείχετο μὴ ὁρῶν αὐτήν, ἀλλὰ ἐδάκρυε καὶ τοὺς κόλακας εἰσέπεμπεν καὶ τοὔνομα τῆς Χαρικλείας ἐπεβοᾶτο καὶ τὴν εἰκόνα περιβαλὼν αὐτῆς — ἐπεποίητο δὲ λίθου λευκοῦ — ἐκώκυε, καὶ τέλος καταβαλὼν ἑαυτὸν εἰς τοὔδαφος ἐκυλίνδετο καὶ λύττα ἦν ἀκριβὴς τὸ πρᾶγμα. τὰ μὲν γὰρ δῶρα οὐ κατὰ μῆλα καὶ στεφάνους ἀντεδίδοτο αὐτῇ, ἀλλὰ συνοικίαι ὅλαι καὶ ἀγροὶ καὶ θεράπαιναι καὶ ἐσθῆτες εὐανθεῖς καὶ χρυσὸν ὁπόσον ἐθελήσειε.<note xml:lang="mul" type="footnote" n="v.5.p.128.n.1">ἐθελήσειε A: ἐθελήσει  ΓΝΒΜ.</note></p><pb n="v.5.p.130"/><p rend="align(indent)"> Καὶ τί γάρ; ἐν βραχεῖ ὁ Λύσωνος οἶκος, ὀνομαστότατος τῶν ἐν Ἰωνίᾳ γενόμενος, ἐξήντλητο ἤδη καὶ ἐξεκεκένωτο. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>