<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:1-3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2:1-3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="1"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> τί <corr>φής,</corr> ὦ Τόξαρι; θύετε Ὀρέστῃ καὶ Πυλάδῃ ὑμεῖς οἱ Σκύθαι καὶ <corr>θεοὺς</corr> εἶναι πεπιστεύκατε <corr>αὐτούς;</corr> </p></sp><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> θύομεν, ὦ Μνήσιππε, θύομεν, οὐ μὴν <corr>θεούς</corr> γε οἰόμενοι εἶναι, ἀλλὰ ἄνδρας ἀγαθούς. </p></sp><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> νόμος δὲ ὑμῖν καὶ ἀνδράσιν ἀγαθοῖς ἀποθανοῦσι θύειν ὥσπερ θεοῖς; </p></sp><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> οὐ μόνον, ἀλλὰ καὶ ἑορταῖς καὶ πανηγύρεσιν τιμῶμεν αὐτούς. </p></sp><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> τί θηρώμενοι παρʼ αὐτῶν; οὐ γὰρ δὴ ἐπʼ εὐμενείᾳ θύετε αὐτοῖς, νεκροῖς γε οὖσιν.  </p></sp><pb n="v.5.p.104"/><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> οὐ χεῖρον μὲν ἴσως, εἰ καὶ οἱ νεκροὶ ἡμῖν εὐμενεῖς <corr>εἶεν·</corr> οὐ μὴν ἀλλὰ πρὸς<note xml:lang="mul" type="footnote" n="v.5.p.104.n.1">ἀλλὰ καὶ πρὸς Ν.</note> τοὺς ζῶντας ἄμεινον οἰόμεθα πράξειν μεμνημένοι τῶν ἀρίστων, καὶ τιμῶμεν ἀποθανόντας, ἡγούμεθα γὰρ οὕτως ἂν ἡμῖν πολλοὺς ὁμοίους αὐτοῖς ἐθελῆσαι γενέσθαι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="2"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent)"> ἀλλὰ ταῦτα μὲν ὀρθῶς γιγνώσκετε. Ὀρέστην δὲ καὶ Πυλάδην τίνος μάλιστα θαυμάσαντες ἰσοθέους ἐποιήσασθε, καὶ ταῦτα ἐπήλυδας ὑμῖν ὄντας καὶ τὸ μέγιστον πολεμίους; οἵ γε, ἐπεὶ σφᾶς ναυαγίᾳ περιπεσόντας οἱ τότε Σκύθαι συλλαβόντες ἀπῆγον ὡς τῇ Ἀρτέμιδι καταθύσοντες, ἐπιθέμενοι τοῖς δεσμοφύλαξι καὶ τῆς φρουρᾶς ἐπικρατήσαντες τόν τε βασιλέα κτείνουσι καὶ τὴν ἱέρειαν παραλαβόντες, ἀλλὰ καὶ τὴν Ἄρτεμιν αὐτὴν ἀποσυλήσαντες ᾤχοντο ἀποπλέοντες, καταγελάσαντες τοῦ κοινοῦ τῶν Σκυθῶν. ὥστε εἰ διὰ ταῦτα τιμᾶτε τοὺς ἄνδρας, οὐκ ἂν φθάνοιτε <pb n="v.5.p.106"/> πολλοὺς ὁμοίους αὐτοῖς ἐξεργασάμενοι. καὶ τοὐντεῦθεν αὐτοὶ ἤδη πρὸς τὰ παλαιὰ σκοπεῖτε, εἰ καλῶς ἔχει ὑμῖν πολλοὺς ἐς τὴν Σκυθίαν Ὀρέστας καὶ Πυλάδας καταίρειν. ἐμοὶ μὲν γὰρ δοκεῖτε τάχιστα ἂν οὕτως ἀσεβεῖς αὐτοὶ καὶ ἄθεοι γενέσθαι, τῶν περιλοίπων θεῶν τὸν αὐτὸν τρόπον ὑμῖν ἐκ τῆς χώρας <corr>ἀποξενωθέντων.</corr> εἶτʼ, οἶμαι, ἀντὶ τῶν θεῶν ἁπάντων τοὺς ἐπʼ ἐξαγωγῇ αὐτῶν ἥκοντας ἄνδρας ἐκθειάσετε καὶ ἱεροσύλοις ὑμῶν οὖσιν<note xml:lang="mul" type="footnote" n="v.5.p.106.n.1">οῦσιν ΓΝΒ: not in M(C)A.</note> θύσετε ὡς θεοῖς.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="3"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">εἰ γὰρ μὴ ἀντὶ τούτων Ὀρέστην καὶ Πυλάδην τιμᾶτε, ἀλλʼ εἰπέ, τί ἄλλο,<note xml:lang="mul" type="footnote" n="v.5.p.106.n.2">εἰπέ, τί ἄλλο Schmieder: εἴπερ τι ἄλλο MSS.</note> ὦ Τόξαρι, ἀγαθὸν ὑμᾶς εἰργάσαντο ἀνθʼ ὅτου, πάλαι οὐ θεοὺς εἶναι δικαιώσαντες αὐτούς, νῦν τὸ ἔμπαλιν θύσαντες αὐτοῖς θεοὺς νενομίκατε, καὶ ἱερείοις ὀλίγου δεῖν τότε γενομένοις ἱερεῖα νῦν προσάγετε; γελοῖα γὰρ ἂν ταῦτα δόξειε καὶ ὑπεναντία τοῖς πάλαι. </p></sp><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> καὶ ταῦτα μέν, ὦ Μνήσιππε, γενναῖα τῶν ἀνδρῶν ἐκείνων ἃ κατέλεξας. τὸ γὰρ δύο ὄντας οὕτω μέγα τόλμημα τολμῆσαι καὶ τοσοῦτον ἀπὸ τῆς αὐτῶν ἀπάραντας ἐκπλεῦσαι ἐς τὸν Πόντον ἀπείρατον ἔτι τοῖς Ἕλλησιν ὄντα πλὴν μόνων τῶν ἐπὶ τῆς Ἀργοῦς ἐς τὴν Κολχίδα στρατευσάντων, μὴ καταπλαγέντας μήτε τοὺς μύθους τοὺς ἐπʼ αὐτῷ<note xml:lang="mul" type="footnote" n="v.5.p.106.n.3">ἐπ' αὐτῷ Seager: ἐν αὐτῷ MSS.</note> μήτε τὴν προσηγορίαν καταδείσαντας ὅτι ἄξενος ἐκαλεῖτο, οἷα, οἶμαι, ἀγρίων <pb n="v.5.p.108"/> ἐθνῶν περιοικούντων, καὶ ἐπειδὴ ἑάλωσαν, οὕτως ἀνδρείως χρήσασθαι τῷ πράγματι καὶ μὴ ἀγαπῆσαι εἰ διαφεύξονται<note xml:lang="mul" type="footnote" n="v.5.p.108.n.1">διαφεύξονται M, edd.: διαφυλάξονται other MSS.</note> μόνον, ἀλλὰ τιμωρησαμένους τὸν βασιλέα τῆς ὕβρεως καὶ τὴν Ἄρτεμιν ἀναλαβόντας ἀποπλεῦσαι, πῶς ταῦτα οὐ θαυμαστὰ καὶ θείας τινὸς τιμῆς ἄξια παρὰ πάντων ὁπόσοι ἀρετὴν ἐπαινοῦσιν; ἀτὰρ οὐ ταῦτα ἡμεῖς Ὀρέστῃ καὶ Πυλάδῃ ἐνιδόντες ἥρωσιν αὐτοῖς χρώμεθα. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>