<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2:8-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2:8-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="8"><sp><speaker>Φιλοσοφία</speaker><p rend="merge">μετὰ δʼ οὖν<note xml:lang="mul" type="footnote" n="v.5.p.64.n.1">δ’ οὖν Jacobitz: γοῦν MSS.</note> τοὺς Βραχμᾶνας εἰς Αἰθιοπίαν εὐθύς, εἶτα εἰς Αἴγυπτον κατέβην, καὶ ξυγγενομένη τοῖς ἱερεῦσιν καὶ προφήταις αὐτῶν καὶ τὰ θεῖα παιδεύσασα ἐς Βαβυλῶνα ἀπῆρα Χαλδαίους καὶ μάγους μυήσουσα, εἶτα εἰς Σκυθίαν ἐκεῖθεν, εἶτα εἰς Θρᾴκην, ἔνθα μοι Εὔμολπός τε καὶ Ὀρφεὺς συνεγενέσθην, οὓς καὶ προαποστείλασα ἐς τὴν Ἑλλάδα, τὸν μὲν ὡς τελέσειεν αὐτούς, τὸν Εὔμολπον — ἐμεμαθήκει γὰρ τὰ θεῖα παρʼ ἡμῶν ἅπαντα — τὸν δὲ ὡς ἐπᾴδων προσβιβάζοι τῇ μουσικῇ, κατὰ πόδας εὐθὺς εἱπόμην.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="9"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent) ; merge">καὶ τὸ μὲν πρῶτον εὐθὺς ἐλθοῦσαν οὔτε πάνυ ἠσπάσαντο οἱ Ἕλληνες οὔτε ὅλως <corr>ἀπέκλεισαν·</corr> κατʼ ὀλίγον δὲ προσομιλοῦσα ἑπτὰ ἐκ τῶν ἁπάντων ἑταίρους καὶ μαθητὰς προσηγαγόμην, καὶ ἄλλον ἐξ Σάμου καὶ ἄλλον ἐξ Ἐφέσου καὶ Ἀβδηρόθεν ἄλλον, ὀλίγους παντάπασιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="10"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent) ; merge">μεθʼ οὓς τὸ σοφιστῶν φῦλον οὐκ οἶδʼ ὅπως μοι παρενεφύετο, οὔτε ζηλοῦν τἀμὰ ἐς βάθος <pb n="v.5.p.66"/> οὔτε κομιδῇ ἀπᾷδον, ἀλλʼ οἷον τὸ Ἱπποκενταύρων γένος, σύνθετόν τι καὶ μικτὸν<note xml:lang="mul" type="footnote" n="v.5.p.66.n.1">μικτὸ Ν: μικρὸν ΓΒ.</note> ἐν μέσῳ ἀλαζονείας καὶ φιλοσοφίας πλαζόμενον, οὔτε τῇ ἀγνοίᾳ τέλεον προσεχόμενον οὔτε ἡμᾶς ἀτενέσι τοῖς ὀφθαλμοῖς καθορᾶν δυνάμενον, ἀλλʼ οἷον λημῶντες ὑπὸ τοῦ ἀμβλυώττειν ἀσαφές τι καὶ ἀμυδρὸν ἡμῶν εἴδωλον ἢ σκιὰν ἐνίοτε ἰδόντες ἄν· οἱ δὲ ᾤοντο ἀκριβῶς πάντα κατανενοηκέναι. ὅθεν παρʼ αὐτοῖς ἡ ἀχρεῖος ἐκείνη καὶ περιττὴ σοφία καί, ὡς αὐτοὶ ᾤοντο, ἀπρόσμαχος ἀνεφλέγετο, αἱ κομψαὶ καὶ ἄποροι καὶ <corr>ἄτοποι</corr> ἀποκρίσεις καὶ δυσέξοδοι καὶ λαβυρινθώδεις ἐρωτήσεις.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="11"><sp><speaker>Φιλοσοφία</speaker><p rend="merge">εἶτα κωλυόμενοι καὶ ἐλεγχόμενοι πρὸς τῶν ἑταίρων τῶν ἐμῶν ἠγανάκτουν καὶ συνίσταντο ἐπʼ αὐτούς, καὶ τέλος δικαστηρίοις ὑπῆγον καὶ παρεδίδοσαν πιομένους τοῦ κωνείου. ἐχρῆν μὲν οὖν ἴσως τότε φυγεῖν εὐθὺς καὶ μηκέτι ἀνέχεσθαι τὴν συνουσίαν <corr>αὐτῶν·</corr> νῦν δὲ Ἀντισθένης με καὶ Διογένης καὶ μετὰ μικρὸν Κράτης καὶ Μένιππος οὗτος ἔπεισαν ὀλίγον ὅσον ἐπιμετρῆσαι τῆς μονῆς, ὡς μήποτε <corr>ὤφελον·</corr> οὐ γὰρ ἂν τοσαῦτα ἐπεπόνθειν ὕστερον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="12"><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> οὐδέπω μοι λέγεις, ὦ Φιλοσοφία, τίνα ἠδίκησαι, ἀλλὰ ἀγανακτεῖς μόνον. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> καὶ μὴν ἄκουε, ὦ Ζεῦ, ἡλίκα ἐστίν. μιαρὸν γάρ τι φῦλον ἀνθρώπων καὶ ὡς τὸ πολὺ δουλικὸν καὶ θητικόν, οὐ ξυγγενόμενον ἡμῖν ἐκ παίδων ὑπʼ ἀσχολίας· ἐδούλευεν γὰρ ἢ ἐθήτευεν ἢ ἄλλας τινὰς τέχνας οἵας εἰκὸς τοὺς τοιούτους ἐμάνθανεν, σκυτεύειν ἢ τεκταίνειν ἢ περὶ πλυνοὺς ἔχειν ἢ ἔρια ξαίνειν, ὡς εὐεργὰ εἴη ταῖς γυναιξὶν καὶ εὐμήρυτα καὶ κατάγοιτο εὐμαρῶς ὁπότε ἢ κρόκην ἐκεῖναι στρέφοιεν ἢ μίτον κλώθοιεν. τοιαῦτα τοίνυν ἐν παισὶ<note xml:lang="mul" type="footnote" n="v.5.p.68.n.1">παῖσι Ν: πᾶσι ΓΜΗΧΒϹ.</note> μελετῶντες οὐδὲ ὄνομα τὸ ἡμέτερον ᾔδεσαν. ἐπεὶ δὲ εἰς ἄνδρας τελεῖν ἤρξαντο καὶ κατεῖδον τὴν αἰδῶ, ὅση παρὰ τῶν πολλῶν ἐστιν τοῖς ἑταίροις τοῖς ἐμοῖς, καὶ ὡς ἀνέχονται οἱ ἄνθρωποι τὴν παρρησίαν αὐτῶν καὶ χαίρουσιν θεραπευόμενοι καὶ συμβουλεύουσι πείθονται καὶ ἐπιτιμώντων ὑποπτήσσουσι, ταῦτα πάντα τυραννίδα οὐ μικρὰν ἡγοῦντο εἶναι. </p></sp></div><pb n="v.5.p.68"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="13"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent) ; merge">τὸ μὲν δὴ μανθάνειν ὅσα τῇ τοιαύτῃ προαιρέσει πρόσφορα μακρὸν ἦν, μᾶλλον δὲ κομιδῇ ἀδύνατον, αἱ τέχναι δὲ γλίσχραι, καὶ σὺν πόνῳ καὶ μόγις ἱκανὰ παρέχειν ἐδύναντο. ἐνίοις δὲ καὶ ἡ δουλεία βαρὺ καί (ὥσπερ οὖν ἐστιν) ἀφόρητον ἐφαίνετο. ἔδοξε δὴ σκοπουμένοις τὴν ὑστάτην ἄγκυραν, ἣν ἱερὰν οἱ ναυτιλλόμενοί φασιν, καθιέναι, καὶ ἐπὶ τὴν βελτίστην ἀπόνοιαν ὁρμήσαντες, ἔτι τε καὶ τόλμαν καὶ ἀμαθίαν καὶ ἀναισχυντίαν προσπαρακαλέσαντες, αἵπερ αὐτοῖς μάλιστα συναγωνίζονται, καὶ λοιδορίας καινὰς<note xml:lang="mul" type="footnote" n="v.5.p.68.n.2">καινὰς Γ: κενὰς Ν: τινὰς BC. Cf. Icarom., 30.</note> ἐκμελετήσαντες, <pb n="v.5.p.70"/> ὡς πρόχειροι εἶεν καὶ ἀνὰ στόμα, ταύτας μόνας ξυμβολὰς ἔχοντες — ὁρᾷς ὁποῖα πρὸς φιλοσοφίαν ἐφόδια; — σχηματίζουσιν καὶ μετακοσμοῦσιν αὑτοὺς εὖ μάλα εἰκότως καὶ πρὸς ἐμέ, οἷόν τι ἀμέλει ὁ Αἴσωπός φησι ποιῆσαι τὸν ἐν τῇ Κύμῃ ὄνον, ὃς λεοντῆν περιβαλόμενος καὶ τραχὺ ὀγκώμενος ἠξίου λέων καὶ αὐτὸς εἶναι· καί πού τινες καὶ ἦσαν ἴσως οἱ πιστεύοντες αὐτῷ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="14"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent) ; merge">τὰ δʼ ἡμέτερα πάνυ ῥᾷστα, ὡς οἶσθα„ καὶ ἐς μίμησιν πρόχειρα — τὰ προφανῆ λέγω — καὶ οὐ πολλῆς τῆς πραγματείας δεῖ τριβώνιον περιβαλέσθαι καὶ πήραν ἐξαρτήσασθαι καὶ ξύλον ἐν τῇ χειρὶ ἔχειν καὶ βοᾶν, μᾶλλον δὲ ὀγκᾶσθαι ἢ ὑλακτεῖν, καὶ λοιδορεῖσθαι ἅπασιν· τὴν ἀσφάλειαν γὰρ αὐτοῖς τοῦ μηδὲν ἐπὶ τούτῳ παθεῖν ἡ πρὸς τὸ σχῆμα αἰδὼς παρέξειν ἔμελλεν. ἡ ἐλευθερία δὲ πρόχειρος ἄκοντος τοῦ δεσπότου, κἂν εἰ βούλοιτο ἀπάγειν, παταχθησομένου τῷ ξύλῳ. καὶ τὰ ἄλφιτα οὐκέτʼ ὀλίγα οὐδὲ ὡς πρὸ τοῦ μᾶζα ψιλή, τὸ δὲ ὄψον οὐ<note xml:lang="mul" type="footnote" n="v.5.p.70.n.1">οὐ ΝΓ1, edd.: ἢ Γ2 BA.</note> τάριχος ἢ θύμον, ἀλλὰ κρέα παντοδαπὰ καὶ οἶνος οἷος ἥδιστος, καὶ χρυσίον παρʼ ὅτου ἂν ἐθέλωσι· δασμολογοῦσι γὰρ ἐπιφοιτῶντες ἤ, ὡς αὐτοί φασιν, ἀποκείρουσιν τὰ πρόβατα, δώσειν τε πολλοὺς οἴονται<note xml:lang="mul" type="footnote" n="v.5.p.70.n.2">οἶόν τε ΓM.</note> ἢ αἰδοῖ τοῦ σχήματος ἢ δέει τοῦ μὴ ἀκοῦσαι κακῶς.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="15"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent) ; merge">καὶ γὰρ αὖ κἀκεῖνο ἑώρων, οἶμαι, ὡς ἐξ ἴσου καταστήσονται τοῖς ὀρθῶς φιλοσοφοῦσιν, οὐδέ τις ὁ δικάσων καὶ διακρινῶν τὰ τοιαῦτα ἔσται, ἢν μόνον τὰ ἔξω ᾖ ὅμοια. ἀρχὴν γὰρ οὐδὲ τὸν <pb n="v.5.p.72"/> ἔλεγχον δέχονται, ἢν ἔρηταί τις οὑτωσὶ κοσμίως καὶ κατὰ βραχύ, ἀλλʼ εὐθὺς βοῶσιν καὶ ἐπὶ τὴν ἀκρόπολιν τὴν ἑαυτῶν ἀναφεύγουσι, τὴν λοιδορίαν, καὶ πρόχειρον τὸ ξύλον. καὶ ἢν μὲν τὰ ἔργα ζητῇς, οἱ λόγοι πολλοί, ἢν δὲ ἀπὸ τῶν λόγων κρίνειν ἐθέλῃς, τὸν βίον ἀξιοῦσι σκοπεῖν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="16"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent) ; merge">τοιγαροῦν ἐμπέπλησται πᾶσα πόλις τῆς τοιαύτης ῥᾳδιουργίας, καὶ μάλιστα τῶν Διογένη καὶ Ἀντισθένη καὶ Κράτητα ἐπιγραφομένων καὶ ὑπὸ τῷ κυνὶ ταττομένων, οἳ τὸ μὲν χρήσιμον ὁπόσον ἔνεστι τῇ φύσει τῶν κυνῶν, οἷον τὸ φυλακτικὸν ἢ οἰκουρικὸν ἢ φιλοδέσποτον ἢ μνημονικόν, οὐδαμῶς ἐζηλώκασιν, ὑλακὴν δὲ καὶ λιχνείαν καὶ ἁρπαγὴν καὶ ἀφροδίσια συχνὰ καὶ κολακείαν καὶ τὸ σαίνειν τὸν διδόντα καὶ περὶ τραπέζας ἔχειν, ταῦτα ἀκριβῶς ἐκπεπονήκασιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="17"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent) ;  merge">ὄψει τοίνυν μετὰ μικρὸν οἷα ἔσται. οἱ <corr>γὰρ</corr> ἐκ τῶν ἐργαστηρίων ἅπαντες ἀναπηδήσαντες ἐρήμους τὰς τέχνας ἐάσουσιν ὅταν ὁρῶσι σφᾶς μέν, πονοῦντας καὶ κάμνοντας ἕωθεν ἐς ἑσπέραν ἐπικεκυφότας τοῖς ἔργοις, μόγις ἀποζῶντας ἐκ τῆς τοιαύτης μισθαρνίας, ἀργοὺς δὲ καὶ γόητας ἀνθρώπους ἐν ἅπασιν ἀφθόνοις βιοῦντας, αἰτοῦντας μὲν τυραννικῶς, λαμβάνοντας δὲ προχείρως, ἀγανακτοῦντας δέ, εἰ μὴ λάβοιεν, οὐκ ἐπαινοῦντας δέ, οὐδʼ εἰ λάβοιεν. ταῦτα ὁ ἐπὶ Κρόνου βίος δοκεῖ αὐτοῖς καὶ ἀτεχνῶς τὸ μέλι αὐτὸ ἐς τὰ στόματα ἐσρεῖν ἐκ τοῦ οὐρανοῦ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="18"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent) ;  merge">καὶ ἧττον ἂν δεινὸν τὸ πρᾶγμα ἦν, εἰ τοιοῦτοι ὄντες μηδὲν εἰς ἡμᾶς ἄλλο ἐξύβριζον· οἱ δέ, μάλα <pb n="v.5.p.74"/> σεμνοὶ καὶ σκυθρωποὶ τὰ ἔξω καὶ τὰ δημόσια φαινόμενοι, ἢν παιδὸς ὡραίου ἢ γυναικὸς λάβωνται καλῆς ἢ ἐλπίσωσιν,<note xml:lang="mul" type="footnote" n="v.5.p.74.n.1">ἐλπίσωσιν Fritzsche reads καὶ λήσειν ἐλπίσωσιν. But Lucian is thinking of incidents like that in his Symp., 15 (I, p. 426).</note> σιωπᾶν ἄξιον οἷα ποιοῦσιν. ἔνιοι δὲ καὶ ξένων τῶν σφετέρων γυναῖκας ἀπάγουσι μοιχεύσοντες κατὰ τὸν Ἰλιέα ἐκεῖνον νεανίσκον, ὡς φιλοσοφοῖεν δὴ καὶ αὗται· εἶτα κοινὰς αὐτὰς ἅπασι τοῖς ξυνοῦσι προθέμενοι Πλάτωνός τι δόγμα οἴονται ποιεῖν, οὐκ εἰδότες ὅπως ὁ ἱερὸς ἐκεῖνος ἠξίου κοινὰς ἡγεῖσθαι τὰς γυναῖκας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="19"><sp><speaker>Φιλοσοφία</speaker><p rend="merge">ἃ μὲν γὰρ ἐν τοῖς συμποσίοις δρῶσιν καὶ ἃ μεθύσκονται, μακρὸν ἂν εἴη λέγειν. καὶ ταῦτα ποιοῦσι πῶς οἴει κατηγοροῦντες αὐτοὶ μέθης καὶ μοιχείας καὶ λαγνείας καὶ φιλαργυρίας· οὐδὲν γοῦν οὕτως εὕροις ἂν<note xml:lang="mul" type="footnote" n="v.5.p.74.n.2">ἂν Bélin; not in MSS.</note> ἄλλο ἄλλῳ ἐναντίον ὡς τοὺς λόγους αὐτῶν καὶ τὰ ἔργα. οἷον κολακείαν μισεῖν φασιν, κολακείας ἕνεκα τὸν Γναθωνίδην ἢ τὸν Στρουθίαν ὑπερβαλέσθαι δυνάμενοι. ἀληθεύειν τοὺς ἄλλους προτρέποντες, οὐκ ἂν οὐδὲ κινῆσαι τὴν γλῶτταν μὴ μετὰ τοῦ καὶ ψεύσασθαι δύναιντο. ἡδονὴ πᾶσιν ἐχθρὸν τῷ λόγῳ καὶ ὁ Ἐπίκουρος πολέμιος, ἔργῳ δὲ διὰ ταύτην ἅπαντα πράττουσιν. τὸ δʼ ὀξύχολον καὶ μικραίτιον καὶ πρὸς ὀργὴν ῥᾴδιον ὑπὲρ τὰ βρεφύλλια τὰ νεογνά· γέλωτα γοῦν οὐ μικρὸν παρέχουσι τοῖς θεωμένοις, ὁπόταν ὑπὸ τῆς τυχούσης αἰτίας ἐπιζέσῃ μὲν αὐτοῖς ἡ <pb n="v.5.p.76"/> χολή, πελιδνοὶ δὲ τὴν χροιὰν βλέπωνται, ἰταμόν τι καὶ παράφορον δεδορκότες, καὶ ἀφροῦ, μᾶλλον δὲ ἰοῦ, μεστὸν αὐτοῖς ᾖ τὸ στόμα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg043.perseus-grc2" n="20"><sp><p rend="align(indent)">μὴ σύ γε κεῖθι τύχοις, ὅτε ὁ μιαρὸς ἐκεῖνος ἐκχεῖται βόρβορος, <q>χρυσίον μὲν ἢ ἀργύριον, Ἡράκλεις, οὐδὲ κεκτῆσθαι ἀξιῶ·<note xml:lang="mul" type="footnote" n="v.5.p.76.n.1">ἀξιῳ Ν: ἀξιῶν ΓΜΗΧΒϹ.</note> ὀβολὸς ἱκανός, ὡς θέρμους <corr>πριαίμην·</corr> ποτὸν <corr>γὰρ</corr> ἢ κρήνη ἢ ποταμὸς παρέξει.</q> καὶ μετʼ ὀλίγον αἰτοῦσιν οὐκ ὀβολοὺς οὐδὲ δραχμὰς ὀλίγας, ἀλλὰ πλούτους ὅλους, ὥστε τίς ἔμπορος τοσοῦτον ἀπὸ τοῦ φόρτου ἐμπολήσειεν ἂν ὅσον τούτοις φιλοσοφία ἐς χρηματισμὸν συντελεῖ; εἶτʼ ἐπειδὰν ἱκανῶς συλλέξωνται καὶ ἐπισιτίσωνται, ἀπορρίψαντες ἐκεῖνο τὸ δύστηνον τριβώνιον ἀγροὺς ἐνίοτε καὶ ἐσθῆτας τῶν μαλθακῶν ἐπρίαντο καὶ παῖδας κομήτας καὶ συνοικίας ὅλας, μακρὰ χαίρειν φράσαντες τῇ πήρᾳ τῇ Κράτητος καὶ τῷ τρίβωνι τῷ Ἀντισθένους καὶ τῷ πίθῳ τῷ Διογένους.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>