<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2:19-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2:19-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="19"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ;  merge">ἐκεῖνο δέ γέ<note xml:lang="mul" type="footnote" n="v.4.p.320.n.1">γέ Gesner: σέ MSS., σοί vulg.</note> φημι, τοιαύτας ἡμῖν τὰς ἀφορμὰς τῶν ἐπαινετικῶν τούτων λόγων εἶναι,<note xml:lang="mul" type="footnote" n="v.4.p.320.n.2">εῑναι ς, edd. not in MSS.</note> ὡς χρὴ τὸν ἐπαινοῦντα καὶ εἰκόσι καὶ ὁμοιώσεσι προσχρῆσθαι, καὶ σχεδὸν ἐν τούτῳ τὸ μέγιστόν ἐστιν εὖ εἰκάσαι· τὸ δὲ εὖ ὧδε μάλιστʼ ἂν<note xml:lang="mul" type="footnote" n="v.4.p.320.n.3">μάλιστʼ ἂν Jacobs: μάλιστα MSS.</note> κρίνοιτο, οὐκ ἤν τις τοῖς ὁμοίοις παραβάλλῃ οὐδʼ ἢν πρὸς τὸ ὑποδεέστερον ποιῆται τὴν παράθεσιν, ἀλλʼ ἢν πρὸς τὸ ὑπερέχον ὡς οἷόν τε προσβιβάζῃ τὸ ἐπαινούμενον.</p><p rend="align(indent)"> οἷον εἴ τις κύνα ἐπαινῶν εἴποι ἀλώπεκος εἶναι μείζω αὐτὸν ἢ αἰλούρου, ἆρά σοι δοκεῖ ὁ τοιοῦτος ἐπαινεῖν εἰδέναι; οὐκ ἂν εἴποις. ἀλλὰ μὴν οὐδʼ εἰ λύκῳ φαίη ἴσον αὐτὸν ὑπάρχειν, οὐδὲ οὕτως μεγαλωστὶ ἐπῄνεσεν. ἀλλὰ ποῦ τὸ ἴδιον τοῦ ἐπαίνου ἀποτελεῖται; ἢν ὁ κύων τῷ λέοντι ἐοικέναι λέγηται καὶ μέγεθος καὶ ἀλκήν. ὡς ὁ τὸν Ὠρίωνος κύνα ἐπαινῶν ἔφη ποιητὴς λεοντοδάμαν αὐτόν· οὗτος γὰρ δὴ κυνὸς ἐντελὴς ἔπαινος.</p><p rend="align(indent)">καὶ πάλιν εἴ τις Μίλωνα τὸν ἐκ Κρότωνος ἢ Γλαῦκον τὸν ἐκ Καρύστου ἢ Πολυδάμαντα ἐπαινέσαι θέλων ἔπειτα λέγοι ἰσχυρότερον ἕκαστον αὐτῶν γυναικὸς γενέσθαι, οὐκ ἂν οἴει γελασθῆναι αὐτὸν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ἐπαίνου; ὅπου γε καὶ εἰ <pb n="v.4.p.322"/> ἑνὸς ἀνδρὸς ἔλεγεν ἀμείνω εἶναι αὐτόν, οὐδὲ τοῦτο ἀπέχρησεν ἂν εἰς ἔπαινον. ἀλλὰ πῶς ἐπῄνεσε ποιητὴς εὐδόκιμος τὸν Γλαῦκον, <corr>οὐδὲ</corr> <q> Πολυδεύκεος βίαν</q> φήσας ἀνατείνασθαι ἂν αὐτῷ ἐναντίας τὰς χεῖρας <q>οὐδὲ σιδάρεον Ἀλκμάνας τέκος;</q> ὁρᾷς ὁποίοις αὐτὸν θεοῖς εἴκασε· μᾶλλον δὲ καὶ αὐτῶν ἐκείνων ἀμείνω ἀπέφαινεν. καὶ οὔτε αὐτὸς ὁ Γλαῦκος ἠγανάκτησεν τοῖς ἐφόροις τῶν ἀθλητῶν θεοῖς ἀντεπαινούμενος, οὔτε ἐκεῖνοι ἠμύναντο ἢ τὸν Γλαῦκον ἢ τὸν ποιητὴν ὡς ἀσεβοῦντα περὶ τὸν ἔπαινον, ἀλλὰ εὐδοκίμουν ἄμφω καὶ ἐτιμῶντο ὑπὸ τῶν Ἑλλήνων, ὁ μὲν ἐπὶ τῇ ἀλκῇ, ὁ Γλαῦκος, ὁ δὲ ποιητὴς ἐπί τε τοῖς ἄλλοις καὶ ἐπʼ αὐτῷ τούτῳ μάλιστα τῷ ᾄσματι. μὴ δὴ θαυμάσῃς εἰ καὶ αὐτὸς εἰκάσαι βουλόμενος, ὅπερ ἦν τῷ ἐπαινοῦντι ἀναγκαῖον, ὑψηλοτέρῳ ἐχρησάμην τῷ παραδείγματι, τοῦτο ὑποβαλόντος τοῦ λόγου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="20"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἐπεὶ δὲ καὶ κολακείας ἐπεμνήσθης, ὅτι μὲν καὶ σὺ μισεῖς τοὺς κολακικούς, ἐπαινῶ μέν σε, καὶ οὐκ ἐχρῆν ἄλλως. ἐθέλω δέ σοι διακρῖναι καὶ διορίσαι τό τε τοῦ ἐπαινοῦντος ἔργον καὶ τὴν τοῦ κόλακος ὑπερβολήν.</p><p rend="align(indent)">ὁ μὲν οὖν κόλαξ ἅτε τῆς χρείας ἕνεκα τῆς ἑαυτοῦ ἐπαινῶν, ἀληθείας δὲ ὀλίγην ποιούμενος τὴν πρόνοιαν, ἅπαντα ὑπερεπαινεῖν οἴεται δεῖν, ἐπιψευδόμενος καὶ προστιθεὶς παρʼ αὑτοῦ τὰ πλείω, ὡς μὴ ἂν ὀκνῆσαι καὶ τὸν Θερσίτην εὐμορφότερον ἀποφῆναι τοῦ Ἀχιλλέως καὶ τὸν Νέστορα φάναι τῶν ἐπὶ Ἴλιον στρατευσάντων τὸν νεώτατον εἶναι. <pb n="v.4.p.324"/> διομόσαιτο δʼ ἂν καὶ τὸν Κροίσου υἱὸν ὀξυηκοώτερον εἶναι τοῦ Μελάμποδος καὶ τὸν Φινέα ὀξύτερον δεδορκέναι τοῦ Λυγκέως, ἤνπερ μόνον κερδᾶναί τι ἐλπίσῃ ἐπὶ τῷ ψεύσματι. ὁ δέ γε αὐτὸ τοῦτο ἐπαινῶν οὐχ ὅπως οὐδʼ ἂν ψεύσαιτό τι ἢ προσθείη τῶν μηδὲ ὅλως προσόντων, τὰ δʼ ὑπάρχοντα αὐτῷ φύσει ἀγαθά, κἂν μὴ πάνυ μεγάλα ᾖ, παραλαβὼν ἐπηύξησε καὶ μείζω ἀπέφηνε· καὶ τολμήσειεν ἂν εἰπεῖν, ἵππον ἐπαινέσαι θέλων, φύσει κοῦφον ὧν ἴσμεν ζῴων καὶ δρομικόν, ὅτι <quote rend="blockquote">Ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέεν οὐδὲ κατέκλα.</quote> καὶ πάλιν οὐκ ἂν ὀκνήσειεν φάναι <q> ἀελλοπόδων δρόμον ἵππων.</q> καὶ ἢν οἰκίαν ἐπαινῇ καλὴν καὶ ἄριστα κατεσκευασμένην, εἴποι ἄν <quote rend="blockquote">Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή.</quote> ὁ δὲ κόλαξ τοῦτο τὸ ἔπος κἂν περὶ τῆς συβώτου καλύβης εἴποι, εἰ μόνον τι παρὰ τοῦ συβώτου λαβεῖν <corr>ἐλπίσειεν·</corr> ὅπου Κύναιθος ὁ Δημητρίου τοῦ Πολιορκητοῦ κόλαξ ἁπάντων αὐτῷ τῶν πρὸς τὴν κολακείαν καταναλωμένων ἐπῄνει ὑπὸ βηχὸς ἐνοχλούμενον τὸν Δημήτριον, ὅτι ἐμμελῶς ἐχρέμπτετο.  </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>