<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2:13-14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2:13-14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="13"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">τὸ δὴ ἄνθρωπον οὖσαν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι τί ἄλλο ἢ ἄντικρύς ἐστιν εὐτελίζειν τὰς <corr>θεάς;</corr> ἐν γὰρ τοῖς τοιούτοις οὐχ οὕτω τὸ μικρὸν μεῖζον γίγνεται τῇ παραθέσει, ὡς τὸ μεῖζον ἀπομικρύνεται πρὸς τὸ ταπεινότερον κατασπώμενον· οἷον εἴ τινες ἅμα βαδίζοιεν, ὁ μὲν μέγιστος, ὁ δὲ πάνυ τῇ ἡλικίᾳ χαμαίζηλος, εἶτα δεήσειεν ἀπισῶσαι αὐτοὺς ὡς μὴ ὑπερέχειν θατέρου τὸν ἕτερον, οὐ τοῦ βραχυτέρου ὑπερανατεινομένου τοῦτο γένοιτʼ ἄν, κἂν ὅτι μάλιστα ἀκροποδητὶ ἐπεγείρῃ ἑαυτόν· ἀλλʼ εἰ μέλλουσιν ὁμήλικες φανεῖσθαι, ὁ μείζων ἐκεῖνος ἐπικύψει καὶ ταπεινότερον ἀποφανεῖ ἑαυτόν. ὡσαύτως δὲ καὶ ἐν ταῖς τοιαύταις εἰκόσιν οὐχ οὕτως ἄνθρωπος <pb n="v.4.p.310"/> μείζων γίγνεται, ἤν τις αὐτὸν θεῷ ἀπεικάζῃ, <corr>ὡς</corr> τὸ θεῖον ἀνάγκη ἐλαττοῦσθαι πρὸς τὸ ἐνδέον ἐπικλώμενον. καὶ γὰρ εἰ μὲν ὑπὸ ἀπορίας τῶν ἐπιγείων ἐπὶ τὰ οὐράνια ἐκτείνοι τις τὸν λόγον, ἧττον ἂν ὁ τοιοῦτος αἰτίαν ἔχοι ὑπὸ ἀσεβείας αὐτὸ <corr>δρᾶν·</corr> σὺ δὲ τοσαῦτα ἔχων κάλλη γυναικῶν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι αὐτὴν ἐτόλμησας οὐδὲν δέον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="14"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">ὥστε τὸ ἄγαν τοῦτο καὶ ἐπίφθονον ἀφαίρει, ὦ Λυκῖνε. οὐ γὰρ πρὸς τοῦ σοῦ τρόπου τὸ τοιοῦτον, ὃς οὐδὲ ἄλλως ῥᾴδιος πρὸς τοὺς ἐπαίνους καὶ πρόχειρος ὢν ἐτύγχανες· ἀλλὰ νῦν οὐκ οἶδʼ ὅπως ἀθρόαν πεποίησαι τὴν μεταβολὴν ἐπιδαψιλευόμενος καὶ ἐκ τοῦ τέως φειδομένου ἄσωτος ἐν τοῖς ἐπαίνοις ἀναπέφηνας. ἀλλὰ μηδὲ ἐκεῖνο αἰσχυνθῇς, εἰ μεταρρυθμιεῖς τὸν λόγον ἤδη <corr>διαδεδομένον·</corr> ἐπεὶ καὶ Φειδίαν φασὶν οὕτω ποιῆσαι, ὁπότε ἐξειργάσατο τοῖς Ἠλείοις τὸν Δία. στάντα γὰρ αὐτὸν κατόπιν τῶν θυρῶν, ὁπότε τὸ πρῶτον ἀναπετάσας ἐπεδείκνυεν τὸ ἔργον, ἐπακούειν τῶν αἰτιωμένων τι ἢ <corr>ἐπαινούντων·</corr> ᾐτιᾶτο δὲ ὁ μὲν τὴν ῥῖνα ὡς παχεῖαν, ὁ δὲ ὡς ἐπιμηκέστερον τὸ πρόσωπον, ὁ δὲ ἄλλος ἄλλο τι. εἶτʼ ἐπειδὴ ἀπηλλάγησαν οἱ θεαταί, αὖθις τὸν Φειδίαν ἐγκλεισάμενον ἑαυτὸν ἐπανορθοῦν καὶ ῥυθμίζειν τὸ ἄγαλμα πρὸς τὸ τοῖς πλείστοις <corr>δοκοῦν·</corr> οὐ γὰρ ἡγεῖτο μικρὰν εἶναι συμβουλὴν δήμου τοσούτου, ἀλλʼ ἀεὶ ἀναγκαῖον ὑπάρχειν<note xml:lang="mul" type="footnote" n="v.4.p.310.n.1">ὑπάρχειν vulg.; ὑπάρχει MSS.</note> τοὺς πολλοὺς περιττότερον ὁρᾶν τοῦ ἑνός, κἂν Φειδίας ᾖ.<note xml:lang="mul" type="footnote" n="v.4.p.310.n.2">ᾖ Jacobs: ἦν MSS.</note> <pb n="v.4.p.312"/> Ταῦτά σοι παρʼ ἐκείνης κομίζω καὶ αὐτὸς παραινῶ ἑταῖρός τε καὶ εὔνους ὤν. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>