<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="1"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"><q>ἐγώ σοι, ὦ Αὐκῖνε,</q> φησὶν ἡ γυνή, <q>τὰ μὲν ἄλλα πολλὴν ἐνεῖδον τὴν εὔνοιαν πρὸς ἐμὲ καὶ τιμὴν ἐκ τοῦ συγγράμματος· οὐ γὰρ ἂν οὕτως ὑπερεπῄνει τις, εἰ μὴ καὶ μετʼ εὐνοίας συνέγραφε.<note xml:lang="mul" type="footnote" n="v.4.p.298.n.1">συνέγραφε vulg.: συνεγράφετο MSS</note> τὸ δὲ ἐμὸν ὡς ἂν εἰδῇς, τοιόνδε ἐστίν. οὐδὲ ἄλλως μὲν χαίρω τοῖς κολακικοῖς τὸν τρόπον, ἀλλά μοι δοκοῦσιν οἱ τοιοῦτοι γόητες εἶναι καὶ ἥκιστα ἐλεύθεροι τὴν φύσιν· ἐν δὲ τοῖς ἐπαίνοις μάλιστα, ὅταν τις ἐπαινῇ με φορτικὰς καὶ ὑπερμέτρους ποιούμενος τὰς ὑπερβολάς, ἐρυθριῶ τε καὶ ὀλίγου δεῖν ἐπιφράττομαι τὰ ὦτα καὶ τὸ πρᾶγμα χλεύῃ μᾶλλον ἢ ἐπαίνῳ ἐοικέναι μοι δοκεῖ. </q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="2"><sp><speaker>Πολύστρατος</speaker><p rend="merge"><q rend="merge">μέχρι γὰρ τοῦδε οἱ ἔπαινοι ἀνεκτοί εἰσιν εἰς ὅσον ἂν ὁ ἐπαινούμενος γνωρίζῃ ἕκαστον τῶν λεγομένων προσὸν ἑαυτῷ· τὸ δὲ ὑπὲρ τοῦτο ἀλλότριον ἤδη καὶ κολακεία σαφής.</q></p><p rend="align(indent)"><q> καίτοι πολλούς,</q> ἔφη, <q>οἶδα χαίροντας, εἴ τις αὐτοὺς ἐπαινῶν καὶ ἃ μὴ ἔχουσιν προσάπτοι τῷ λόγῳ, οἷον εἰ γέροντας ὄντας εὐδαιμονίζοι τῆς ἀκμῆς ἢ ἀμόρφοις οὖσι τὸ Νιρέως κάλλος ἢ τὸ Φάωνος περιθείη· οἴονται γὰρ ὑπὸ τῶν ἐπαίνων ἀλλαγήσεσθαι σφίσι καὶ τὰς μορφὰς <pb n="v.4.p.300"/> καὶ αὐτοὶ ἀνηβήσειν αὖθις, ὥσπερ ὁ Πελίας ᾤετο.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="3"><sp><speaker>Πολύστρατος</speaker><p rend="merge"><q rend="merge">τὸ δὲ οὐχ οὕτως ἔχει· πολλοῦ γὰρ ἂν ὁ ἔπαινος ἦν τίμιος, εἴ τι καὶ ἔργον αὐτοῦ ἀπολαῦσαι δυνατὸν ἦν ἐκ τῆς τοιαύτης ὑπερβολῆς. νῦν δὲ ὅμοιόν μοι δοκοῦσιν,</q> ἔφη, <q> πάσχειν, ὥσπερ ἂν εἴ τινι ἀμόρφῳ προσωπεῖον εὔμορφον ἐπιθείη τις φέρων, ὁ δὲ μέγα ἐπὶ τῷ κάλλει φρονοίη, καὶ ταῦτα περιαιρετῷ ὄντι καὶ ὑπὸ τοῦ τυχόντος συντριβῆναι δυναμένῳ, ὅτε καὶ γελοιότερος ἂν γένοιτο αὐτοπρόσωπος φανείς, οἷος ὢν ὑφʼ οἵῳ κέκρυπτο· ἢ καὶ νὴ Δίʼ εἴ τις ὑποδησάμενος κοθόρνους μικρὸς αὐτὸς ὢν ἐρίζοι περὶ μεγέθους τοῖς ἀπὸ τοῦ ἰσοπέδου ὅλῳ πήχει ὑπερέχουσιν.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="4"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">ἐμέμνητο γὰρ καὶ τοιούτου τινός. ἔφη γυναῖκά τινα τῶν <corr>ἐπιφανῶν</corr> τὰ μὲν ἄλλα καλὴν καὶ κόσμιον, μικρὰν δὲ καὶ πολὺ τοῦ συμμέτρου ἀποδέουσαν, ἐπαινεῖσθαι πρός τινος ποιητοῦ ἐν ᾄσματι τά τε ἄλλα καὶ ὅτι καλή τε καὶ μεγάλη <corr>ἦν·</corr> αἰγείρῳ δʼ αὐτῆς εἴκαζεν ἐκεῖνος τὸ <corr>εὔμηκές</corr> τε καὶ ὄρθιον. τὴν μὲν δὴ γάνυσθαι τῷ ἐπαίνῳ καθάπερ αὐξανομένην πρὸς τὸ μέλος καὶ τὴν χεῖρα ἐπισείειν, τὸν ποιητὴν δὲ πολλάκις τὸ αὐτὸ ᾄδειν ὁρῶντα ὡς ἥδοιτο ἐπαινουμένη, ἄχρι δὴ τῶν παρόντων τινὰ προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν αὐτῷ, <q> πέπαυσο, ὦ οὗτος, μὴ καὶ ἀναστῆναι ποιήσῃς τὴν γυναῖκα.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="5"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">παραπλήσιον δὲ καὶ μακρῷ τούτου γελοιότερον <pb n="v.4.p.302"/> Στρατονίκην ποιῆσαι τὴν Σελεύκου γυναῖκα. τοῖς γὰρ ποιηταῖς ἀγῶνα προθεῖναι αὐτὴν περὶ ταλάντου, ὅστις ἂν ἄμεινον ἐπαινέσαι αὐτῆς τὴν κόμην, καίτοι φαλακρὰ ἐτύγχανεν οὖσα καὶ οὐδὲ ὅσας ὀλίγας τὰς ἑαυτῆς τρίχας ἔχουσα. καὶ ὅμως οὕτω διακειμένη τὴν κεφαλήν, ἁπάντων εἰδότων ὅτι ἐκ νόσου μακρᾶς τὸ τοιοῦτον ἐπεπόνθει, ἤκουε τῶν καταράτων ποιητῶν ὑακινθίνας τὰς τρίχας αὐτῆς λεγόντων καὶ οὔλους τινὰς πλοκάμους ἀναπλεκόντων καὶ σελίνοις τοὺς μηδὲ ὅλως ὄντας εἰκαζόντων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="6"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">ἁπάντων οὖν τῶν τοιούτων κατεγέλα τῶν παρεχόντων αὑτοὺς τοῖς κόλαξιν, καὶ προσετίθει δὲ ὅτι μὴ ἐν ἐπαίνοις μόνον, ἀλλὰ καὶ ἐν γραφαῖς τὰ ὅμοια πολλοὶ κολακεύεσθαί τε καὶ ἐξαπατᾶσθαι θέλουσι. <q> χαίρουσι γοῦν,</q> ἔφη, <q> τῶν γραφέων ἐκείνοις μάλιστα, οἳ ἂν πρὸς τὸ εὐμορφότερον αὐτοὺς εἰκάσωσιν.</q> εἶναι δέ τινας, οἳ καὶ προστάττουσιν τοῖς τεχνίταις ἢ ἀφελεῖν τι τῆς ῥινὸς ἢ μελάντερα γράψασθαι τὰ ὄμματα ἢ <corr>ὅ</corr> τι ἂν ἄλλο ἐπιθυμήσωσιν αὑτοῖς προσεῖναι, εἶτα λανθάνειν αὑτοὺς ἀλλοτρίας εἰκόνας στεφανοῦντας καὶ οὐδὲν αὐτοῖς ἐοικυίας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="7"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἔλεγεν, τὰ μὲν ἄλλα ἐπαινοῦσα τοῦ συγγράμματος, ἓν δὲ τοῦτο οὐ φέρουσα, ὅτι θεαῖς αὐτήν, Ἥρᾳ καὶ Ἀφροδίτῃ, εἴκασας· <q>ὑπὲρ ἐμὲ γάρ,</q> φησίν, <q> μᾶλλον δὲ ὑπὲρ ἅπασαν τὴν ἀνθρωπίνην φύσιν τὰ τοιαῦτα. ἐγὼ δέ σε οὐδʼ ἐκεῖνα ἠξίουν, ταῖς ἡρωΐναις παραθεωρεῖν με Πηνελόπῃ καὶ Ἀρήτῃ καὶ Θεανοῖ, οὐχ ὅπως θεῶν ταῖς ἀρίσταις. καὶ γὰρ αὖ καὶ τόδε, πάνυ,</q> ἔφη, <q>τὰ πρὸς τοὺς θεοὺς <pb n="v.4.p.304"/> δεισιδαιμόνως καὶ ψοφοδεῶς ἔχω. δέδια τοίνυν μὴ κατὰ τὴν Κασσιέπειαν εἶναι δόξω τὸν τοιοῦτον ἔπαινον προσιεμένη· καίτοι Νηρηΐσιν ἐκείνη ἀντεξητάζετο, Ἥραν δὲ καὶ Ἀφροδίτην ἔσεβεν.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="8"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">ὥστε, ὦ Λυκῖνε, μεταγράψαι σε τὰ τοιαῦτα ἐκέλευσεν, ἢ αὐτὴ μὲν μαρτύρεσθαι τὰς θεὰς ὡς ἀκούσης αὐτῆς γέγραφας, σὲ δὲ εἰδέναι ὅτι ἀνιάσει αὐτὴν τὸ βιβλίον οὕτω περινοστοῦν ὥσπερ νῦν σοι διάκειται, οὐ μάλα εὐσεβῶς οὐδὲ ὁσίως τὰ πρὸς τοὺς θεούς. ἐδόκει τε ἀσέβημα ἑαυτῆς καὶ πλημμέλημα τοῦτο δόξειν, εἰ ὑπομένοι τῇ ἐν Κνίδῳ καὶ τῇ ἐν κήποις ὁμοία λέγεσθαι· καί σε ὑπεμίμνησκε τῶν τελευταίων ἐν τῷ βιβλίῳ περὶ αὐτῆς εἰρημένων, ὅτι μετρίαν καὶ ἄτυφον ἔφης αὐτὴν οὐκ ἀνατεινομένην ὑπὲρ τὸ ἀνθρώπινον μέτρον, ἀλλὰ πρόσγειον τὴν πτῆσιν ποιουμένην, ὁ δὲ ταῦτα εἰπὼν ὑπὲρ αὐτὸν τὸν οὐρανὸν ἀναβιβάζεις τὴν γυναῖκα, ὡς καὶ θεαῖς ἀπεικάζειν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="9"><sp><speaker>Πολύστρατος</speaker><p>ἠξίου δέ σε μηδὲ ἀξυνετωτέραν αὐτὴν ἡγεῖσθαι τοῦ Ἀλεξάνδρου, ὃς τοῦ ἀρχιτέκτονος ὑπισχνουμένου τὸν Ἄθω ὅλον μετασχηματίσειν καὶ μορφώσειν πρὸς αὐτόν, ὡς τὸ ὄρος ἅπαν εἰκόνα γενέσθαι τοῦ βασιλέως, ἔχοντα δύο πόλεις ἐν ταῖν χεροῖν, οὐ προσήκατο τὴν τερατείαν τῆς ὑποσχέσεως, ἀλλʼ ὑπὲρ αὐτὸν ἡγησάμενος τὸ τόλμημα ἔπαυσεν τὸν ἄνθρωπον οὐ πιθανῶς κολοσσοὺς ἀναπλάττοντα καὶ τὸν Ἄθω κατὰ χώραν ἐᾶν ἐκέλευσεν μηδὲ κατασμικρύνειν ὄρος <pb n="v.4.p.306"/> οὕτω μέγα πρὸς μικροῦ σώματος ὁμοιότητα. ἐπῄνει δὲ τὸν Ἀλέξανδρον τῆς μεγαλοψυχίας καὶ ἀνδριάντα μείζω τοῦτον τοῦ Ἄθω ἔλεγεν αὐτοῦ ἀνεστάναι ἐν ταῖς τῶν ἀεὶ μεμνησομένων διανοίαις· οὐ γὰρ μικρᾶς εἶναι γνώμης ὑπεριδεῖν οὕτω παραδόξου τιμῆς.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="10"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">καὶ ἑαυτὴν οὖν τὸ μὲν πλάσμα σου ἐπαινεῖν καὶ τὴν ἐπίνοιαν τῶν εἰκόνων, μὴ γνωρίζειν δὲ τὴν <corr>ὁμοιότητα·</corr> μὴ γὰρ εἶναι τῶν τηλικούτων ἀξίαν, μηδὲ ἐγγύς, ὅτι μηδὲ ἄλλην τινά, <corr>γυναῖκά</corr> γε <corr>οὖσαν·</corr> ὥστε ἀφίησί σοι ταύτην τὴν τιμὴν καὶ προσκυνεῖ σου τὰ ἀρχέτυπα καὶ παραδείγματα. σὺ δὲ τὰ <corr>ἀνθρώπινα</corr> ταῦτα ἐπαίνει αὐτήν, μηδὲ ὑπὲρ τὸν πόδα ἔστω τὸ ὑπόδημα, <q>μὴ καὶ ἐπιστομίσῃ με,</q> φησίν, <q>ἐμπεριπατοῦσαν αὐτῷ.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="11"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">κἀκεῖνο δὲ εἰπεῖν σοι ἐνετείλατο. <q> ἀκούω,</q> ἔφη, <q> πολλῶν λεγόντων — εἰ δὲ ἀληθές, ὑμεῖς οἱ ἄνδρες ἴστε — μηδʼ Ὀλυμπίασιν ἐξεῖναι τοῖς νικῶσι μείζους τῶν σωμάτων ἀνεστάναι τοὺς ἀνδριάντας, ἀλλὰ ἐπιμελεῖσθαι τοὺς Ἑλλανοδίκας ὅπως μηδὲ εἷς ὑπερβάληται τὴν ἀλήθειαν, καὶ τὴν ἐξέτασιν τῶν ἀνδριάντων ἀκριβεστέραν γίγνεσθαι τῆς τῶν ἀθλητῶν ἐγκρίσεως. ὥστε ὅρα,</q> ἔφη, <q>μὴ αἰτίαν λάβωμεν ψεύδεσθαι ἐν τῷ μέτρῳ, κᾆτα ἡμῶν ἀνατρέψωσιν οἱ Ἑλλανοδίκαι τὴν εἰκόνα.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="12"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">ταῦτα μὲν ἔλεγεν ἐκείνη. σὺ δὲ σκόπει, ὦ Λυκῖνε, ὅπως μετακοσμήσεις τὸ βιβλίον καὶ <pb n="v.4.p.308"/> ἀφαιρήσεις τὰ τοιαῦτα, μηδὲ σφαλῇς πρὸς τὸ <corr>θεῖον·</corr> ὡς ἐκείνη πάνυ γε αὐτὰ ἐδυσχέραινεν καὶ ὑπέφριττεν μεταξὺ ἀναγιγνωσκομένων καὶ παρῃτεῖτο τὰς θεὰς ἵλεως εἶναι αὐτῇ. καὶ συγγνώμη, εἰ γυναικεῖόν τι ἔπαθεν. καίτοι εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ αὐτῷ ἐμοὶ τοιοῦτόν τι<note xml:lang="mul" type="footnote" n="v.4.p.308.n.1">ἔδοξε Seager: εἰπεῖν ἔδοξε MSS.</note> ἔδοξε. τὸ μὲν γὰρ πρῶτον ἀκούων οὐδὲν πλημμέλημα ἐνεώρων<note xml:lang="mul" type="footnote" n="v.4.p.308.n.2">ἐνεώρων Text Guyet: ἐπχημμέλησα ἐνορῶν MSS.</note> τοῖς γεγραμμένοις, ἐπεὶ δὲ ἐκείνη ἐπεσημήνατο, καὶ αὐτὸς ἄρχομαι τὰ ὅμοια γιγνώσκειν περὶ αὐτῶν, καὶ παραπλήσιόν τι ἔπαθον οἷς ἐπὶ τῶν ὁρωμένων πάσχομεν· ἢν μὲν πάνυ ἐγγύθεν σκοπῶμέν τι καὶ ὑπὸ τῶν ὀφθαλμῶν αὐτῶν, οὐδὲν ἀκριβὲς διαγιγνώσκομεν, ἢν δὲ ἀποστάντες ἐκ τοῦ συμμέτρου διαστήματος ἴδωμεν, ἅπαντα σαφῶς καταφαίνεται, τὰ εὖ καὶ τὰ μὴ οὕτως ἔχοντα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="13"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">τὸ δὴ ἄνθρωπον οὖσαν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι τί ἄλλο ἢ ἄντικρύς ἐστιν εὐτελίζειν τὰς <corr>θεάς;</corr> ἐν γὰρ τοῖς τοιούτοις οὐχ οὕτω τὸ μικρὸν μεῖζον γίγνεται τῇ παραθέσει, ὡς τὸ μεῖζον ἀπομικρύνεται πρὸς τὸ ταπεινότερον κατασπώμενον· οἷον εἴ τινες ἅμα βαδίζοιεν, ὁ μὲν μέγιστος, ὁ δὲ πάνυ τῇ ἡλικίᾳ χαμαίζηλος, εἶτα δεήσειεν ἀπισῶσαι αὐτοὺς ὡς μὴ ὑπερέχειν θατέρου τὸν ἕτερον, οὐ τοῦ βραχυτέρου ὑπερανατεινομένου τοῦτο γένοιτʼ ἄν, κἂν ὅτι μάλιστα ἀκροποδητὶ ἐπεγείρῃ ἑαυτόν· ἀλλʼ εἰ μέλλουσιν ὁμήλικες φανεῖσθαι, ὁ μείζων ἐκεῖνος ἐπικύψει καὶ ταπεινότερον ἀποφανεῖ ἑαυτόν. ὡσαύτως δὲ καὶ ἐν ταῖς τοιαύταις εἰκόσιν οὐχ οὕτως ἄνθρωπος <pb n="v.4.p.310"/> μείζων γίγνεται, ἤν τις αὐτὸν θεῷ ἀπεικάζῃ, <corr>ὡς</corr> τὸ θεῖον ἀνάγκη ἐλαττοῦσθαι πρὸς τὸ ἐνδέον ἐπικλώμενον. καὶ γὰρ εἰ μὲν ὑπὸ ἀπορίας τῶν ἐπιγείων ἐπὶ τὰ οὐράνια ἐκτείνοι τις τὸν λόγον, ἧττον ἂν ὁ τοιοῦτος αἰτίαν ἔχοι ὑπὸ ἀσεβείας αὐτὸ <corr>δρᾶν·</corr> σὺ δὲ τοσαῦτα ἔχων κάλλη γυναικῶν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι αὐτὴν ἐτόλμησας οὐδὲν δέον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="14"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">ὥστε τὸ ἄγαν τοῦτο καὶ ἐπίφθονον ἀφαίρει, ὦ Λυκῖνε. οὐ γὰρ πρὸς τοῦ σοῦ τρόπου τὸ τοιοῦτον, ὃς οὐδὲ ἄλλως ῥᾴδιος πρὸς τοὺς ἐπαίνους καὶ πρόχειρος ὢν ἐτύγχανες· ἀλλὰ νῦν οὐκ οἶδʼ ὅπως ἀθρόαν πεποίησαι τὴν μεταβολὴν ἐπιδαψιλευόμενος καὶ ἐκ τοῦ τέως φειδομένου ἄσωτος ἐν τοῖς ἐπαίνοις ἀναπέφηνας. ἀλλὰ μηδὲ ἐκεῖνο αἰσχυνθῇς, εἰ μεταρρυθμιεῖς τὸν λόγον ἤδη <corr>διαδεδομένον·</corr> ἐπεὶ καὶ Φειδίαν φασὶν οὕτω ποιῆσαι, ὁπότε ἐξειργάσατο τοῖς Ἠλείοις τὸν Δία. στάντα γὰρ αὐτὸν κατόπιν τῶν θυρῶν, ὁπότε τὸ πρῶτον ἀναπετάσας ἐπεδείκνυεν τὸ ἔργον, ἐπακούειν τῶν αἰτιωμένων τι ἢ <corr>ἐπαινούντων·</corr> ᾐτιᾶτο δὲ ὁ μὲν τὴν ῥῖνα ὡς παχεῖαν, ὁ δὲ ὡς ἐπιμηκέστερον τὸ πρόσωπον, ὁ δὲ ἄλλος ἄλλο τι. εἶτʼ ἐπειδὴ ἀπηλλάγησαν οἱ θεαταί, αὖθις τὸν Φειδίαν ἐγκλεισάμενον ἑαυτὸν ἐπανορθοῦν καὶ ῥυθμίζειν τὸ ἄγαλμα πρὸς τὸ τοῖς πλείστοις <corr>δοκοῦν·</corr> οὐ γὰρ ἡγεῖτο μικρὰν εἶναι συμβουλὴν δήμου τοσούτου, ἀλλʼ ἀεὶ ἀναγκαῖον ὑπάρχειν<note xml:lang="mul" type="footnote" n="v.4.p.310.n.1">ὑπάρχειν vulg.; ὑπάρχει MSS.</note> τοὺς πολλοὺς περιττότερον ὁρᾶν τοῦ ἑνός, κἂν Φειδίας ᾖ.<note xml:lang="mul" type="footnote" n="v.4.p.310.n.2">ᾖ Jacobs: ἦν MSS.</note> <pb n="v.4.p.312"/> Ταῦτά σοι παρʼ ἐκείνης κομίζω καὶ αὐτὸς παραινῶ ἑταῖρός τε καὶ εὔνους ὤν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="15"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> Πολύστρατε, οἷος ὢν ῥήτωρ ἐλελήθεις με. ῥῆσιν γοῦν οὕτω μακρὰν καὶ κατηγορίαν<note xml:lang="mul" type="footnote" n="v.4.p.312.n.1">τοσαύτην vulg.: ταύτην MSS.</note> τοσαύτην ἐξενήνοχας κατὰ τοῦ συγγράμματος, ὥστε μηδὲ ἐλπίδα μοι ἀπολογίας ἔτι καταλείπεσθαι. πλὴν ἀλλὰ ἐκεῖνό γε οὐ δικαστικὸν <corr>ἐποιήσατε,</corr> καὶ μάλιστα σύ, ἐρήμην καταδιαιτήσας τοῦ βιβλίου μὴ παρόντος αὐτῷ τοῦ συνηγόρου. ῥᾷστον δέ, οἶμαι, τοῦτό ἐστιν κατὰ τὴν παροιμίαν, μόνον θέοντα κρατεῖν. ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ ἡμεῖς ἑάλωμεν οὔτε ὕδατος ἡμῖν ἐκχυθέντος <corr>οὔτε</corr> ἀπολογίας ἀποδοθείσης. μᾶλλον δὲ τοῦτο πάντων ἀτοπώτατον, οἱ αὐτοὶ κατήγοροι καὶ δικασταὶ ἦτε.</p><p rend="align(indent)"> πότερα δʼ οὖν ἐθέλεις; ἀγαπήσας τοῖς ἐγνωσμένοις ἡσυχίαν ἄγω, ἢ κατὰ τὸν Ἱμεραῖον ποιητὴν παλινῳδίαν τινὰ συγγράφω, ἢ δώσετέ μοι ἐφέσιμον ἀγωνίσασθαι τὴν δίκην; </p></sp><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> νὴ Δίʼ, ἤνπερ ἔχῃς τι δίκαιον <corr>εἰπεῖν·</corr> οὐ γὰρ ἐν ἀντιδίκοις, ὡς σὺ φής, ἀλλʼ ἐν φίλοις ποιήσῃ τὴν ἀπολογίαν. ἐγὼ δὲ καὶ συνεξετάζεσθαί σοι ἕτοιμος ἐπὶ τῆς δίκης.  </p></sp></div><pb n="v.4.p.314"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="16"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀλλὰ ἐκεῖνο ἀνιαρόν, ὦ Πολύστρατε, ὅτι μὴ ἐκείνης παρούσης ποιήσομαι τοὺς λόγους· μακρῷ γὰρ ἂν οὕτως ἄμεινον ἦν. νῦν δὲ ἀνάγκη ἀπʼ ἐντολῆς ἀπολογήσασθαι. ἀλλʼ εἴ μοι τοιοῦτος ἀγγελιαφόρος γένοιο πρὸς αὐτὴν οἷος παρʼ ἐκείνης πρὸς μὲ γεγένησαι, τολμήσω ἀναρρῖψαι τὸν κύβον. </p></sp><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> θάρρει, ὦ Λυκῖνε, τούτου γε ἕνεκα, ὡς οὐ φαῦλόν με ὑποκριτὴν ἕξων τῆς ἀπολογίας, πειρώμενος διὰ βραχέων εἰπεῖν, ὡς ἂν μᾶλλον μνημονεύσαιμι. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">καὶ μὴν πάνυ μὲν ἔδει μοι μακρῶν τῶν λόγων πρὸς οὕτω σφοδρὰν τὴν κατηγορίαν. ὅμως δὲ σοῦ ἕνεκα ἐπιτεμοῦμαι τὴν ἀπολογίαν. καὶ παρʼ ἐμοῦ τοίνυν τάδε αὐτῇ ἀπάγγελλε. </p></sp><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> μηδαμῶς, ὦ Λυκῖνε, ἀλλʼ ὥσπερ αὐτῆς ἐκείνης παρούσης λέγε τὸν λόγον, εἶτʼ ἐγὼ μιμήσομαί σε πρὸς αὐτήν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐκοῦν ἐπειδήπερ οὕτω σοι δοκεῖ, ὦ Πολύστρατε, ἡ μὲν πάρεστι καὶ προείρηκε δηλαδὴ ἐκεῖνα ὁπόσα σὺ παρʼ αὐτῆς ἀπήγγειλας, ἡμᾶς δὲ χρὴ τῶν δευτέρων λόγων ἐνάρχεσθαι. καίτοι — οὐ γὰρ ὀκνήσω πρὸς σὲ εἰπεῖν ὃ πέπονθα — οὐκ <pb n="v.4.p.316"/> οἶδʼ ὅπως φοβερώτερόν μοι τὸ πρᾶγμα πεποίηκας, καὶ ὡς ὁρᾷς ἱδρῶ τε ἤδη καὶ δέδοικα καὶ μονονουχὶ καὶ ὁρᾶν αὐτὴν οἴομαι, καὶ τὸ πρᾶγμα πολλήν μοι τὴν ταραχὴν ἐμπεποίηκεν. ἄρξομαι δʼ ὅμως· οὐ γὰρ οἷόν τε ἀναδῦναι ἤδη παρούσης. </p></sp><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> καὶ νὴ Δία πολλὴν τὴν εὐμένειαν ἐπιφαίνει τῷ προσώπῳ· φαιδρὰ γὰρ ὡς ὁρᾷς καὶ προσηνής. ὥστε θαρρῶν λέγε τὸν λόγον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="17"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἐγώ σε, ὦ γυναικῶν ἀρίστη, μεγάλα, ὡς φής, καὶ πέρα τοῦ μέτρου ἐπαινέσας οὐχ ὁρῶ ὅ τι τηλικοῦτον ἐπῄνεσα, ἡλίκον αὐτὴ σὺ τοῦτο ἐγκώμιον ὑπὲρ σεαυτῆς ἐξενήνοχας τὴν πρὸς τὸ θεῖον τιμὴν ἐν μεγάλῳ τιθεμένη. σχεδὸν γὰρ ἁπάντων τοῦτο μεῖζον ὧν εἴρηκα περὶ σοῦ, καὶ συγγνώμη, εἰ μὴ καὶ ταύτην σοι προσέγραψα τὴν εἰκόνα ὑπʼ ἀγνοίας με <corr>διαλαθοῦσαν·</corr> οὐ γὰρ ἂν ἄλλην πρὸ αὐτῆς ἐγραψάμην. ὥστε ταύτῃ γε οὐχ ὅπως ὑπερβάλλεσθαι τοὺς ἐπαίνους, ἀλλὰ πολὺ καταδεέστερόν μοι δοκῶ τῆς ἀξίας εἰρηκέναι. σκόπει γοῦν ἡλίκον τοῦτο παρέλιπον, ὡς παμμέγεθες εἰς ἐπίδειξιν τρόπου χρηστοῦ καὶ γνώμης ὀρθῆς· ὡς ὅσοι τὸ θεῖον μὴ ἐν παρέργῳ σέβουσιν, οὗτοι καὶ τὰ πρὸς ἀνθρώπους ἄριστοι ἂν εἶεν. ὥστε εἰ πάντως μετακοσμῆσαι δέοι τὸν λόγον καὶ τὸ ἄγαλμα ἐπανορθώσασθαι, ἀφελεῖν μὲν οὐκ ἄν τι τολμήσαιμι αὐτοῦ, προσθήσω δὲ καὶ τοῦτο ὥς τινα κεφαλὴν τοῦ παντὸς ἔργου καὶ κορυφήν.</p><pb n="v.4.p.318"/><p rend="align(indent)">Ἐπʼ ἐκείνῳ<note xml:lang="mul" type="footnote" n="v.4.p.318.n.1">εκείνῳ Fritzsche: ἐκείνων MSS.</note> μέντοι καὶ πάνυ πολλήν σοι εἰδέναι τὴν χάριν <corr>ὁμολογῶ·</corr> ἐμοῦ γὰρ ἐπαινέσαντος τὸ μέτριον τοῦ σοῦ τρόπου καὶ ὅτι μηδὲν ὑπερπετὲς μηδὲ τύφου μεστὸν ἐνεποίησέ σοι ὁ παρὼν ὄγκος τῶν πραγμάτων, σὺ τὰ τοιαῦτα αἰτιασαμένη τοῦ λόγου ἐπιστώσω τοῦ ἐπαίνου τὴν <corr>ἀλήθειαν·</corr> τὸ γὰρ μὴ προαρπάζειν τὰ τοιαῦτα τῶν ἐγκωμίων, ἀλλʼ αἰδεῖσθαι ἐπʼ αὐτοῖς καὶ μείζω ἢ κατὰ σὲ εἶναι λέγειν, μετρίας καὶ δημοτικῆς τινος διανοίας δεῖγμά ἐστιν. πλὴν ἀλλὰ <corr>ὅσῳπερ</corr> ἂν πρὸς τὸ ἐπαινεῖσθαι αὐτὸ οὕτω διακειμένη τυγχάνῃς, τοσούτῳ ἀξιωτέραν ὑπερεπαινεῖσθαι ἀποφαίνεις σεαυτήν, καὶ σχεδὸν εἰς τὸν τοῦ Διογένους λόγον περιελήλυθέν σοι τὸ πρᾶγμα, ὃς ἐρομένου τινὸς ὅπως ἄν τις ἔνδοξος γένοιτο, <q>εἰ δόξης,</q> ἔφη, <q> καταφρονήσειε.</q> φαίην γὰρ ἂν καὶ αὐτός, εἴ τις ἔροιτό με, <q> τίνες εἰσὶν μάλιστα ἐπαίνου ἄξιοι;</q> <q>ὁπόσοι ἐπαινεῖσθαι μὴ θέλουσιν.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="18"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἀλλὰ ταῦτα μὲν ἴσως ἐξαγώνια καὶ πόρρω τοῦ πράγματος. ὑπὲρ δὲ οὗ χρὴ ἀπολογήσασθαι, τοῦτό ἐστιν, ὅτι τῇ ἐν Κνίδῳ καὶ τῇ ἐν κήποις καὶ Ἥρᾳ καὶ Ἀθηνᾷ τὴν μορφὴν ἀναπλάττων εἴκασα. ταῦτά σοι ἔκμετρα ἔδοξεν καὶ ὑπὲρ τὸν πόδα. περὶ αὐτῶν δὴ τούτων ἐρῶ.</p><p rend="align(indent)"> καίτοι παλαιὸς οὗτος ὁ λόγος, ἀνευθύνους εἶναι ποιητὰς καὶ γραφέας, τοὺς δὲ ἐπαινοῦντας καὶ μᾶλλον, οἶμαι, εἰ καὶ χαμαὶ καὶ βάδην, ὥσπερ ἡμεῖς, ἀλλὰ μὴ ἐπὶ μέτρων φέροιντο. ἐλεύθερον γάρ τι ὁ ἔπαινος, οὐδʼ ἔστιν αὐτοῦ μέτρον εἰς <pb n="v.4.p.320"/> μέγεθος ἢ βραχύτητα νενομοθετημένον, ἀλλὰ τοῦτο μόνον ἐξ ἅπαντος ὁρᾷ ὅπως ὑπερθαυμάσεται καὶ ζηλωτὸν ἀποφανεῖ τὸν ἐπαινούμενον. οὐ μὴν ταύτην ἐγὼ βαδιοῦμαι, μὴ καὶ σοὶ δόξω ὑπʼ ἀπορίας αὐτὸ δρᾶν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="19"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ;  merge">ἐκεῖνο δέ γέ<note xml:lang="mul" type="footnote" n="v.4.p.320.n.1">γέ Gesner: σέ MSS., σοί vulg.</note> φημι, τοιαύτας ἡμῖν τὰς ἀφορμὰς τῶν ἐπαινετικῶν τούτων λόγων εἶναι,<note xml:lang="mul" type="footnote" n="v.4.p.320.n.2">εῑναι ς, edd. not in MSS.</note> ὡς χρὴ τὸν ἐπαινοῦντα καὶ εἰκόσι καὶ ὁμοιώσεσι προσχρῆσθαι, καὶ σχεδὸν ἐν τούτῳ τὸ μέγιστόν ἐστιν εὖ εἰκάσαι· τὸ δὲ εὖ ὧδε μάλιστʼ ἂν<note xml:lang="mul" type="footnote" n="v.4.p.320.n.3">μάλιστʼ ἂν Jacobs: μάλιστα MSS.</note> κρίνοιτο, οὐκ ἤν τις τοῖς ὁμοίοις παραβάλλῃ οὐδʼ ἢν πρὸς τὸ ὑποδεέστερον ποιῆται τὴν παράθεσιν, ἀλλʼ ἢν πρὸς τὸ ὑπερέχον ὡς οἷόν τε προσβιβάζῃ τὸ ἐπαινούμενον.</p><p rend="align(indent)"> οἷον εἴ τις κύνα ἐπαινῶν εἴποι ἀλώπεκος εἶναι μείζω αὐτὸν ἢ αἰλούρου, ἆρά σοι δοκεῖ ὁ τοιοῦτος ἐπαινεῖν εἰδέναι; οὐκ ἂν εἴποις. ἀλλὰ μὴν οὐδʼ εἰ λύκῳ φαίη ἴσον αὐτὸν ὑπάρχειν, οὐδὲ οὕτως μεγαλωστὶ ἐπῄνεσεν. ἀλλὰ ποῦ τὸ ἴδιον τοῦ ἐπαίνου ἀποτελεῖται; ἢν ὁ κύων τῷ λέοντι ἐοικέναι λέγηται καὶ μέγεθος καὶ ἀλκήν. ὡς ὁ τὸν Ὠρίωνος κύνα ἐπαινῶν ἔφη ποιητὴς λεοντοδάμαν αὐτόν· οὗτος γὰρ δὴ κυνὸς ἐντελὴς ἔπαινος.</p><p rend="align(indent)">καὶ πάλιν εἴ τις Μίλωνα τὸν ἐκ Κρότωνος ἢ Γλαῦκον τὸν ἐκ Καρύστου ἢ Πολυδάμαντα ἐπαινέσαι θέλων ἔπειτα λέγοι ἰσχυρότερον ἕκαστον αὐτῶν γυναικὸς γενέσθαι, οὐκ ἂν οἴει γελασθῆναι αὐτὸν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ἐπαίνου; ὅπου γε καὶ εἰ <pb n="v.4.p.322"/> ἑνὸς ἀνδρὸς ἔλεγεν ἀμείνω εἶναι αὐτόν, οὐδὲ τοῦτο ἀπέχρησεν ἂν εἰς ἔπαινον. ἀλλὰ πῶς ἐπῄνεσε ποιητὴς εὐδόκιμος τὸν Γλαῦκον, <corr>οὐδὲ</corr> <q> Πολυδεύκεος βίαν</q> φήσας ἀνατείνασθαι ἂν αὐτῷ ἐναντίας τὰς χεῖρας <q>οὐδὲ σιδάρεον Ἀλκμάνας τέκος;</q> ὁρᾷς ὁποίοις αὐτὸν θεοῖς εἴκασε· μᾶλλον δὲ καὶ αὐτῶν ἐκείνων ἀμείνω ἀπέφαινεν. καὶ οὔτε αὐτὸς ὁ Γλαῦκος ἠγανάκτησεν τοῖς ἐφόροις τῶν ἀθλητῶν θεοῖς ἀντεπαινούμενος, οὔτε ἐκεῖνοι ἠμύναντο ἢ τὸν Γλαῦκον ἢ τὸν ποιητὴν ὡς ἀσεβοῦντα περὶ τὸν ἔπαινον, ἀλλὰ εὐδοκίμουν ἄμφω καὶ ἐτιμῶντο ὑπὸ τῶν Ἑλλήνων, ὁ μὲν ἐπὶ τῇ ἀλκῇ, ὁ Γλαῦκος, ὁ δὲ ποιητὴς ἐπί τε τοῖς ἄλλοις καὶ ἐπʼ αὐτῷ τούτῳ μάλιστα τῷ ᾄσματι. μὴ δὴ θαυμάσῃς εἰ καὶ αὐτὸς εἰκάσαι βουλόμενος, ὅπερ ἦν τῷ ἐπαινοῦντι ἀναγκαῖον, ὑψηλοτέρῳ ἐχρησάμην τῷ παραδείγματι, τοῦτο ὑποβαλόντος τοῦ λόγου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="20"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἐπεὶ δὲ καὶ κολακείας ἐπεμνήσθης, ὅτι μὲν καὶ σὺ μισεῖς τοὺς κολακικούς, ἐπαινῶ μέν σε, καὶ οὐκ ἐχρῆν ἄλλως. ἐθέλω δέ σοι διακρῖναι καὶ διορίσαι τό τε τοῦ ἐπαινοῦντος ἔργον καὶ τὴν τοῦ κόλακος ὑπερβολήν.</p><p rend="align(indent)">ὁ μὲν οὖν κόλαξ ἅτε τῆς χρείας ἕνεκα τῆς ἑαυτοῦ ἐπαινῶν, ἀληθείας δὲ ὀλίγην ποιούμενος τὴν πρόνοιαν, ἅπαντα ὑπερεπαινεῖν οἴεται δεῖν, ἐπιψευδόμενος καὶ προστιθεὶς παρʼ αὑτοῦ τὰ πλείω, ὡς μὴ ἂν ὀκνῆσαι καὶ τὸν Θερσίτην εὐμορφότερον ἀποφῆναι τοῦ Ἀχιλλέως καὶ τὸν Νέστορα φάναι τῶν ἐπὶ Ἴλιον στρατευσάντων τὸν νεώτατον εἶναι. <pb n="v.4.p.324"/> διομόσαιτο δʼ ἂν καὶ τὸν Κροίσου υἱὸν ὀξυηκοώτερον εἶναι τοῦ Μελάμποδος καὶ τὸν Φινέα ὀξύτερον δεδορκέναι τοῦ Λυγκέως, ἤνπερ μόνον κερδᾶναί τι ἐλπίσῃ ἐπὶ τῷ ψεύσματι. ὁ δέ γε αὐτὸ τοῦτο ἐπαινῶν οὐχ ὅπως οὐδʼ ἂν ψεύσαιτό τι ἢ προσθείη τῶν μηδὲ ὅλως προσόντων, τὰ δʼ ὑπάρχοντα αὐτῷ φύσει ἀγαθά, κἂν μὴ πάνυ μεγάλα ᾖ, παραλαβὼν ἐπηύξησε καὶ μείζω ἀπέφηνε· καὶ τολμήσειεν ἂν εἰπεῖν, ἵππον ἐπαινέσαι θέλων, φύσει κοῦφον ὧν ἴσμεν ζῴων καὶ δρομικόν, ὅτι <quote rend="blockquote">Ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέεν οὐδὲ κατέκλα.</quote> καὶ πάλιν οὐκ ἂν ὀκνήσειεν φάναι <q> ἀελλοπόδων δρόμον ἵππων.</q> καὶ ἢν οἰκίαν ἐπαινῇ καλὴν καὶ ἄριστα κατεσκευασμένην, εἴποι ἄν <quote rend="blockquote">Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή.</quote> ὁ δὲ κόλαξ τοῦτο τὸ ἔπος κἂν περὶ τῆς συβώτου καλύβης εἴποι, εἰ μόνον τι παρὰ τοῦ συβώτου λαβεῖν <corr>ἐλπίσειεν·</corr> ὅπου Κύναιθος ὁ Δημητρίου τοῦ Πολιορκητοῦ κόλαξ ἁπάντων αὐτῷ τῶν πρὸς τὴν κολακείαν καταναλωμένων ἐπῄνει ὑπὸ βηχὸς ἐνοχλούμενον τὸν Δημήτριον, ὅτι ἐμμελῶς ἐχρέμπτετο.  </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>