<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2:7-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2:7-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" n="7"><sp><speaker>Πολύστρατος</speaker><p rend="merge">ἔτι γάρ, ὦ πάντων γενναιότατε, καταλέλοιπάς τι κάλλος ἔξω τοῦ ἀγάλματος οὕτως πάντα εἰς τὸ αὐτὸ συμπεφορηκώς. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τί τοῦτο; </p></sp><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> οὐ τὸ<note xml:lang="mul" type="footnote" n="v.4.p.268.n.1">τί τοῦτο; οὐ τὸ Heusde: τοῦτο MSS.</note> μικρότατον, ὦ φιλότης, εἰ μή σοι δόξει ὀλίγα πρὸς εὐμορφίαν συντελεῖν χρόα καὶ τὸ ἑκάστῳ πρέπον, ὡς μέλανα μὲν εἶναι ἀκριβῶς ὁπόσα μέλανα, λευκὰ δὲ ὅσα τοιαῦτα χρή, καὶ τὸ ἐρύθημα ἐπανθεῖν καὶ τὰ τοιαῦτα· κινδυνεύει τοῦ μεγίστου ἔτι ἡμῖν προσδεῖν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πόθεν οὖν καὶ ταῦτα πορισαίμεθʼ ἄν; ἢ παρακαλέσαιμεν δηλαδὴ τοὺς γραφέας, καὶ μάλιστα ὁπόσοι αὐτῶν ἄριστοι ἐγένοντο κεράσασθαι τὰ χρώματα καὶ εὔκαιρον ποιεῖσθαι τὴν ἐπιβολὴν αὐτῶν; καὶ δὴ παρακεκλήσθω Πολύγνωτος καὶ <pb n="v.4.p.270"/> Εὐφράνωρ ἐκεῖνος καὶ Ἀπελλῆς καὶ Ἀετίων· οὗτοι δὲ διελόμενοι τὸ ἔργον ὁ μὲν Εὐφράνωρ χρωσάτω τὴν κόμην οἵαν τῆς Ἥρας ἔγραψεν, ὁ Πολύγνωτος δὲ ὀφρύων τὸ ἐπιπρεπὲς καὶ παρειῶν τὸ ἐνερευθὲς οἵαν τὴν Κασάνδραν ἐν τῇ λέσχῃ ἐποίησεν τοῖς Δελφοῖς, καὶ ἐσθῆτα δὲ οὗτος ποιησάτω εἰς τὸ λεπτότατον ἐξειργασμένην, ὡς συνεστάλθαι μὲν ὅσα χρή, διηνεμῶσθαι δὲ τὰ πολλά· τὸ δὲ ἄλλο σῶμα ὁ Ἀπελλῆς δειξάτω κατὰ τὴν Πακάτην μάλιστα, μὴ ἄγαν λευκὸν ἀλλὰ ἔναιμον ἁπλῶς· τὰ χείλη δὲ οἷα Ῥωξάνης ὁ Ἀετίων ποιησάτω. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" n="8"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">μᾶλλον δὲ τὸν ἄριστον τῶν γραφέων Ὅμηρον παρόντος Εὐφράνορος καὶ Ἀπελλοῦ δεδέγμεθα· οἷον γάρ τι τοῖς Μενελάου μηροῖς τὸ χρῶμα ἐκεῖνος ἐπέβαλεν ἐλέφαντι εἰκάσας ἠρέμα πεφοινιγμένῳ, τοιόνδε ἔστω τὸ <corr>πᾶν·</corr> ὁ δʼ αὐτὸς οὗτος καὶ τοὺς ὀφθαλμοὺς γραψάτω βοῶπίν τινα ποιήσας αὐτήν. συνεπιλήψεται δὲ τοῦ ἔργου αὐτῷ καὶ ὁ Θηβαῖος ποιητής, ὡς ἰοβλέφαρον<note xml:lang="mul" type="footnote" n="v.4.p.270.n.1">ἰοβλέφρον du Soul: τὸ βλέφαρον MSS.</note> ἐξεργάσασθαι· καὶ φιλομειδῆ δὲ Ὅμηρος ποιήσει καὶ λευκώλενον καὶ ῥοδοδάκτυλον, καὶ ὅλως τῇ χρυσῇ Ἀφροδίτῃ εἰκάσει πολὺ δικαιότερον ἢ τὴν τοῦ Βρισέως. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>