<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2:17-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2:17-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" n="17"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> μετὰ δὲ ταύτην ἡ τῆς σοφίας καὶ συνέσεως εἰκὼν γραπτέα. δεήσει δὲ ἡμῖν ἐνταῦθα πολλῶν τῶν παραδειγμάτων, ἀρχαίων τῶν πλείστων, ἑνὸς μὲν καὶ αὐτοῦ Ἰωνικοῦ· γραφεῖς δὲ καὶ δημιουργοὶ αὐτοῦ Αἰσχίνης Σωκράτους ἑταῖρος καὶ αὐτὸς Σωκράτης, μιμηλότατοι τεχνιτῶν ἁπάντων, ὅσῳ καὶ μετʼ ἔρωτος ἔγραφον. τὴν δὲ ἐκ τῆς Μιλήτου ἐκείνην Ἀσπασίαν, ᾗ καὶ ὁ Ὀλύμπιος θαυμασιώτατος αὐτὸς συνῆν, οὐ φαῦλον συνέσεως παράδειγμα προθέμενοι, ὁπόσον ἐμπειρίας πραγμάτων καὶ ὀξύτητος εἰς τὰ πολιτικὰ καὶ ἀγχινοίας καὶ δριμύτητος ἐκείνῃ προσῆν, τοῦτο πᾶν ἐπὶ τὴν ἡμετέραν εἰκόνα μεταγάγωμεν ἀκριβεῖ τῇ στάθμῃ· πλὴν ὅσον ἐκείνη μὲν ἐν μικρῷ πινακίῳ <corr>ἐγέγραπτο,</corr> αὕτη δὲ κολοσσιαία τὸ μέγεθός ἐστιν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πῶς τοῦτο φής; </p></sp><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> ὅτι, ὦ Λυκῖνε, οὐκ ἰσομεγέθεις εἶναί φημι τὰς εἰκόνας ὁμοίας οὔσας· οὐ γὰρ ἴσον οὐδὲ ἐγγὺς Ἀθηναίων ἡ τότε πολιτεία καὶ ἡ παροῦσα τῶν Ῥωμαίων δύναμις. ὥστε εἰ καὶ τῇ ὁμοιότητι ἡ <pb n="v.4.p.288"/> αὐτή, ἀλλὰ τῷ μεγέθει γε ἀμείνων αὕτη ὡς ἂν ἐπὶ πλατυτάτου πίνακος καταγεγραμμένη.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" n="18"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">δεύτερον δὲ καὶ τρίτον παράδειγμα Θεανώ τε ἐκείνη καὶ ἡ Λεσβία μελοποιός, καὶ Διοτίμα ἐπὶ ταύταις, ἡ μὲν τὸ μεγαλόνουν ἡ Θεανὼ συμβαλλομένη εἰς τὴν γραφήν, ἡ Σαπφὼ δὲ τὸ γλαφυρὸν τῆς προαιρέσεως· τῇ Διοτίμᾳ δὲ οὐχ ἃ Σωκράτης ἐπῄνεσεν αὐτὴν ἐοικυῖα ἔσται μόνον, ἀλλὰ καὶ τὴν ἄλλην σύνεσίν τε καὶ συμβουλίαν. τοιαύτη σοι καὶ αὕτη, Λυκῖνε, ἀνακείσθω ἡ εἰκών. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>