<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2:15-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2:15-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" n="15"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">τὸ μὲν γὰρ ἀκριβὲς τοῦτο τῆς φωνῆς καὶ καθαρῶς Ἰωνικὸν καὶ ὅτι ὁμιλῆσαι στωμύλη καὶ πολὺ τῶν Ἀττικῶν χαρίτων ἔχουσα οὐδὲ θαυμάζειν <corr>ἄξιον·</corr> πάτριον γὰρ αὐτῇ καὶ προγονικόν, οὐδὲ ἄλλως ἐχρῆν μετέχουσαν τῶν Ἀθηναίων κατὰ τὴν ἀποικίαν. οὐδὲ γὰρ οὐδὲ ἐκεῖνο θαυμάσαιμʼ ἄν, εἰ καὶ ποιήσει χαίρει καὶ τὰ πολλὰ ταύτῃ ὁμιλεῖ, τοῦ Ὁμήρου πολῖτις οὖσα. </p><p rend="align(indent)">μία μὲν δή σοι, ὦ Λυκῖνε, καλλιφωνίας αὕτη καὶ ᾠδῆς εἰκών, ὡς ἄν τις ἐπὶ τὸ ἔλαττον εἰκάσειεν. σκόπει δὲ δὴ καὶ τὰς ἄλλας· οὐ γὰρ μίαν ὥσπερ σὺ ἐκ πολλῶν συνθεὶς ἐπιδεῖξαι διέγνωκα — ἧττον γὰρ τοῦτο καὶ γραφικόν, συντελεσθὲν<note xml:lang="mul" type="footnote" n="v.4.p.282.n.1">συντελεσθέν: corrupt. An infinitive is wanted, e.g. συντιθέναι. The usual reading, γραφικῶς συντελεσθέν, leaves κάλλη τοσαῦτα floating.</note> κάλλη τοσαῦτα καὶ πολυειδές τι ἐκ πολλῶν ἀποτελεῖν αὐτὸ αὑτῷ ἀνθαμιλλώμενον — ἀλλʼ αἱ <pb n="v.4.p.284"/> πᾶσαι τῆς ψυχῆς ἀρεταὶ καθʼ ἑκάστην εἰκὼν μία γεγράψεται πρὸς τὸ ἀρχέτυπον μεμιμημένη. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἑορτήν, ὦ Πολύστρατε, καὶ πανδαισίαν ἐπαγγέλλεις. ἔοικας γοῦν λώϊον ὡς ἀληθῶς ἀποδώσειν μοι τὸ μέτρον. ἐπιμέτρει δʼ <corr>οὖν·</corr> ὡς οὐκ ἔστιν <corr>ὅ</corr> τι ἂν ἄλλο ποιήσας μᾶλλον χαρίσαιό μοι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" n="16"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> οὐκοῦν ἐπειδὴ πάντων καλῶν παιδείαν ἡγεῖσθαι ἀνάγκη, καὶ μάλιστα τούτων ὁπόσα μελετητά, φέρε καὶ ταύτην ἤδη συστησώμεθα, ποικίλην μέντοι καὶ πολύμορφον, ὡς μηδὲ κατὰ τοῦτο ἀπολιποίμεθα τῆς σῆς πλαστικῆς. καὶ δὴ γεγράφθω πάντα συλλήβδην τὰ ἐκ τοῦ Ἑλικῶνος ἀγαθὰ ἔχουσα, οὐχ ὥσπερ ἡ Κλειὼ καὶ ἡ Πολύμνια καὶ ἡ Καλλιόπη καὶ αἱ ἄλλαι ἕν τι ἑκάστη ἐπισταμένη, ἀλλὰ τὰ<note xml:lang="mul" type="footnote" n="v.4.p.284.n.1">τὰ Lehmann: not in MSS.</note> πασῶν καὶ προσέτι τὰ Ἑρμοῦ καὶ Ἀπόλλωνος. ὁπόσα γὰρ ἢ ποιηταὶ μέτροις διακοσμήσαντες ἢ ῥήτορες δεινότητι κρατύναντες ἐξενηνόχασιν ἢ συγγραφεῖς ἱστορήκασιν ἢ φιλόσοφοι παρῃνέκασι,<note xml:lang="mul" type="footnote" n="v.4.p.284.n.2">παρῃνέκασι vulg. : παρῃνέγκασι MSS.</note> πᾶσι τούτοις ἡ εἰκὼν κεκοσμήσθω, οὐκ ἄχρι τοῦ ἐπικεχρῶσθαι μόνον, ἀλλʼ εἰς βάθος δευσοποιοῖς τισι φαρμάκοις εἰς κόρον καταβαφεῖσα. καὶ συγγνώμη, εἰ μηδὲν ἀρχέτυπον ἐπιδεῖξαι ταύτης δυναίμην τῆς γραφῆς· οὐ γὰρ ἔσθʼ ὅ τι τοιοῦτον ἐν τοῖς πάλαι παιδείας πέρι μνημονεύεται. πλὴν ἀλλά, εἴ γε δοκεῖ, <pb n="v.4.p.286"/> ἀνακείσθω καὶ αὕτη· οὐ μεμπτὴ γάρ, ὡς ἐμοὶ φαίνεται. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> καλλίστη μὲν οὖν,<note xml:lang="mul" type="footnote" n="v.4.p.286.n.1">οὖν Fritzche: not in MSS.</note> ὦ Πολύστρατε, καὶ πάσαις ταῖς γραμμαῖς ἀπηκριβωμένη. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>