<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2:38</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2:38</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="38"><p rend="align(indent)"> καὶ πρὸς μὲν τὰ ἐν τῇ Ἰταλίᾳ ταῦτα<note xml:lang="mul" type="footnote" n="v.4.p.222.n.3">ταυτα καὶ τὰ τοιαῦτα γ.</note> <pb n="v.4.p.224"/> <corr>προεμηχανᾶτο·</corr> <add>οἴκοι δὲ καὶ τὰ τοιαῦτα.</add> τελετήν τε γάρ τινα συνίσταται καὶ δᾳδουχίας καὶ ἱεροφαντίας, τριῶν ἑξῆς ἀεὶ τελουμένων ἡμερῶν. καὶ ἐν μὲν τῇ πρώτῃ πρόρρησις ἦν ὥσπερ Ἀθήνησι τοιαύτη· <q>εἴ τις ἄθεος ἢ Χριστιανὸς ἢ Ἐπικούρειος ἥκει κατάσκοπος τῶν ὀργίων, φευγέτω· οἱ δὲ πιστεύοντες τῷ θεῷ τελείσθωσαν τύχῃ τῇ ἀγαθῇ.</q> εἶτʼ εὐθὺς ἐν ἀρχῇ ἐξέλασις ἐγίγνετο· καὶ ὁ μὲν ἡγεῖτο λέγων <q>ἔξω Χριστιανούς,</q> τὸ δὲ πλῆθος ἅπαν ἐπεφθέγγετο <q>ἔξω Ἐπικουρείους.</q> εἶτα Λητοῦς ἐγίγνετο λοχεία καὶ Ἀπόλλωνος γοναὶ καὶ Κορωνίδος γάμος καὶ Ἀσκληπιὸς ἐτίκτετο. ἐν δὲ τῇ δευτέρᾳ Γλύκωνος ἐπιφάνεια καὶ γέννησις τοῦ θεοῦ. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>