<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2:33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2:33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="33"><p rend="align(indent)"> βούλομαι δέ σοι καὶ τῶν Ῥουτιλιανῷ δοθέντων χρησμῶν ἐνίους εἰπεῖν. πυνθανομένῳ γὰρ αὐτῷ ὑπὲρ τοῦ παιδὸς ἐκ προτέρας γυναικός, παιδείας ὥραν ἔχοντος, ὅντινα προστήσεται διδάσκαλον τῶν μαθημάτων αὐτοῦ, ἔφη· <quote rend="blockquote">Πυθαγόρην πολέμων τε διάκτορον ἐσθλὸν ἀοιδόν.</quote> εἶτα μετʼ ὀλίγας ἡμέρας τοῦ παιδὸς ἀποθανόντος, ὁ μὲν ἠπόρει καὶ οὐδὲν εἶχεν λέγειν πρὸς τοὺς αἰτιωμένους, παρὰ πόδας οὕτως ἐληλεγμένου τοῦ <corr>χρησμοῦ·</corr> ὁ δὲ Ῥουτιλιανὸς αὐτὸς φθάσας ὁ βέλτιστος ἀπελογεῖτο ὑπὲρ τοῦ μαντείου λέγων, τοῦτο αὐτὸ προδεδηλωκέναι τὸν θεὸν καὶ διὰ τοῦτο ζῶντα μὲν κελεῦσαι μηδένα διδάσκαλον ἑλέσθαι αὐτῷ, Πυθαγόραν δὲ καὶ Ὅμηρον πάλαι τεθνεῶτας, οἷς εἰκὸς τὸ μειράκιον ἐν Ἅιδου νῦν συνεῖναι. <pb n="v.4.p.220"/> τί τοίνυν μέμφεσθαι ἄξιον Ἀλεξάνδρῳ, εἰ τοιούτοις ἀνθρωπίσκοις ἐνδιατρίβειν ἠξίου; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>