<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg037.perseus-grc2:3-4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg037.perseus-grc2:3-4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg037.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg037.perseus-grc2" n="3"><p> ὅμως δὲ μὴ δέδιθι, μηδὲ πρὸς τὸ μέγεθος τῶν ἐλπιζομένων ἀποδυσπετήσῃς, μυρίους τινὰς τοὺς πόνους προπονῆσαι οἰηθείς. οὐ γάρ σε τραχεῖάν τινα οὐδὲ ὄρθιον<note xml:lang="mul" type="footnote" n="v.4.p.136.n.1">ὄρειον β.</note> καὶ ἱδρῶτος μεστὴν ἡμεῖς ἄξομεν, ὡς ἐκ μέσης αὐτῆς ἀναστρέψαι καμόντα, ἐπεὶ οὐδὲν ἂν διεφέρομεν τῶν ἄλλων ὅσοι τὴν συνήθη ἐκείνην ἡγοῦνται, μακρὰν καὶ ἀνάντη καὶ καματηρὰν καὶ ὡς τὸ πολὺ ἀπεγνωσμένην. ἀλλὰ παρʼ ἡμῶν ἐξαίρετον<note xml:lang="mul" type="footnote" n="v.4.p.136.n.2">τό γε παρʼ ἡμῶν ἐξαρετόν σοι β, edd. Cf. Navigium 24.</note> τῆς συμβουλῆς τοῦτό ἐστιν, ὅτι ἡδίστην τε ἅμα καὶ ἐπιτομωτάτην καὶ ἱππήλατον καὶ κατάντη σὺν πολλῇ τῇ θυμηδίᾳ καὶ τρυφῇ διὰ λειμώνων εὐανθῶν καὶ σκιᾶς ἀκριβοῦς σχολῇ καὶ βάδην ἀνιὼν ἀνιδρωτὶ ἐπιστήσῃ τῇ ἄκρᾳ καὶ ἀγρεύσεις<note xml:lang="mul" type="footnote" n="v.4.p.136.n.3">α ρήσεις β. Cf. θήραμα, c. 2. .</note> οὐ καμὼν καὶ νὴ Δίʼ εὐωχήσῃ κατακείμενος, ἐκείνους<note xml:lang="mul" type="footnote" n="v.4.p.136.n.4">ἔκπνους β</note> ὁπόσοι τὴν ἑτέραν ἐτράποντο ἀπὸ τοῦ ὑψηλοῦ ἐπισκοπῶν ἐν τῇ ὑπωρείᾳ τῆς ἀνόδου ἔτι, κατὰ δυσβάτων καὶ ὀλισθηρῶν τῶν κρημνῶν μόλις ἀνέρποντας, ἀποκυλιομένους ἐπὶ κεφαλὴν ἐνίοτε καὶ πολλὰ τραύματα λαμβάνοντας περὶ τραχείαις ταῖς πέτραις· σὺ δὲ πρὸ πολλοῦ ἄνω ἐστεφανωμένος εὐδαιμονέστατος ἔσῃ, ἅπαντα ἐν βραχεῖ ὅσα ἐστὶν ἀγαθὰ παρὰ τῆς ῥητορικῆς μονονουχὶ καθεύδων λαβών. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg037.perseus-grc2" n="4"><p rend="align(indent)"> ἡ μὲν δὴ ὑπόσχεσις οὕτω μεγάλη· σὺ δὲ πρὸς Φιλίου μὴ ἀπιστήσῃς, εἰ ῥᾷστά τε ἅμα καὶ <pb n="v.4.p.138"/> ἥδιστά σοι ταῦτα ἐπιδείξειν φαμέν. τί<note xml:lang="mul" type="footnote" n="v.4.p.138.n.1">τί γάρ Sauppe : εἰ γὰρ MSS.</note> γάρ; Ἡσίοδος μὲν ὀλίγα φύλλα ἐκ τοῦ Ἑλικῶνος λαβὼν αὐτίκα μάλα ποιητὴς ἐκ ποιμένος κατέστη καὶ ᾖδε θεῶν καὶ ἡρώων γένη κάτοχος ἐκ Μουσῶν γενόμενος, ῥήτορα δέ, ὃ πολὺ ἔνερθε ποιητικῆς μεγαληγορίας ἐστίν, ἐν βραχεῖ καταστῆναι ἀδύνατον, εἴ τις ἐκμάθοι τὴν ταχίστην <corr>ὁδόν;</corr> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>