<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2:35-36</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2:35-36</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2" n="35"><p rend="align(indent)"> τοιαῦτα ἐντρυφῶσι, μᾶλλον δὲ ἐνυβρίζουσι τοῖς συνοῦσι, κατὰ μικρὸν αὐτοὺς χειροήθεις τῇ ὕβρει παρασκευάζοντες. οἶδα δʼ ἐγὼ καὶ ῥήτορα <pb n="v.3.p.470"/> τῶν καρχάρων ἐπὶ τῷ δείπνῳ κελευσθέντα μελετήσαντα μὰ τὸν Δίʼ οὐκ ἀπαιδεύτως, ἀλλὰ πάνυ τορῶς καὶ συγκεκροτημένως· ἐπῃνεῖτο γοῦν μεταξὺ πινόντων οὐ πρὸς ὕδωρ μεμετρημένον, ἀλλὰ πρὸς οἴνου ἀμφορέας λέγων, καὶ τοῦτο ὑποστῆναι τὸ τόλμημα ἐπὶ διακοσίαις δραχμαῖς ἐλέγετο.</p><p rend="align(indent)"> ταῦτα μὲν οὖν ἴσως μέτρια. ἢν δὲ ποιητικὸς αὐτὸς ἢ συγγραφικὸς ὁ πλούσιος ᾖ, παρὰ τὸ δεῖπνον τὰ αὑτοῦ ῥαψῳδῶν, τότε καὶ μάλιστα διαρραγῆναι χρὴ ἐπαινοῦντα καὶ κολακεύοντα καὶ τρόπους ἐπαίνων καινοτέρους ἐπινοοῦντα. εἰσὶ δʼ οἳ καὶ ἐπὶ κάλλει θαυμάζεσθαι ἐθέλουσιν, καὶ δεῖ Ἀδώνιδας αὐτοὺς καὶ Ὑακίνθους ἀκούειν, πήχεως ἐνίοτε τὴν ῥῖνα ἔχοντας. σὺ δʼ οὖν ἂν μὴ ἐπαινῇς, εἰς τὰς λιθοτομίας τὰς Διονυσίου εὐθὺς ἀφίξῃ ὡς καὶ φθονῶν καὶ ἐπιβουλεύων αὐτῷ. χρὴ δὲ καὶ σοφοὺς καὶ ῥήτορας εἶναι αὐτούς, κἂν εἴ τι σολοικίσαντες τύχωσιν, αὐτὸ τοῦτο<note xml:lang="mul" type="footnote" n="v.3.p.470.n.1">αὐτὸ τοῦτο edd.: αὐτὸ τὸ MSS. Perhaps something more has been lost.</note> τῆς Ἀττικῆς καὶ τοῦ Ὑμηττοῦ μεστοὺς δοκεῖν τοὺς λόγους καὶ νόμον εἶναι τὸ λοιπὸν οὕτω λέγειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2" n="36"><p rend="align(indent)"> καίτοι φορητὰ ἴσως τὰ τῶν ἀνδρῶν. αἱ δὲ οὖν<note xml:lang="mul" type="footnote" n="v.3.p.470.n.2">δὲ οὖν Seager: δὴ οὖν MSS.</note> γυναῖκες — καὶ γὰρ αὖ καὶ τόδε ὑπὸ τῶν γυναικῶν σπουδάζεται, τὸ εἶναί τινας αὐταῖς πεπαιδευμένους μισθοῦ ὑποτελεῖς<note xml:lang="mul" type="footnote" n="v.3.p.470.n.3">μισθοῦ ὑποτελεῖς = ὑπομίσθονς. Cobst and Fritzsche emend.</note> συνόντας καὶ <pb n="v.3.p.472"/> τῷ φορείῳ ἑπομένους· ἓν γάρ τι καὶ τοῦτο τῶν ἄλλων καλλωπισμάτων αὐταῖς δοκεῖ, ἢν λέγηται ὡς πεπαιδευμέναι <corr>τέ</corr> εἰσιν καὶ φιλόσοφοι καὶ ποιοῦσιν ᾄσματα οὐ πολὺ τῆς Σαπφοῦς ἀποδέοντα — διὰ δὴ ταῦτα μισθωτοὺς καὶ αὗται περιάγονται ῥήτορας καὶ γραμματικοὺς καὶ φιλοσόφους, ἀκροῶνται δʼ αὐτῶν — πηνίκα; γελοῖον γὰρ καὶ τοῦτο — ἤτοι μεταξὺ κομμούμεναι καὶ τὰς κόμας παραπλεκόμεναι ἢ παρὰ τὸ <corr>δεῖπνον·</corr> ἄλλοτε γὰρ οὐκ ἄγουσι σχολήν. πολλάκις δὲ καὶ μεταξὺ τοῦ φιλοσόφου τι διεξιόντος ἡ ἅβρα προσελθοῦσα ὤρεξε παρὰ τοῦ μοιχοῦ γραμμάτιον, οἱ δὲ περὶ σωφροσύνης ἐκεῖνοι λόγοι ἑστᾶσι περιμένοντες, ἔστʼ ἂν ἐκείνη ἀντιγράψασα τῷ μοιχῷ ἐπαναδράμῃ πρὸς τὴν ἀκρόασιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>