<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2:15-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2:15-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2" n="15"><p> σὺ δʼ ὥσπερ εἰς<note xml:lang="mul" type="footnote" n="v.3.p.436.n.1">εἰς Coraes not in MSS.</note> τοῦ Διὸς τὸν οἶκον παρελθὼν πάντα τεθαύμακας καὶ ἐφʼ ἑκάστῳ τῶν πραττομένων μετέωρος εἶ· ξένα γάρ σοι καὶ ἄγνωστα πάντα· καὶ ἥ τε οἰκετεία εἰς σὲ ἀποβλέπει καὶ τῶν παρόντων ἕκαστος ὅ τι πράξεις ἐπιτηροῦσιν, οὐδὲ αὐτῷ δὲ ἀμελὲς τῷ πλουσίῳ τοῦτο, ἀλλὰ καὶ προεῖπέ τισι τῶν οἰκετῶν ἐπισκοπεῖν εἴ πως<note xml:lang="mul" type="footnote" n="v.3.p.436.n.2">εἴ πως Fritzsche: ὅπως MSS. adding εἰ before πολλάκις.</note> εἰς τοὺς παῖδας ἢ εἰς τὴν γυναῖκα πολλάκις ἐκ περιωπῆς ἀποβλέψεις. οἱ μὲν γὰρ τῶν συνδείπνων ἀκόλουθοι ὁρῶντες ἐκπεπληγμένον εἰς τὴν ἀπειρίαν τῶν δρωμένων ἀποσκώπτουσι, τεκμήριον<note xml:lang="mul" type="footnote" n="v.3.p.436.n.3">τεκμήριον Cobet: τεκμήριον ποιούμενοι MSS.</note> τοῦ μὴ παρʼ ἄλλῳ <pb n="v.3.p.438"/> πρότερόν σε δεδειπνηκέναι τὸ καινὸν εἶναί σοι τὸ χειρόμακτρον τιθέμενοι.</p><p rend="align(indent)"> ὥσπερ οὖν εἰκός, ἰδίειν τε ἀνάγκη ὑπʼ ἀπορίας καὶ μήτε διψῶντα πιεῖν αἰτεῖν τολμᾶν, μὴ δόξῃς οἰνόφλυξ τις εἶναι, μήτε τῶν ὄψων παρατεθέντων ποικίλων καὶ πρός τινα τάξιν ἐσκευασμένων εἰδέναι ἐφʼ ὅ τι πρῶτον ἢ δεύτερον τὴν χεῖρα ἐνέγκῃς· ὑποβλέπειν οὖν εἰς τὸν πλησίον δεήσει κἀκεῖνον ζηλοῦν καὶ μανθάνειν τοῦ δείπνου τὴν ἀκολουθίαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2" n="16"><p> τὰ δʼ ἄλλα ποικίλος εἶ καὶ θορύβου πλέως τὴν ψυχήν, πρὸς ἕκαστα τῶν πραττομένων ἐκπεπληγμένος, καὶ ἄρτι μὲν εὐδαιμονίζεις τὸν πλούσιον τοῦ χρυσοῦ καὶ τοῦ ἐλέφαντος καὶ τῆς τοσαύτης τρυφῆς, ἄρτι δὲ οἰκτείρεις σεαυτόν, ὡς τὸ μηδὲν ὢν εἶτα ζῆν ὑπολαμβάνεις. ἐνίοτε δὲ κἀκεῖνο εἰσέρχεταί σε, ὡς ζηλωτόν τινα βιώσῃ τὸν βίον ἅπασιν ἐκείνοις ἐντρυφήσων καὶ μεθέξων αὐτῶν ἐξ ἰσοτιμίας· οἴει γὰρ εἰσαεὶ Διονύσια ἑορτάσειν. καί που καὶ μειράκια ὡραῖα διακονούμενα καὶ ἠρέμα προσμειδιῶντα γλαφυρωτέραν ὑπογράφει σοι τὴν μέλλουσαν διατριβήν, ὥστε συνεχῶς τὸ Ὁμηρικὸν ἐκεῖνο ἐπιφθέγγεσθαι, <quote rend="blockquote">οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας <corr>Ἀχαιούς</corr></quote> πολλὰ πονεῖν καὶ ὑπομένειν ὑπὲρ τῆς τοσαύτης εὐδαιμονίας.</p><p rend="align(indent)"> Φιλοτησίαι τὸ ἐπὶ τούτῳ, καὶ σκύφον εὐμεγέθη <pb n="v.3.p.440"/> τινὰ αἰτήσας προὔπιέν σοι τῷ διδασκάλῳ, ἢ ὁτιδήποτε προσειπών· σὺ δὲ λαβών, ὅτι μέν τί σε καὶ αὐτὸν ὑπειπεῖν ἔδει ἠγνόησας ὑπʼ ἀπειρίας, καὶ ἀγροικίας δόξαν ὦφλες.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>