<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2:52</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2:52</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="52"><sp><speaker>Σίμων</speaker><p rend="align(indent) ; merge">φέρε δὴ ταῦτα ἀφέντες ἐπʼ αὐτὸν ἤδη βαδίζωμεν τὸν βίον τοῦ παρασίτου, σκοποῦντες ἅμα καὶ παραβάλλοντες ἐκεῖνον.</p><p rend="align(indent)">πρῶτον τοίνυν ἴδοι τις ἂν τὸν μὲν παράσιτον <pb n="v.3.p.304"/> ἀεὶ δόξης καταφρονοῦντα καὶ οὐδὲν αὐτῷ μέλον ὅ τι ἂν<note xml:lang="mul" type="footnote" n="v.3.p.304.n.1">ὅ τι ἂν Fritzche: τί ἂν MSS. (τι ὦν r2 : ὧν vulg.).</note> οἱ ἄνθρωποι οἴωνται περὶ αὐτοῦ, ῥήτορας δὲ καὶ φιλοσόφους εὕροι τις ἂν οὐ τινάς, ἀλλὰ πάντας ὑπὸ τύφου καὶ δόξης τριβέντας, καὶ οὐ δόξης μόνον, ἀλλὰ καὶ ὃ τούτου αἴσχιόν ἐστιν, ὑπʼ ἀργυρίου. καὶ ὁ μὲν παράσιτος οὕτως ἔχει πρὸς ἀργύριον ὡς οὐκ ἄν τις οὐδὲ πρὸς τὰς ἐν τοῖς αἰγιαλοῖς ψηφῖδας ἀμελῶς ἔχοι, καὶ οὐδὲν αὐτῷ δοκεῖ διαφέρειν τὸ χρυσίον τοῦ πυρός. <corr>οἵ</corr> γε μὴν ῥήτορες, καὶ ὃ δεινότερόν ἐστιν, καὶ οἱ φιλοσοφεῖν φάσκοντες πρὸς αὐτὰ οὕτως διάκεινται κακοδαιμόνως, ὥστε τῶν μάλιστα νῦν εὐδοκιμούντων φιλοσόφων — περὶ μὲν γὰρ τῶν ῥητόρων τί δεῖ λέγειν; — ὁ μὲν δικάζων δίκην δώροις ἐπʼ αὐτῇ ἑάλω,<note xml:lang="mul" type="footnote" n="v.3.p.304.n.2">αἱσχύνεται ὅτι MSS. (except ΓΩΖ1) add ἀλλʼ ὁ μὲν (ἄλλος δὲ N) μισθὸν σοφιστεύων εἰσπράττεται τοὺς μανθάνοντας, excised by Jacobitz,</note> ὁ δὲ παρὰ βασιλέως ὑπὲρ τοῦ συνεῖναι μισθὸν αἰτεῖ καὶ οὐκ αἰσχύνεται ὅτι<note xml:lang="mul" type="footnote" n="v.3.p.304.n.3">ὅτι Harmon: ἔτι (εἴ τι) MSS.</note> πρεσβύτης ἀνὴρ διὰ τοῦτο ἀποδημεῖ καὶ μισθοφορεῖ καθάπερ Ἰνδὸς ἢ Σκύθης αἰχμάλωτος, καὶ οὐδὲ αὐτὸ τὸ ὄνομα αἰσχύνεται ὃ λαμβάνει.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>