<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2:49</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2:49</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="49"><sp><speaker>Σίμων</speaker><p rend="align(indent) ; merge">σὺ δὲ δὴ ποῖόν τινα εἰκάζεις ἐν πολέμῳ τὸν παράσιτον; οὐχὶ πρῶτον μὲν ὁ τοιοῦτος ἀριστοποιησάμενος ἔξεισιν ἐπὶ τὴν παράταξιν, καθάπερ καὶ ὁ Ὀδυσσεὺς ἀξιοῖ; οὐ γὰρ ἄλλως ἐν πολέμῳ μάχεσθαι, φησίν, ἔστιν, εἰ καὶ<note xml:lang="mul" type="footnote" n="v.3.p.298.n.2">ἔστιν, εἰ καὶ Text Harmon: οὐ γὰρ ἀλλʼ ὃν ἐν πολέμῳ μάχεσθαί φησιν ἑστιάσει καὶ MSS.</note> εὐθὺς ἅμα ἕῳ μάχεσθαι δέοι. καὶ ὃν ἄλλοι στρατιῶται χρόνον ὑπὸ δέους ὁ μέν τις ἀκριβῶς ἁρμόζει τὸ κράνος, ὁ δὲ θωράκιον ἐνδύεται, ὁ δὲ αὐτὸ τὸ δεινὸν ὑποπτεύων τοῦ πολέμου τρέμει, οὗτος δὲ ἐσθίει τότε μάλα φαιδρῷ τῷ προσώπῳ καὶ μετὰ τὴν ἔξοδον εὐθὺς ἐν πρώτοις διαγωνίζεται· ὁ δὲ <corr>τρέφων</corr> αὐτὸν ὄπισθεν ὑποτέτακται τῷ παρασίτῳ, <pb n="v.3.p.300"/> κἀκεῖνος αὐτὸν ὥσπερ ὁ Αἴας τὸν Τεῦκρον ὑπὸ τῷ σάκει καλύπτει, καὶ τῶν βελῶν ἀφιεμένων γυμνώσας ἑαυτὸν τοῦτον σκέπει· βούλεται γὰρ ἐκεῖνον μᾶλλον σώζειν ἢ ἑαυτόν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>