<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2:40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2:40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="40"><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> ἵνα τοίνυν μὴ πάνυ θαυμάζῃς μηδὲ τὸ πρᾶγμά σοι δοκῇ χλεύης ἄξιον, φέρε προτυπωσώμεθα παρʼ ἡμῖν αὐτοῖς ἠγγέλθαι μὲν αἰφνίδιον εἰς τὴν χώραν ἐμβεβληκέναι πολεμίους, εἶναι δὲ ἀνάγκην <pb n="v.3.p.284"/> ἐπεξιέναι καὶ μὴ περιορᾶν ἔξω δῃουμένην τὴν γῆν, τὸν στρατηγὸν δὲ παραγγέλλειν ἅπαντας εἰς τὸν κατάλογον τοὺς ἐν ἡλικίᾳ, καὶ δὴ χωρεῖν τοὺς ἄλλους, ἐν δὲ δὴ τούτοις φιλοσόφους τινὰς καὶ ῥήτορας καὶ παρασίτους. πρῶτον τοίνυν ἀποδύσωμεν αὐτούς· ἀνάγκη γὰρ τοὺς μέλλοντας ὁπλίζεσθαι γυμνοῦσθαι πρότερον. θεῶ δὴ τοὺς ἄνδρας, ὦ γενναῖε, καθʼ ἕκαστον καὶ δοκίμαζε τὰ σώματα. τοὺς μὲν τοίνυν αὐτῶν ὑπὸ ἐνδείας ἴδοις ἂν λεπτοὺς καὶ ὠχρούς, πεφρικότας, ὥσπερ ἤδη τραυματίας παρειμένους· ἀγῶνα μὲν γὰρ καὶ μάχην σταδιαίαν καὶ ὠθισμὸν καὶ κόνιν καὶ τραύματα μὴ γελοῖον ᾖ λέγειν δύνασθαι φέρειν ἀνθρώπους ὥσπερ ἐκείνους τινὸς δεομένους ἀναλήψεως.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>