<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2:12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2:12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="12"><sp><speaker>Σίμων</speaker><p rend="align(indent) ; merge">καὶ μὴν οὐχὶ κατὰ ταῦτα μόνον οὐδὲν προσήκει τὸ ἡδὺ τῷ Ἐπικούρῳ, ἀλλὰ καὶ κατʼ ἐκεῖνα· ὁ γὰρ Ἐπίκουρος οὗτος, ὅστις ποτέ ἐστιν ὁ σοφός, ἤτοι φαγεῖν ἔχει ἢ οὔ· εἰ μὲν οὐκ ἔχει, οὐχ ὅπως ἡδέως ζήσεται,<note xml:lang="mul" type="footnote" n="v.3.p.260.n.2">ζήσεται Cobet: οὐ ζήσεται MSS.</note> ἀλλʼ οὐδὲ ζήσεται· εἰ δὲ ἔχει, εἴτε παρʼ ἑαυτοῦ εἴτε παρʼ ἄλλου· εἰ μὲν οὖν παρʼ ἄλλου τὸ φαγεῖν ἔχοι, παράσιτός ἐστι καὶ οὐχ ὃς<note xml:lang="mul" type="footnote" n="v.3.p.260.n.3">ὃς vulg.: ὡς MSS. </note> λέγει· εἰ δὲ παρʼ ἑαυτοῦ, οὐχ ἡδέως ζήσεται. </p></sp><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> πῶς οὐχ ἡδέως; </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> εἰ γὰρ ἔχοι τὸ φαγεῖν παρʼ ἑαυτοῦ, πολλά τοι, ὦ Τυχιάδη, τὰ ἀηδέα<note xml:lang="mul" type="footnote" n="v.3.p.260.n.4">τὰ ἀηδέα Harmon not in MSS.</note> τῷ τοιούτῳ βίῳ παρακολουθεῖν ἀνάγκη· καὶ ἄθρει πόσα. δεῖ τὸν μέλλοντα βιώσεσθαι καθʼ ἡδονὴν τὰς ἐγγιγνομένας ὀρέξεις ἁπάσας ἀναπληροῦν. ἢ τί φής; </p></sp><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> κἀμοὶ δοκεῖ. </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> οὐκοῦν τῷ μὲν συχνὰ κεκτημένῳ ἴσως τοῦτο παρέχει, τῷ δὲ ὀλίγα καὶ μηδὲν οὐκέτι· ὥστε <pb n="v.3.p.262"/> πένης οὐκ ἂν σοφὸς γένοιτο οὐδὲ ἐφίκοιτο τοῦ τέλους, λέγω δὴ τοῦ ἡδέος. ἀλλʼ οὐδὲ μὴν ὁ πλούσιος, ὁ παρὰ τῆς οὐσίας ἀφθόνως ταῖς ἐπιθυμίαις χορηγῶν, δυνήσεται τοῦδε ἐφικέσθαι. τί δή ποτε; ὅτι πᾶσα ἀνάγκη τὸν ἀναλίσκοντα τὰ ἑαυτοῦ πολλαῖς περιπίπτειν ἀηδίαις, τοῦτο μὲν τῷ μαγείρῳ κακῶς σκευάσαντι τὸ ὄψον μαχόμενον ἢ εἰ μὴ μάχοιτο φαῦλα παρὰ τοῦτο ἐσθίοντα τὰ ὄψα καὶ τοῦ ἡδέος ὑστεροῦντα,<note xml:lang="mul" type="footnote" n="v.3.p.262.n.1">ὑστεροῦντα Seager: ὑστερεῖν MSS.</note> τοῦτο δὲ τῷ οἰκονομοῦντι τὰ κατὰ τὴν οἰκίαν, εἰ μὴ καλῶς οἰκονομοίη, μαχόμενον. ἢ οὐχ οὕτως; </p></sp><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> νὴ Δία, κἀμοὶ δοκεῖ. </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> τῷ μὲν οὖν Ἐπικούρῳ πάντα συμβαίνειν εἰκός, ὥστε οὐδέποτε τεύξεται τοῦ τέλους· τῷ δὲ παρασίτῳ οὔτε μάγειρός ἐστιν ᾧ χαλεπήναι, οὔτε ἀγρὸς οὔτε οἶκος<note xml:lang="mul" type="footnote" n="v.3.p.262.n.2">οἷκος Harmon: οἰκονόμος MSS. Cf. 53.</note> οὔτε ἀργύρια, ὑπὲρ ὧν ἀπολλυμένων ἀχθεσθείη, ὥστε καὶ φάγοι καὶ πίοι μόνος οὗτος ὑπὸ μηδενός, ὧν ἐκείνους ἀνάγκη, ἐνοχλούμενος.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>