<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2:10</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2:10</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="10"><sp><speaker>Σίμων</speaker><p rend="merge">φανεῖται δὲ οὕτως· ὁ γὰρ σοφὸς Ὅμηρος τὸν τοῦ παρασίτου βίον θαυμάζων ὡς ἄρα μακάριος καὶ ζηλωτὸς εἴη μόνος, οὕτω φησίν·<note xml:lang="mul" type="footnote" n="v.3.p.256.n.1">οὕτω φησίν Fritzsche: not in MSS.</note>
 <quote rend="blockquote"><l>οὐ γὰρ <corr>ἔγωγέ</corr> τί φημι τέλος χαριέστερον εἶναι, </l><l>ἢ ὅτʼ ἂν εὐφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, </l><l>δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ </l><l>ἥμενοι ἑξείης,<note xml:lang="mul" type="footnote" n="v.3.p.256.n.2">δαιτυμόνες—ἑξείης not in MSS.: supplied by Cobet.</note> παρὰ δὲ πλήθωσι τράπεζαι </l><l>σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων </l><l>οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι. </l></quote>
 καὶ ὡς οὐχ ἱκανῶς ταῦτα θαυμάζων μᾶλλον τὴν αὑτοῦ γνώμην ποιεῖ φανερωτέραν εὖ λέγων·  <quote rend="blockquote"><corr>τοῦτό</corr> τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι,</quote> οὐχ ἕτερόν τι, ἐξ ὧν φησιν, ἢ τὸ παρασιτεῖν εὔδαιμον νομίζων. καὶ μὴν οὐδὲ τῷ τυχόντι ἀνδρὶ περιτέθεικε τούτους τοὺς λόγους, ἀλλὰ τῷ σοφωτάτῳ τῶν ὅλων. καίτοι γε εἴπερ ἐβούλετο Ὀδυσσεὺς τὸ κατὰ τοὺς Στωϊκοὺς ἐπαινεῖν τέλος, ἐδύνατο ταυτὶ λέγειν ὅτε τὸν Φιλοκτήτην ἀνήγαγεν ἐκ τῆς Λήμνου, ὅτε τὸ Ἴλιον ἐξεπόρθησεν, ὅτε τοὺς Ἕλληνας φεύγοντας κατέσχεν, ὅτε εἰς Τροίαν εἰσῆλθεν ἑαυτὸν μαστιγώσας καὶ κακὰ καὶ Στωϊκὰ ῥάκη ἐνδύς· ἀλλὰ τότε οὐκ εἶπε <pb n="v.3.p.258"/> τοῦτο τέλος χαριέστερον. ἀλλὰ μὴν καὶ ἐν τῷ τῶν Ἐπικουρείων βίῳ γενόμενος αὖθις παρὰ τῇ Καλυψοῖ, ὅτε αὐτῷ ὑπῆρχεν ἐν ἀργίᾳ τε βιοτεύειν καὶ τρυφᾶν καὶ βινεῖν τὴν Ἄτλαντος θυγατέρα καὶ κινεῖν πάσας τὰς λείας κινήσεις, οὐδὲ τότε<note xml:lang="mul" type="footnote" n="v.3.p.258.n.1">οὐδὲ τότε vulg.: οὐδέποτε MSS.</note> εἶπε τοῦτο τὸ τέλος χαριέστερον, ἀλλὰ τὸν τῶν παρασίτων βίον. ἐκαλοῦντο δὲ δαιτυμόνες οἱ παράσιτοι τότε. πῶς οὖν λέγει; πάλιν γὰρ ἄξιον ἀναμνησθῆναι τῶν <corr>ἐπῶν·</corr> οὐδὲν γὰρ οἷον ἀκούειν αὐτῶν πολλάκις<note xml:lang="mul" type="footnote" n="v.3.p.258.n.2">Τext anonymous friend of Cobet's: οἷόν τε ἀκούειν αὐτῶν μὴ πολλάκις MSS.</note> <corr>λεγομένων·</corr> <q> δαιτυμόνες καθήμενοι ἑξείης·</q> καί·  <quote rend="blockquote"><l part="F">παρὰ δὲ πλήθωσι τράπεζαι </l><l part="I">σίτου καὶ <corr>κρειῶν.</corr></l></quote></p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>