<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc2:6-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc2:6-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="6"><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> ξένα ἔτι τοῖς πολλοῖς τὰ τῆς φιλοσοφίας ἦν τότε, καὶ ὀλίγοι ἦσαν οἱ φιλοσοφοῦντες, ὥστε εἰκότως εἰς τὸν Ἄνυτον καὶ Μέλητον ἔρρεπεν τὰ δικαστήρια. τὸ δὲ νῦν εἶναι, οὐχ ὁρᾷς ὅσοι τρίβωνες καὶ βακτηρίαι καὶ πῆραι; καὶ ἁπανταχοῦ πώγων βαθὺς καὶ βιβλίον ἐν τῇ ἀριστερᾷ, καὶ πάντες ὑπὲρ σοῦ φιλοσοφοῦσι, μεστοὶ δὲ οἱ περίπατοι κατὰ ἴλας καὶ φάλαγγας ἀλλήλοις ἀπαντώντων, καὶ οὐδεὶς ὅστις οὐ τρόφιμος τῆς ἀρετῆς εἶναι δοκεῖν βούλεται. πολλοὶ γοῦν τὰς τέχνας ἀφέντες ἃς εἶχον τέως, ἐπὶ τὴν πήραν ᾄξαντες καὶ τὸ τριβώνιον, καὶ τὸ σῶμα πρὸς τὸν ἥλιον εἰς τὸ Αἰθιοπικὸν ἐπιχράναντες αὐτοσχέδιοι φιλόσοφοι ἐκ σκυτοτόμων ἢ τεκτόνων περινοστοῦσι σὲ καὶ τὴν σὴν ἀρετὴν ἐπαινοῦντες. ὥστε κατὰ τὴν παροιμίαν, θᾶττον ἄν τις ἐν πλοίῳ πεσὼν διαμάρτοι ξύλου ἢ ἔνθα ἂν ἀπίδῃ ὁ ὀφθαλμός, ἀπορήσει φιλοσόφου. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="7"><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> καὶ μὴν οὗτοί με, ὦ Ζεῦ, δεδίττονται πρὸς ἀλλήλους ἐρίζοντες καὶ ἀγνωμονοῦντες ἐν αὐτοῖς οἷς περὶ ἐμοῦ διεξέρχονται. φασὶ δὲ καὶ τοὺς πλείστους αὐτῶν ἐν μὲν τοῖς λόγοις προσποιεῖσθαί με, ἐπὶ δὲ τῶν πραγμάτων μηδὲ τὸ παράπαν εἰς τὴν οἰκίαν παραδέχεσθαι, ἀλλὰ δήλους εἶναι ἀποκλείσοντας ἢν ἀφίκωμαί ποτε αὐτοῖς ἐπὶ τὰς θύρας· πάλαι γὰρ τὴν Ἀδικίαν προεπεξενῶσθαι αὐτοῖς.  </p></sp><pb n="v.3.p.96"/><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> οὐ πάντες, ὦ θύγατερ, μοχθηροί <corr>εἰσιν·</corr> ἱκανὸν δὲ κἂν ἐνίοις τισὶν χρηστοῖς <corr>ἐντύχῃς.</corr> ἀλλʼ ἄπιτε ἤδη, ὡς κἂν ὀλίγαι τήμερον ἐκδικασθῶσιν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="8"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> προΐωμεν, ὦ Δίκη, ταύτῃ εὐθὺ τοῦ Σουνίου μικρὸν ὑπὸ τὸν Ὑμηττὸν ἐπὶ τὰ λαιὰ τῆς Πάρνηθος, ἔνθα αἱ δύο ἐκεῖναι ἄκραι· σὺ γὰρ ἔοικας ἐκλελῆσθαι πάλαι τὴν ὁδόν. <corr>ἀλλὰ</corr> τί δακρύεις καὶ σχετλιάζεις; μὴ δέδιθι· <corr>οὐδέθ’</corr> ὅμοια τὰ ἐν τῷ βίῳ· τεθνᾶσιν ἐκεῖνοι πάντες οἱ Σκείρωνες καὶ Πιτυοκάμπται καὶ Βουσίριδες καὶ Φαλάριδες οὓς ἐδεδίεις τότε, νυνὶ δὲ Σοφία καὶ Ἀκαδήμεια καὶ Στοὰ κατέχουσι πάντα καὶ πανταχοῦ σε ζητοῦσιν καὶ περὶ σοῦ διαλέγονται, κεχηνότες εἴ ποθεν εἰς αὐτοὺς καταπτοῖο πάλιν. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> σὺ γοῦν μοι τἀληθές, ὦ Ἑρμῆ, ἂν εἴποις μόνος, ἅτε συνὼν αὐτοῖς τὰ πολλὰ καὶ συνδιατρίβων <corr>ἔν</corr> τε γυμνασίοις καὶ ἐν τῇ ἀγορᾷ — καὶ ἀγοραῖος γὰρ εἶ καὶ ἐν ταῖς ἐκκλησίαις κηρύττεις — ὁποῖοι γεγένηνται καὶ εἰ δυνατή μοι παρʼ αὐτοῖς ἡ μονή. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> νὴ Δία, ἀδικοίην γὰρ ἂν πρὸς ἀδελφήν σε οὖσαν μὴ λέγων. οὐκ ὀλίγα πρὸς τῆς φιλοσοφίας <pb n="v.3.p.98"/> ὠφέληνται οἱ πολλοὶ αὐτῶν· καὶ γὰρ εἰ μηδὲν ἄλλο, αἰδοῖ γοῦν τοῦ σχήματος μετριώτερα διαμαρτάνουσιν. πλὴν ἀλλὰ καὶ μοχθηροῖς τισιν ἐντεύξῃ αὐτῶν — χρὴ γάρ, οἶμαι, τἀληθῆ λέγειν — ἐνίοις δὲ ἡμισόφοις καὶ ἡμιφαύλοις. ἐπεὶ γὰρ αὐτοὺς μετέβαπτεν ἡ σοφία παραλαβοῦσα, ὁπόσοι μὲν εἰς κόρον ἔπιον τῆς βαφῆς, χρηστοὶ ἀκριβῶς ἀπετελέσθησαν ἀμιγεῖς ἑτέρων χρωμάτων, καὶ πρός γε τὴν σὴν ὑποδοχὴν οὗτοι ἑτοιμότατοι· ὅσοι δὲ ὑπὸ τοῦ πάλαι ῥύπου μὴ εἰς βάθος παρεδέξαντο ὁπόσον δευσοποιὸν τοῦ φαρμάκου, <corr>τῶν</corr> ἄλλων ἀμείνους, ἀτελεῖς δὲ ὅμως καὶ μιξόλευκοι καὶ κατεστιγμένοι καὶ παρδαλωτοὶ τὴν χρόαν. εἰσὶ δʼ οἳ καὶ μόνον ψαύσαντες ἔκτοσθεν τοῦ λέβητος ἄκρῳ τῷ δακτύλῳ καὶ ἐπιχρισάμενοι τῆς ἀσβόλου ἱκανῶς οἴονται καὶ οὗτοι μεταβεβάφθαι. σοὶ μέντοι δῆλον ὅτι μετὰ τῶν ἀρίστων ἡ διατριβὴ ἔσται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="9"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent) ; merge">ἀλλὰ μεταξὺ λόγων ἤδη πλησιάζομεν τῇ Ἀττικῇ· ὥστε τὸ μὲν Σούνιον ἐν δεξιᾷ καταλείπωμεν, εἰς δὲ τὴν ἀκρόπολιν ἀπονεύωμεν ἤδη. καὶ ἐπείπερ καταβεβήκαμεν, αὐτὴ μὲν ἐνταῦθά που ἐπὶ τοῦ πάγου κάθησο εἰς τὴν πνύκα ὁρῶσα καὶ περιμένουσα ἔστʼ ἂν κηρύξω τὰ παρὰ τοῦ Διός, ἐγὼ δὲ εἰς τὴν ἀκρόπολιν ἀναβὰς ῥᾷον οὕτως ἅπαντας ἐκ τοῦ ἐπηκόου προσκαλέσομαι. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> μὴ πρότερον ἀπέλθῃς, ὦ Ἑρμῆ, πρὶν εἰπεῖν ὅστις οὗτος ὁ προσιών ἐστιν, ὁ κερασφόρος, ὁ τὴν σύριγγα, ὁ λάσιος ἐκ <corr>τοῖς</corr> σκελοῖν.  </p></sp><pb n="v.3.p.100"/><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> τί φής; ἀγνοεῖς τὸν Πᾶνα, τῶν Διονύσου θεραπόντων τὸν βακχικώτατον; οὗτος ᾤκει μὲν τὸ πρόσθεν ἀνὰ τὸ Παρθένιον, ὑπὸ δὲ τὸν Δάτιδος ἐπίπλουν καὶ τὴν Μαραθῶνάδε τῶν βαρβάρων ἀπόβασιν ἧκεν ἄκλητος τοῖς Ἀθηναίοις σύμμαχος, καὶ τὸ ἀπʼ ἐκείνου τὴν ὑπὸ τῇ ἀκροπόλει σπήλυγγα ταύτην ἀπολαβόμενος οἰκεῖ μικρὸν ὑπὲρ τοῦ Πελασγικοῦ εἰς τὸ μετοίκιον συντελῶν. καὶ νῦν ὡς τὸ εἰκὸς ἰδὼν ἡμᾶς ἐκ γειτόνων πρόσεισι δεξιωσόμενος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="10"><sp><speaker>Πάν</speaker><p rend="align(indent)"> χαίρετε, ὦ Ἑρμῆ καὶ Δίκη. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> καὶ <corr>σύ</corr> γε, ὦ Πάν, μουσικώτατε καὶ πηδητικώτατε Σατύρων ἁπάντων, Ἀθήνησι δὲ καὶ πολεμικώτατε. </p></sp><sp><speaker>Πάν</speaker><p rend="align(indent)">τίς δὲ ὑμᾶς, ὦ Ἑρμῆ, χρεία δεῦρο ἤγαγεν; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> αὕτη σοι διηγήσεται τὰ πάντα· ἐγὼ δὲ ἐπὶ τὴν ἀκρόπολιν ἄπειμι<note xml:lang="mul" type="footnote" n="v.3.p.100.n.1">ἄπειμι N: not in other MSS. Probably a conjecture, and more than one word may have been lost.</note> καὶ τὸ κήρυγμα. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> ὁ Ζεύς, ὦ Πάν, κατέπεμψέ με ἀποκληρώσουσαν τὰς δίκας. σοὶ δὲ πῶς τὰ ἐν Ἀθήναις ἔχει; </p></sp><sp><speaker>Πάν</speaker><p rend="align(indent)"> τὸ μὲν ὅλον οὐ κατʼ ἀξίαν πράττω παρʼ αὐτοῖς, ἀλλὰ πολὺ καταδεέστερον τῆς ἐλπίδος, καὶ ταῦτα <pb n="v.3.p.102"/> τηλικοῦτον ἀπωσάμενος κυδοιμὸν τὸν ἐκ τῶν βαρβάρων. ὅμως δὲ δὶς ἢ τρὶς τοῦ ἔτους ἀνιόντες ἐπιλεξάμενοι τράγον ἔνορχην θύουσί μοι πολλῆς τῆς κινάβρας ἀπόζοντα, εἶτʼ εὐωχοῦνται τὰ κρέα, ποιησάμενοί με τῆς εὐφροσύνης μάρτυρα καὶ ψιλῷ τιμήσαντες τῷ κρότῳ. πλὴν ἀλλʼ ἔχει τινά μοι ψυχαγωγίαν ὁ γέλως αὐτῶν καὶ ἡ παιδιά. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="11"><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> τὰ δʼ ἄλλα, ὦ Πάν, ἀμείνους πρὸς ἀρετὴν ἐγένοντο ὑπὸ τῶν φιλοσόφων; </p></sp><sp><speaker>Πάν</speaker><p rend="align(indent)"> τίνας λέγεις τοὺς φιλοσόφους; ἆρʼ ἐκείνους τοὺς κατηφεῖς, τοὺς συνάμα πολλούς, τοὺς τὸ γένειον ὁμοίους ἐμοί, τοὺς λάλους; </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> καὶ μάλα. </p></sp><sp><speaker>Πάν</speaker><p rend="align(indent)"> οὐκ οἶδα ὅλως ὅ τι καὶ λέγουσιν οὐδὲ συνίημι τὴν σοφίαν αὐτῶν· ὄρειος γὰρ ἔγωγε καὶ τὰ κομψὰ ταῦτα <corr>ῥημάτια</corr> καὶ ἀστικὰ οὐ μεμάθηκα, ὦ Δίκη. πόθεν γὰρ ἐν Ἀρκαδίᾳ σοφιστὴς ἢ φιλόσοφος; μέχρι τοῦ πλαγίου καλάμου καὶ τῆς σύριγγος ἐγὼ σοφός, τὰ δʼ ἄλλα αἰπόλος καὶ χορευτὴς καὶ πολεμιστής, ἢν δέῃ. πλὴν ἀλλʼ ἀκούω γε αὐτῶν ἀεὶ κεκραγότων καὶ ἀρετήν τινα καὶ ἰδέας καὶ φύσιν καὶ ἀσώματα διεξιόντων, ἄγνωστα ἐμοὶ καὶ ξένα ὀνόματα. καὶ τὰ πρῶτα μὲν εἰρηνικῶς ἐνάρχονται τῶν πρὸς ἀλλήλους λόγων, προιούσης δὲ τῆς συνουσίας ἐπιτείνουσι τὸ φθέγμα μέχρι πρὸς τὸ ὄρθιον, ὥστε ὑπερδιατεινομένων καὶ ἅμα λέγειν ἐθελόντων τό τε <pb n="v.3.p.104"/> πρόσωπον ἐρυθριᾷ καὶ ὁ τράχηλος οἰδεῖ καὶ αἱ φλέβες ἐξανίστανται ὥσπερ τῶν αὐλητῶν ὁπόταν εἰς στενὸν τὸν αὐλὸν ἐμπνεῖν βιάζωνται. διαταράξαντες γοῦν τοὺς λόγους καὶ τὸ ἐξ ἀρχῆς ἐπισκοπούμενον συγχέαντες ἀπίασι λοιδορησάμενοι ἀλλήλοις οἱ πολλοί, τὸν ἱδρῶτα ἐκ τοῦ μετώπου ἀγκύλῳ τῷ δακτύλῳ ἀποξυόμενοι, καὶ οὗτος κρατεῖν ἔδοξεν ὃς ἂν μεγαλοφωνότερος αὐτῶν ᾖ καὶ θρασύτερος καὶ διαλυομένων ἀπέλθῃ ὕστερος. πλὴν ἀλλʼ ὅ γε λεὼς ὁ πολὺς τεθήπασιν αὐτούς, καὶ μάλιστα ὁπόσους μηδὲν τῶν ἀναγκαιοτέρων ἀσχολεῖ, καὶ παρεστᾶσι πρὸς τὸ θράσος καὶ τὴν βοὴν κεκηλημένοι. ἐμοὶ μὲν οὖν ἀλαζόνες τινὲς ἐδόκουν ἀπὸ τούτων καὶ ἠνιώμην ἐπὶ τῇ τοῦ πώγωνος ὁμοιότητι. εἰ δέ γε δημωφελές τι ἐνῆν τῇ βοῇ αὐτῶν καί τι ἀγαθὸν ἐκ τῶν ῥημάτων ἐκείνων ἀνεφύετο αὐτοῖς, οὐκ ἂν εἰπεῖν ἔχοιμι. πλὴν ἀλλʼ εἴ γε δεῖ μηδὲν ὑποστειλάμενον τἀληθὲς διηγήσασθαι — οἰκῶ γὰρ ἐπὶ σκοπῆς, ὡς ὁρᾷς — πολλοὺς αὐτῶν πολλάκις ἤδη ἐθεασάμην περὶ δείλην ὀψίαν — </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="12"><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> ἐπίσχες, ὦ Πάν. οὐχ ὁ Ἑρμῆς σοι κηρύττειν ἔδοξεν; </p></sp><sp><speaker>Πάν</speaker><p rend="align(indent)"> πάνυ μὲν οὖν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἀκούετε λεῴ, ἀγορὰν δικῶν ἀγαθῇ τύχῃ καταστησόμεθα τήμερον Ἐλαφηβολιῶνος ἑβδόμῃ ἱσταμένου. ὁπόσοι γραφὰς ἀπήνεγκαν, ἥκειν εἰς Ἄρειον πάγον, ἔνθα ἡ Δίκη ἀποκληρώσει τὰ <pb n="v.3.p.106"/> δικαστήρια καὶ <corr>αὐτὴν</corr> παρέσται τοῖς <corr>δικάζουσιν·</corr> οἱ δικασταὶ ἐξ ἁπάντων <corr>Ἀθηναίων·</corr> ὁ μισθὸς τριώβολον ἑκάστης δίκης· ἀριθμὸς τῶν δικαστῶν κατὰ λόγον τοῦ ἐγκλήματος. ὁπόσοι δὲ ἀποθέμενοι γραφὴν πρὶν εἰσελθεῖν ἀπέθανον, καὶ τούτους ὁ Αἰακὸς ἀναπεμψάτω. ἢν δέ τις ἄδικα δεδικάσθαι οἴηται, ἐφέσιμον ἀγωνιεῖται τὴν <corr>δίκην·</corr> ἡ δὲ ἔφεσις ἐπὶ τὸν Δία. </p></sp><sp><speaker>Πάν</speaker><p rend="align(indent)"> βαβαὶ τοῦ θορύβου· ἡλίκον, ὦ Δίκη, ἀνεβόησαν, ὡς δὲ καὶ σπουδῇ συνθέουσιν ἕλκοντες ἀλλήλους πρὸς τὸ ἄναντες εὐθὺ τοῦ Ἀρείου πάγου. καὶ ὁ Ἑρμῆς δὲ ἤδη πάρεστιν. ὥστε ὑμεῖς μὲν ἀμφὶ τὰς δίκας ἔχετε καὶ ἀποκληροῦτε καὶ διακρίνατε ὥσπερ ὑμῖν νόμος, ἐγὼ δὲ ἐπὶ τὸ σπήλαιον ἀπελθὼν συρίξομαί τι μέλος τῶν ἐρωτικῶν ᾧ τὴν Ἠχὼ εἴωθα ἐπικερτομεῖν· ἀκροάσεων δὲ καὶ λόγων τῶν δικανικῶν ἅλις ἔχει μοι ὁσημέραι τῶν ἐν Ἀρείῳ πάγῳ δικαζομένων ἀκούοντι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="13"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἄγε, ὦ Δίκη, προσκαλῶμεν. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> εὖ λέγεις. ἀθρόοι γοῦν, ὡς ὁρᾷς, προσίασι θορυβοῦντες, ὥσπερ οἱ σφῆκες περιβομβοῦντες τὴν ἄκραν. </p></sp><sp><speaker>Ἀθηναῖος</speaker><p rend="align(indent)"> εἴληφά σε, ὦ κατάρατε. </p></sp><sp><speaker>Ἄλλος1</speaker><p rend="align(indent)"> συκοφαντεῖς. </p></sp><sp><speaker>Ἄλλος2</speaker><p rend="align(indent)"> δώσεις ποτὲ ἤδη τὴν δίκην.  </p></sp><pb n="v.3.p.108"/><sp><speaker>Ἄλλος3</speaker><p rend="align(indent)"> ἐξελέγξω σε δεινὰ εἰργασμένον. </p></sp><sp><speaker>Ἄλλος4</speaker><p rend="align(indent)"> ἐμοὶ πρώτῳ ἀποκλήρωσον. </p></sp><sp><speaker>Ἄλλος5</speaker><p rend="align(indent)"> ἕπου, μιαρέ, πρὸς τὸ δικαστήριον. </p></sp><sp><speaker>Ἄλλος6</speaker><p rend="align(indent)"> μὴ ἄγχε με. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> οἶσθα ὃ δράσωμεν, ὦ Ἑρμῆ; τὰς μὲν ἄλλας δίκας εἰς τὴν αὔριον ὑπερβαλώμεθα, τήμερον δὲ κληρῶμεν τὰς τοιαύτας ὁπόσαι τέχναις ἢ βίοις ἢ ἐπιστήμαις πρὸς ἄνδρας εἰσὶν ἐπηγγελμέναι. καί μοι ταύτας ἀνάδος τῶν γραφῶν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> μέθη κατὰ τῆς Ἀκαδημείας περὶ Πολέμωνος ἀνδραποδισμοῦ. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> ἑπτὰ κλήρωσον. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἡ Στοὰ κατὰ τῆς Ἡδονῆς ἀδικίας, ὅτι τὸν ἐραστὴν αὐτῆς Διονύσιον ἀπεβουκόλησεν. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> πέντε ἱκανοί.  </p></sp><pb n="v.3.p.110"/><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> περὶ Ἀριστίππου Τρυφὴ πρὸς Ἀρετήν. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> πέντε καὶ τούτοις δικασάτωσαν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Ἀργυραμοιβικὴ δρασμοῦ Διογένει. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> τρεῖς ἀποκλήρου μόνους. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> γραφικὴ κατὰ Πύρρωνος λιποταξίου. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> ἐννέα κρινάτωσαν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="14"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> βούλει καὶ ταύτας ἀποκληρῶμεν, ὦ Δίκη, τὰς δύο, τὰς πρῴην ἀπενηνεγμένας κατὰ τοῦ ῥήτορος; </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> τὰς παλαιὰς πρότερον <corr>διανύσωμεν·</corr> αὗται δὲ  εἰς ὕστερον δεδικάσονται. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> καὶ μὴν ὅμοιαί γε καὶ αὗται καὶ τὸ ἔγκλημα, εἰ καὶ νεαρόν, ἀλλὰ παραπλήσιον τοῖς προαποκεκληρωμένοις· ὥστε ἐν τούτοις δικασθῆναι ἄξιον.  </p></sp><pb n="v.3.p.112"/><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> ἔοικας, ὦ Ἑρμῆ, χαριζομένῳ τὴν δέησιν. ἀποκληρῶμεν δʼ ὅμως, εἰ δοκεῖ, πλὴν ἀλλὰ ταύτας μόνας· ἱκαναὶ γὰρ αἱ ἀποκεκληρωμέναι. δὸς τὰς γραφάς. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ῥητορικὴ κακώσεως τῷ Σύρῳ· διάλογος τῷ αὐτῷ ὕβρεως. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> τίς δὲ οὗτός ἐστιν; οὐ γὰρ ἐγγέγραπται τοὔνομα. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> οὕτως ἀποκλήρου, τῷ ῥήτορι τῷ Σύρῳ· κωλύσει γὰρ οὐδὲν καὶ ἄνευ τοῦ ὀνόματος. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> ἰδοῦ, καὶ τὰς ὑπερορίους ἤδη Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ ἀποκληρώσομεν, ἃς ὑπὲρ τὸν Εὐφράτην καλῶς εἶχε δεδικάσθαι; πλὴν ἀλλὰ κλήρου ἕνδεκα τοὺς αὐτοὺς ἑκατέρᾳ τῶν δικῶν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)">εὖ γε, ὦ Δίκη, φείδῃ μὴ πολὺ ἀναλίσκεσθαι τὸ δικαστικόν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="15"><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> οἱ πρῶτοι <corr>καθιζέτωσαν</corr> τῇ Ἀκαδημείᾳ καὶ τῇ Μέθῃ· σὺ δὲ τὸ ὕδωρ ἔγχει. προτέρα δὲ σὺ λέγε ἡ Μέθη. τί σιγᾷ καὶ διανεύει; μάθε, ὦ Ἑρμῆ, προσελθών. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"><q>οὐ δύναμαι,</q> φησί, <q> τὸν ἀγῶνα εἰπεῖν ὑπὸ τοῦ ἀκράτου τὴν γλῶτταν πεπεδημένη, μὴ γέλωτα <pb n="v.3.p.114"/> ὄφλω ἐν τῷ δικαστηρίῳ.</q> μόλις δὲ καὶ <corr>ἕστηκεν,</corr> ὡς ὁρᾷς. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> οὐκοῦν συνήγορον ἀναβιβασάσθω τῶν κοινῶν<note xml:lang="mul" type="footnote" n="v.3.p.114.n.2">κοινῶν : δεινῶν β; cf. Jup. Trag. 29.</note> τούτων τινά· πολλοὶ γὰρ οἱ κἂν ἐπὶ τριωβόλῳ διαρραγῆναι ἕτοιμοι. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἀλλʼ οὐδὲ εἷς ἐθελήσει ἔν γε τῷ φανερῷ συναγορεῦσαι Μέθῃ. πλὴν εὐγνώμονά γε ταῦτα ἔοικεν ἀξιοῦν. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> τὰ ποῖα; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"><q>ἡ Ἀκαδήμεια πρὸς ἀμφοτέρους ἀεὶ παρεσκεύασται τοὺς λόγους καὶ τοῦτʼ ἀσκεῖ τἀναντία καλῶς δύνασθαι λέγειν. αὕτη τοίνυν,</q> φησίν, <q>ὑπὲρ ἐμοῦ πρότερον εἰπάτω, εἶτα ὕστερον ὑπὲρ ἑαυτῆς ἐρεῖ.</q> </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> καινὰ μὲν ταῦτα, εἰπὲ δὲ ὅμως, ὦ Ἀκαδήμεια, τὸν λόγον ἑκάτερον, ἐπεί σοι ῥᾴδιον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="16"><sp><speaker>Ἀκαδημεια</speaker><p rend="align(indent)"> ἀκούετε, ὦ ἄνδρες δικασταί, πρότερα τὰ ὑπὲρ τῆς Μέθης· ἐκείνης γὰρ τό γε νῦν ῥέον. ἠδίκηται ἡ ἀθλία τὰ μέγιστα ὑπὸ τῆς Ἀκαδημείας ἐμοῦ, ἀνδράποδον ὃ μόνον εἶχεν εὔνουν καὶ πιστὸν αὐτῇ, μηδὲν αἰσχρὸν ὧν προστάξειεν οἰόμενον, ἀφαιρεθεῖσα τὸν Πολέμωνα ἐκεῖνον, ὃς μεθʼ ἡμέραν ἐκώμαζεν διὰ τῆς ἀγορᾶς μέσης, ψαλτρίαν ἔχων καὶ κατᾳδόμενος ἕωθεν εἰς ἑσπέραν, μεθύων ἀεὶ καὶ κραιπαλῶν καὶ τὴν κεφαλὴν τοῖς <pb n="v.3.p.116"/> στεφάνοις διηνθισμένος. καὶ ταῦτα ὅτι ἀληθῆ, μάρτυρες Ἀθηναῖοι ἅπαντες, οἳ μηδὲ πώποτε νήφοντα Πολέμωνα εἶδον. ἐπεὶ δὲ ὁ κακοδαίμων ἐπὶ τὰς τῆς Ἀκαδημείας θύρας ἐκώμασεν, ὥσπερ ἐπὶ πάντας εἰώθει, ἀνδραποδισαμένη αὐτὸν καὶ ἀπὸ τῶν χειρῶν τῆς Μέθης ἁρπάσασα μετὰ βίας καὶ πρὸς αὑτὴν ἀγαγοῦσα ὑδροποτεῖν τε κατηνάγκασεν καὶ νήφειν μετεδίδαξεν καὶ τοὺς στεφάνους περιέσπασεν καὶ δέον πίνειν κατακείμενον, ῥημάτια σκολιὰ καὶ δύστηνα καὶ πολλῆς φροντίδος ἀνάμεστα <corr>ἐπαίδευσεν·</corr> ὥστε ἀντὶ τοῦ τέως ἐπανθοῦντος αὐτῷ ἐρυθήματος ὠχρὸς ὁ<note xml:lang="mul" type="footnote" n="v.3.p.116.n.1">ὁ du Soul; not in MSS. </note> ἄθλιος καὶ ῥικνὸς τὸ σῶμα γεγένηται, καὶ τὰς ᾠδὰς ἁπάσας ἀπομαθὼν ἄσιτος ἐνίοτε καὶ διψαλέος εἰς μέσην ἑσπέραν κάθηται ληρῶν ὁποῖα πολλὰ ἡ Ἀκαδήμεια ἐγὼ ληρεῖν διδάσκω. τὸ δὲ μέγιστον, ὅτι καὶ λοιδορεῖται τῇ Μέθῃ πρὸς ἐμοῦ ἐπαρθεὶς καὶ μυρία κακὰ διέξεισι περὶ αὐτῆς.</p><p rend="align(indent)"> εἴρηται σχεδὸν τὰ ὑπὲρ τῆς Μέθης. ἤδη καὶ ὑπὲρ ἐμαυτῆς ἐρῶ, καὶ τὸ ἀπὸ τούτου ἐμοὶ ῥευσάτω. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> τί ἄρα πρὸς ταῦτα ἐρεῖ; πλὴν ἀλλʼ ἔγχει τὸ ἴσον ἐν τῷ μέρει. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="17"><sp><speaker>Ἀκαδημεια</speaker><p rend="align(indent)">οὑτωσὶ μὲν ἀκοῦσαι πάνυ εὔλογα, ὦ ἄνδρες δικασταί, ἡ συνήγορος εἴρηκεν ὑπὲρ τῆς Μέθης, ἢν<note xml:lang="mul" type="footnote" n="v.3.p.116.n.2">ἢν Fritzsche: εἰ MSS.</note> δὲ κἀμοῦ μετʼ εὐνοίας ἀκούσητε, εἴσεσθε ὡς οὐδὲν αὐτὴν ἠδίκηκα. </p><p rend="align(indent)">τὸν γὰρ Πολέμωνα τοῦτον, ὅν φησιν ἑαυτῆς οἰκέτην εἶναι, πεφυκότα οὐ φαύλως οὐδὲ κατὰ τὴν <pb n="v.3.p.118"/> Μέθην, ἀλλʼ οἰκεῖον ἐμοὶ τὴν φύσιν, προαρπάσασα νέον ἔτι καὶ ἁπαλὸν ὄντα συναγωνιζομένης τῆς Ἡδονῆς, ἥπερ αὐτῇ τὰ πολλὰ ὑπουργεῖ, διέφθειρε τὸν ἄθλιον τοῖς κώμοις καὶ ταῖς ἑταίραις παρασχοῦσα ἔκδοτον, ὡς μηδὲ μικρὸν αὐτῷ τῆς αἰδοῦς ὑπολείπεσθαι. καὶ ἅ γε <corr>ὑπὲρ</corr> ἑαυτῆς λέγεσθαι μικρὸν ἔμπροσθεν ᾤετο, ταῦτα ὑπὲρ ἐμοῦ μᾶλλον εἰρῆσθαι νομίσατε· περιῄει γὰρ ἕωθεν ὁ ἄθλιος ἐστεφανωμένος, κραιπαλῶν, διὰ τῆς ἀγορᾶς μέσης καταυλούμενος, οὐδέποτε νήφων, κωμάζων ἐπὶ πάντας, ὕβρις τῶν προγόνων καὶ τῆς πόλεως ὅλης καὶ γέλως τοῖς ξένοις.</p><p rend="align(indent)"> ἐπεὶ μέντοι γε παρʼ ἐμὲ ἧκεν, ἐγὼ μὲν ἔτυχον, ὥσπερ εἴωθα ποιεῖν, ἀναπεπταμένων τῶν θυρῶν πρὸς τοὺς παρόντας τῶν ἑταίρων λόγους τινὰς περὶ ἀρετῆς καὶ σωφροσύνης διεξιοῦσα· ὁ δὲ μετὰ τοῦ αὐλοῦ καὶ τῶν στεφάνων ἐπιστὰς τὰ μὲν πρῶτα ἐβόα καὶ συγχεῖν ἡμῶν ἐπειρᾶτο τὴν συνουσίαν ἐπιταράξας τῇ βοῇ· ἐπεὶ δὲ οὐδὲν ἡμεῖς ἐπεφροντίκειμεν αὐτοῦ, κατʼ ὀλίγον — οὐ γὰρ τέλεον ἦν διάβροχος τῇ Μέθῃ — ἀνένηφε πρὸς τοὺς λόγους καὶ ἀφῃρεῖτο τοὺς στεφάνους καὶ τὴν αὐλητρίδα κατεσιώπα καὶ ἐπὶ τῇ πορφυρίδι ᾐσχύνετο, καὶ ὥσπερ ἐξ ὕπνου βαθέος ἀνεγρόμενος ἑαυτόν τε ἑώρα ὅπως διέκειτο καὶ τοῦ πάλαι βίου κατεγίγνωσκεν. καὶ τὸ μὲν ἐρύθημα τὸ ἐκ τῆς Μέθης ἀπήνθει καὶ ἠφανίζετο, ἠρυθρία δὲ κατʼ αἰδῶ τῶν δρωμένων· <sic><corr>καὶ</corr></sic><corr>καὶ</corr> τέλος ἀποδρὰς ὥσπερ εἶχεν ηὐτομόλησεν παρʼ ἐμέ, οὔτε ἐπικαλεσαμένης οὔτε βιασαμένης, ὡς αὕτη<note xml:lang="mul" type="footnote" n="v.3.p.118.n.1">αὕτη Fr.: αὐτή MSS.</note> φησίν, ἐμοῦ, ἀλλʼ ἑκὼν αὐτὸς ἀμείνω ταῦτα εἶναι ὑπολαμβάνων.</p><pb n="v.3.p.120"/><p rend="align(indent)">Καί μοι ἤδη κάλει αὐτόν, ὅπως καταμάθητε ὃν τρόπον διάκειται πρὸς ἐμοῦ. — τοῦτον, ὦ ἄνδρες δικασταί, παραλαβοῦσα γελοίως ἔχοντα, μήτε φωνὴν ἀφιέναι μήτε ἑστάναι ὑπὸ τοῦ ἀκράτου δυνάμενον, ὑπέστρεψα καὶ ἀνένηψα καὶ ἀντὶ ἀνδραπόδου κόσμιον ἄνδρα καὶ σώφρονα καὶ πολλοῦ ἄξιον τοῖς Ἕλλησιν ἀπέδειξα· <sic><corr>καὶ</corr></sic><corr>καὶ</corr> μοι αὐτός τε χάριν οἶδεν ἐπὶ τούτοις καὶ οἱ προσήκοντες ὑπὲρ αὐτοῦ.</p><p rend="align(indent)"> εἴρηκα· ὑμεῖς δὲ ἤδη σκοπεῖτε ποτέρᾳ ἡμῶν ἄμεινον ἦν αὐτῷ συνεῖναι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="18"><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> ἄγε δή, μὴ μέλλετε, ψηφοφορήσατε, ἀνάστητε· καὶ ἄλλοις χρὴ δικάζειν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> πάσαις ἡ Ἀκαδήμεια κρατεῖ πλὴν μιᾶς. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> παράδοξον οὐδέν, εἶναί τινα καὶ τῇ Μέθῃ τιθέμενον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="19"><sp><speaker>Δίκη</speaker><p rend="merge">καθίσατε οἱ τῇ Στοᾷ πρὸς τὴν Ἡδονὴν λαχόντες περὶ τοῦ ἐραστοῦ <corr>δικάζειν·</corr> ἐγκέχυται τὸ ὕδωρ. ἡ κατάγραφος ἡ τὰ ποικίλα σὺ ἤδη λέγε. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="20"><sp><speaker>Στοά</speaker><p rend="align(indent)"> οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες δικασταί, ὡς πρὸς εὐπρόσωπόν μοι τὴν ἀντίδικον ὁ λόγος ἔσται, ἀλλὰ καὶ ὑμῶν τοὺς πολλοὺς ὁρῶ πρὸς μὲν ἐκείνην ἀποβλέποντας καὶ μειδιῶντας πρὸς αὐτήν, ἐμοῦ δὲ καταφρονοῦντας, ὅτι ἐν χρῷ κέκαρμαι καὶ ἀρρενωπὸν βλέπω καὶ σκυθρωπὴ δοκῶ. ὅμως δέ, <pb n="v.3.p.122"/> ἢν ἐθελήσητε ἀκοῦσαί μου λεγούσης, θαρρῶ πολὺ δικαιότερα ταύτης ἐρεῖν.</p><p rend="align(indent)"> τοῦτο γάρ τοι καὶ τὸ παρὸν ἔγκλημά ἐστιν, ὅτι οὕτως ἑταιρικῶς ἐσκευασμένη τῷ ἐπαγωγῷ τῆς ὄψεως ἐραστὴν ἐμὸν ἄνδρα τότε σώφρονα τὸν Διονύσιον φενακίσασα πρὸς ἑαυτὴν περιέσπασεν, καὶ ἥν γε οἱ πρὸ ὑμῶν δίκην ἐδίκασαν τῇ Ἀκαδημείᾳ καὶ τῇ Μέθῃ, ἀδελφὴ τῆς παρούσης δίκης <corr>ἐστίν·</corr> ἐξετάζεται γὰρ ἐν τῷ παρόντι πότερα χοίρων δίκην κάτω νενευκότας ἡδομένους χρὴ <corr>βιοῦν</corr> μηδὲν μεγαλόφρον ἐπινοοῦντας ἢ ἐν δευτέρῳ τοῦ καλῶς ἔχοντος ἡγησαμένους τὸ τερπνὸν ἐλευθέρους ἐλευθέρως φιλοσοφεῖν, μήτε τὸ ἀλγεινὸν ὡς ἄμαχον δεδιότας μήτε τὸ ἡδὺ ἀνδραποδωδῶς προαιρουμένους καὶ τὴν εὐδαιμονίαν ζητοῦντας ἐν τῷ μέλιτι καὶ ταῖς ἰσχάσιν. τὰ τοιαῦτα γὰρ αὕτη δελέατα τοῖς ἀνοήτοις προτείνουσα καὶ μορμολυττομένη τῷ πόνῳ προσάγεται αὐτῶν τοὺς πολλούς, ἐν οἷς καὶ τὸν δείλαιον ἐκεῖνον ἀφηνιάσαι ἡμῶν πεποίηκεν, νοσοῦντα τηρήσασα· οὐ γὰρ ἂν ὑγιαίνων ποτὲ προσήκατο τοὺς παρὰ ταύτης λόγους.</p><p rend="align(indent)"> καίτοι τί ἂν ἔγωγε ἀγανακτοίην κατʼ αὐτῆς, ὅπου μηδὲ τῶν θεῶν φείδεται, ἀλλὰ τὴν ἐπιμέλειαν αὐτῶν διαβάλλει; ὥστε εἰ σωφρονεῖτε, καὶ ἀσεβείας ἂν δίκην λάβοιτε παρʼ αὐτῆς. ἀκούω δὲ ἔγωγε ὡς οὐδὲ αὐτὴ παρεσκεύασται ποιήσασθαι τοὺς λόγους, ἀλλὰ τὸν Ἐπίκουρον ἀναβιβάσεται <pb n="v.3.p.124"/> συναγορεύσοντα· οὕτως ἐντρυφᾷ τῷ δικαστηρίῳ. πλὴν ἀλλὰ ἐκεῖνά γε· αὐτὴν ἐρωτᾶτε, οἵους ἂν οἴεται γενέσθαι τὸν Ἡρακλέα καὶ τὸν ὑμέτερον Θησέα, εἰ προσθέντες<note xml:lang="mul" type="footnote" n="v.3.p.124.n.1">πεισθέντες β. </note> τῇ ἡδονῇ ἔφυγον τοὺς πόνους· οὐδὲν γὰρ ἂν ἐκώλυεν μεστὴν ἀδικίας εἶναι τὴν γῆν, ἐκείνων μὴ πονησάντων. ταῦτα εἶπον οὐ πάνυ τοῖς μακροῖς τῶν λόγων χαίρουσα. εἰ δέ γε ἐθελήσειε <corr>κατὰ</corr> μικρὸν ἀποκρίνασθαί μοι συνερωτωμένη, τάχιστα ἂν γνωσθείη τὸ μηδὲν οὖσα. πλὴν ἀλλὰ ὑμεῖς γε τοῦ ὅρκου μνημονεύσαντες ψηφίσασθε ἤδη τὰ εὔορκα μὴ πιστεύσαντες Ἐπικούρῳ λέγοντι μηδὲν ἐπισκοπεῖν τῶν παρʼ ἡμῖν γιγνομένων τοὺς θεούς. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> μετάστηθι. ὁ Ἐπίκουρος ὑπὲρ τῆς Ἡδονῆς λέγε. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>