<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2:45-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2:45-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="45"><sp><speaker>Φιλοσοφία</speaker><p rend="merge">οἱ ὑπηρέται ἀνέλεσθε τὴν πήραν, ἣν ὁ Κυνικὸς ἀπέρριψεν ἐν τῇ τροπῇ. φέρʼ ἴδω τί καὶ ἔχει· ἦ που θέρμους ἢ βιβλίον ἢ ἄρτους τῶν αὐτοπυριτῶν; </p></sp><sp><speaker>Ὑπηρέτης<note xml:lang="mul" type="footnote" n="v.3.p.66.n.1">ΥΠΗΡΕΤΗΣ Harmon; cf. οἱ ὑπηρέται: ΠΑΡΡ. vulg.</note></speaker><p rend="align(indent)"> Οὔκ, ἀλλὰ χρυσίον τουτὶ καὶ μύρον καὶ μαχαίριον κουρευτικὸν<note xml:lang="mul" type="footnote" n="v.3.p.66.n.2"> καὶ μαχαίριον κουρευτικὸν Harmon (κουρικὸν du Soul) : καὶ μαχαίριον θυτικὸν γ; not in β. Cf. Olympiodorus, Vit. Platon. 4.</note> καὶ κάτοπτρον καὶ κύβους. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> εὖ γε, ὦ γενναῖε. τοιαῦτα ἦν σοι τὰ ἐφόδια τῆς ἀσκήσεως καὶ μετὰ τούτων ἠξίους λοιδορεῖσθαι πᾶσιν καὶ τοὺς ἄλλους παιδαγωγεῖν; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> τοιοῦτοι μὲν οὖν ὑμῖν οὗτοι. χρὴ δὲ ὑμᾶς σκοπεῖν ὅντινα τρόπον ἀγνοούμενα ταῦτα πεπαύσεται καὶ διαγνώσονται οἱ ἐντυγχάνοντες, οἵτινες οἱ ἀγαθοὶ αὐτῶν εἰσι καὶ οἵτινες αὖ πάλιν οἱ τοῦ ἑτέρου βίου. </p></sp><sp><speaker>Φιλοσοφία<note xml:lang="mul" type="footnote" n="v.3.p.66.n.3"> ΦΙΛΟΣΟΦΙΑ Bekker; double point after βίου in ΓU.</note></speaker><p rend="align(indent)"> Σύ, ὦ Ἀλήθεια, ἐξεύρισκε· <corr>ὑπὲρ</corr> σοῦ γὰρ τοῦτο γένοιτʼ ἄν, ὡς μὴ ἐπικρατῇ σου τὸ Ψεῦδος μηδὲ ὑπὸ τῇ Ἀγνοίᾳ λανθάνωσιν οἱ φαῦλοι τῶν ἀνδρῶν σε τοὺς χρηστοὺς μεμιμημένοι.  </p></sp></div><pb n="v.3.p.68"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="46"><sp><speaker>Ἀλήθεια</speaker><p rend="align(indent)"> ἐπʼ αὐτῷ, εἰ δοκεῖ, Παρρησιάδῃ ποιησώμεθα τὸ τοιοῦτον, ἐπεὶ χρηστὸς ὦπται καὶ εὔνους ἡμῖν καὶ σέ, ὦ Φιλοσοφία, μάλιστα θαυμάζων, παραλαβόντα μεθʼ ἑαυτοῦ τὸν Ἔλεγχον ἅπασι τοῖς φάσκουσι φιλοσοφεῖν ἐντυγχάνειν. εἶθʼ ὃν μὲν ἂν εὕρῃ γνήσιον ὡς ἀληθῶς φιλόσοφον, στεφανωσάτω θαλλοῦ στεφάνῳ καὶ εἰς τὸ Πρυτανεῖον καλεσάτω, ἢν δέ τινι — οἷοι πολλοί εἰσι — καταράτῳ ἀνδρὶ ὑποκριτῇ φιλοσοφίας ἐντύχῃ, τὸ τριβώνιον περισπάσας ἀποκειράτω τὸν πώγωνα ἐν χρῷ πάνυ τραγοκουρικῇ μαχαίρᾳ καὶ ἐπὶ τοῦ μετώπου στίγματα ἐπιβαλέτω ἢ ἐγκαυσάτω κατὰ τὸ μεσόφρυον· ὁ δὲ τύπος τοῦ καυτῆρος ἔστω ἀλώπηξ ἢ πίθηκος. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> εὖ γε, ὦ Ἀλήθεια, φής· ὁ δὲ ἔλεγχος, Παρρησιάδη, τοιόσδε ἔστω, οἷος ὁ τῶν ἀετῶν πρὸς τὸν ἥλιον εἶναι λέγεται, οὐ μὰ Δίʼ ὥστε κἀκείνους ἀντιβλέπειν τῷ φωτὶ καὶ πρὸς ἐκεῖνο δοκιμάζεσθαι, ἀλλὰ προθεὶς χρυσίον καὶ δόξαν καὶ ἡδονὴν ὃν μὲν ἂν αὐτῶν ἴδῃς ὑπερορῶντα καὶ μηδαμῶς ἑλκόμενον πρὸς τὴν ὄψιν, οὗτος ἔστω ὁ τῷ θαλλῷ στεφόμενος, ὃν δʼ ἂν ἀτενὲς ἀποβλέποντα καὶ τὴν χεῖρα ὀρέγοντα ἐπὶ τὸ χρυσίον, ἀπάγειν ἐπὶ τὸ καυτήριον τοῦτον ἀποκείρας<note xml:lang="mul" type="footnote" n="v.3.p.68.n.1"> ἀποκείρας Fritzsche : ἀποκείραντα γΝ; ἀποκείραντας BU.</note> πρότερον τὸν πώγωνα ὡς ἔδοξεν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="47"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ἔσται ταῦτα, ὦ Φιλοσοφία, καὶ ὄψει αὐτίκα μάλα τοὺς πολλοὺς αὐτῶν ἀλωπεκίας ἢ <pb n="v.3.p.70"/> πιθηκοφόρους, ὀλίγους δὲ καὶ ἐστεφανωμένους· εἰ βούλεσθε μέντοι, κἀνταῦθα ὑμῖν ἀνάξω τινὰς ἤδη αὐτῶν. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> πῶς λέγεις; ἀνάξεις τοὺς φυγόντας; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> καὶ μάλα, ἤνπερ ἡ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκιστρον, ὅπερ ὁ ἁλιεὺς ἀνέθηκεν ὁ ἐκ Πειραιῶς. </p></sp><sp><speaker>Ἱερεία</speaker><p rend="align(indent)"> ἰδοὺ δὴ λαβέ, καὶ τὸν κάλαμόν γε ἅμα, ὡς πάντα ἔχῃς. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> οὐκοῦν, ὦ ἱέρεια, καὶ ἰσχάδας μοί τινας δὸς ἀνύσασα καὶ ὀλίγον τοῦ χρυσίου. </p></sp><sp><speaker>Ἱερεία</speaker><p rend="align(indent)"> λάμβανε. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)">τί πράττειν ἁνὴρ διανοεῖται; δελεάσας τὸ ἄγκιστρον ἰσχάδι καὶ τῷ χρυσίῳ καθεζόμενος ἐπὶ τὸ ἄκρον τοῦ τειχίου καθῆκεν εἰς τὴν πόλιν. τί ταῦτα, ὦ Παρρησιάδη, ποιεῖς; ἦ που τοὺς λίθους ἁλιεύσειν διέγνωκας ἐκ τοῦ Πελασγικοῦ; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> σιώπησον, ὦ Φιλοσοφία, καὶ τὴν ἄγραν περίμενε· σὺ δέ, ὦ Πόσειδον ἀγρεῦ καὶ Ἀμφιτρίτη φίλη, πολλοὺς ἡμῖν ἀνάπεμπε τῶν ἰχθύων. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="48"><sp><speaker>Παρρησιάδης</speaker><p rend="merge"> ἀλλʼ ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν· οὐκ, <corr>ἀλλὰ</corr> γαλεός ἐστιν. πρόσεισι γοῦν τῷ ἀγκίστρῳ κεχηνώς· ὤσφραται τοῦ χρυσίου· πλησίον <pb n="v.3.p.72"/> ἤδη <corr>ἐστίν·</corr> <corr>ἔψαυσεν·</corr> εἴληπται· ἀνασπάσωμεν. καὶ σύ, ὦ Ἔλεγχε, ἀνάσπα· Ἔλεγχε,<note xml:lang="mul" type="footnote" n="v.3.p.72.n.1">ἀνάσπα· Ἔλεγχε γ: not in β, vulg.</note> συνεπιλαβοῦ τῆς ὁρμιᾶς. </p></sp><sp><speaker>Ἔλεγχος</speaker><p rend="align(indent)"> ἄνω ἐστί. φέρʼ ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων; κύων οὗτός γε.<note xml:lang="mul" type="footnote" n="v.3.p.72.n.2"> κύων οὗτός γε ς, L. Bos: αὔων οὗτός γε γ: not in β.</note> Ἡράκλεις τῶν ὀδόντων. τί τοῦτο, ὦ γενναιότατε; εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς; ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος. ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ. μὰ Δίʼ ἔπιεν.<note xml:lang="mul" type="footnote" n="v.3.p.72.n.3"> μὰ Δι'  ἔπιεν: γ, but after κοιλίᾳ : after δέλεαρ Harmon. Previous edd. omit. β omits καὶ τὸ δέλεαρ . . . ἄγκιστρον.</note> τουτὶ κενόν σοι τὸ ἄγκιστρον· ἡ δʼ ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπʼ ἄλλους δελεάσωμεν. εὖ ἔχει· τί φής, ὦ Διόγενες; οἶσθα τοῦτον ὅστις ἐστίν, ἢ προσήκει τί σοι ἁνήρ; </p></sp><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> οὐδαμῶς. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ μὲν γὰρ δύʼ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην. </p></sp><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> πολὺ λέγεις· ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος· ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας· σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι· ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος ἀποκλασθῇ.  </p></sp><pb n="v.3.p.74"/><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> θάρρει, ὦ Διόγενες· κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι. </p></sp><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> νὴ Δίʼ, ἀφυέστατοί γε· ἀνάσπα δὲ ὅμως. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>