<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2:41-52</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2:41-52</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="41"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> οὐδὲν τόδε χαλεπόν. ἄκουε, σίγα. ὅσοι φιλόσοφοι εἶναι λέγουσιν καὶ ὅσοι προσήκειν αὐτοῖς οἴονται τοῦ ὀνόματος, ἥκειν εἰς ἀκρόπολιν ἐπὶ τὴν διανομήν. δύο μναῖ ἑκάστῳ δοθήσονται καὶ σησαμαῖος πλακοῦς· ὃς δʼ ἂν πώγωνα βαθὺν ἐπιδείξηται, καὶ παλάθην ἰσχάδων οὗτός γε προσεπιλήψεται. κομίζειν δʼ ἕκαστον σωφροσύνην μὲν ἢ δικαιοσύνην ἢ ἐγκράτειαν μηδαμῶς· οὐκ ἀναγκαῖα γὰρ ταῦτά γε, ἢν μὴ παρῇ· πέντε δὲ συλλογισμοὺς ἐξ ἅπαντος· οὐ γὰρ θέμις ἄνευ τούτων εἶναι σοφόν. <quote rend="blockquote"><l>κεῖται δʼ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα, </l><l>τῷ δόμεν, ὃς μετὰ πᾶσιν ἐριζέμεν ἔξοχος εἴη.</l></quote>  </p></sp></div><pb n="v.3.p.62"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="42"><sp><speaker>Φιλοσοφία<note xml:lang="mul" type="footnote" n="v.3.p.62.n.1">ΦΙΛΟΣΟΔΙΑ Harmon; double point U: no change of speaker in ΓΝ, edd.</note></speaker><p rend="align(indent)"> βαβαί, ὅσοι· πλήρης μὲν ἡ ἄνοδος ὠθιζομένων ἐπὶ τὰς δύο μνᾶς, ὡς ἤκουσαν μόνον· παρὰ δὲ τὸ Πελασγικὸν ἄλλοι καὶ κατὰ τὸ Ἀσκληπιεῖον ἕτεροι καὶ παρὰ τὸν Ἄρειον πάγον<note xml:lang="mul" type="footnote" n="v.3.p.62.n.2"> πάγον vulg.: not in γβ.</note> ἔτι πλείους, ἔνιοι δὲ καὶ κατὰ τὸν Τάλω τάφον, οἱ δὲ καὶ πρὸς τὸ Ἀνακεῖον προσθέμενοι κλίμακας ἀνέρπουσι βομβηδὸν νὴ Δία καὶ βοτρυδὸν ἑσμοῦ δίκην, ἵνα καὶ καθʼ Ὅμηρον εἴπω· ἀλλὰ κἀκεῖθεν εὖ μάλα πολλοὶ κἀντεῦθεν <quote rend="blockquote">μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ.</quote> μεστὴ δὲ ἡ ἀκρόπολις ἐν βραχεῖ κλαγγηδὸν προκαθιζόντων καὶ πανταχοῦ πήρα κολακεία, πώγων ἀναισχυντία, βακτηρία λιχνεία, συλλογισμὸς φιλαργυρία· οἱ ὀλίγοι δέ, ὁπόσοι πρὸς τὸ πρῶτον κήρυγμα ἐκεῖνο ἀνῄεσαν, ἀφανεῖς καὶ ἄσημοι, ἀναμιχθέντες τῷ πλήθει τῶν ἄλλων, καὶ λελήθασιν ἐν τῇ ὁμοιότητι τῶν ἄλλων σχημάτων. </p></sp><sp><speaker>Παρρησιάδης<note xml:lang="mul" type="footnote" n="v.3.p.62.n.3"> ΠΑΡΡΗΣΙΑΔΗΣ Harmon; double point Γ : no change of speaker in UΝ, edd.</note></speaker><p rend="align(indent)"> τοῦτο γοῦν τὸ δεινότατόν ἐστιν, ὦ Φιλοσοφία, καὶ ὅ τις ἂν μέμψαιτο μάλιστά σου, τὸ μηδὲν ἐπιβαλεῖν γνώρισμα καὶ σημεῖον αὐτοῖς· πιθανώτεροι γὰρ οἱ γόητες οὗτοι πολλάκις τῶν ἀληθῶς φιλοσοφούντων.  </p></sp><pb n="v.3.p.64"/><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> ἔσται τοῦτο μετʼ ὀλίγον, ἀλλὰ δεχώμεθα ἤδη αὐτούς. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="43"><sp><speaker>Πλατωνικός</speaker><p rend="align(indent)"> ἡμᾶς πρώτους χρὴ τοὺς Πλατωνικοὺς λαβεῖν. </p></sp><sp><speaker>Πυθαγορικός</speaker><p rend="align(indent)"> οὔκ, ἀλλὰ τοὺς Πυθαγορικοὺς ἡμᾶς· πρότερος γὰρ ὁ Πυθαγόρας ἦν. </p></sp><sp><speaker>Στωικός</speaker><p rend="align(indent)"> Ληρεῖτε· ἀμείνους ἡμεῖς οἱ ἀπὸ τῆς Στοᾶς. </p></sp><sp><speaker>Περιπατητικός</speaker><p rend="align(indent)"> οὐ μὲν οὖν, ἀλλʼ ἔν γε τοῖς χρήμασι πρῶτοι ἂν ἡμεῖς εἴημεν οἱ ἐκ τοῦ Περιπάτου. </p></sp><sp><speaker><corr>ΕΠΙΚΟΥΡΕΙΟΣ</corr></speaker><p rend="align(indent)"> ἡμῖν τοῖς Ἐπικουρείοις τοὺς πλακοῦντας δότε καὶ τὰς παλάθας· περὶ δὲ τῶν μνῶν περιμενοῦμεν, κἂν ὑστάτους δέῃ λαβεῖν. </p></sp><sp><speaker>Ἀκαδημαικός</speaker><p rend="align(indent)"> ποῦ τὰ δύο τάλαντα; δείξομεν γὰρ οἱ Ἀκαδημαϊκοὶ ὅσον τῶν ἄλλων ἐσμὲν ἐριστικώτεροι. </p></sp><sp><speaker>Στωικός</speaker><p rend="align(indent)"> οὐχ ἡμῶν γε τῶν Στωϊκῶν παρόντων. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="44"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> παύσασθε φιλονεικοῦντες· ὑμεῖς δὲ οἱ Κυνικοὶ μήτε ὠθεῖτε ἀλλήλους μήτε τοῖς ξύλοις παίετε· ἐπʼ ἄλλα γὰρ ἴστε κεκλημένοι. καὶ νῦν ἔγωγε ἡ Φιλοσοφία καὶ Ἀρετὴ αὕτη καὶ Ἀλήθεια δικάσομεν οἵτινες οἱ ὀρθῶς <corr>φιλοσοφοῦντές</corr> εἰσιν. εἶτα ὅσοι μὲν ἂν εὑρεθῶσιν κατὰ τὰ ἡμῖν δοκοῦντα βιοῦντες, εὐδαιμονήσουσιν ἄριστοι κεκριμένοι· τοὺς γόητας δὲ καὶ οὐδὲν ἡμῖν προσήκοντας κακοὺς <pb n="v.3.p.66"/> κακῶς ἐπιτρίψομεν, ὡς μὴ ἀντιποιῶνται τῶν ὑπὲρ αὐτοὺς ἀλαζόνες ὄντες. τί τοῦτο; φεύγετε; νὴ Δία, κατὰ τῶν γε κρημνῶν οἱ πολλοὶ ἁλλόμενοι. κενὴ δʼ οὖν ἡ ἀκρόπολις, πλὴν ὀλίγων τούτων ὁπόσοι μεμενήκασιν οὐ φοβηθέντες τὴν κρίσιν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="45"><sp><speaker>Φιλοσοφία</speaker><p rend="merge">οἱ ὑπηρέται ἀνέλεσθε τὴν πήραν, ἣν ὁ Κυνικὸς ἀπέρριψεν ἐν τῇ τροπῇ. φέρʼ ἴδω τί καὶ ἔχει· ἦ που θέρμους ἢ βιβλίον ἢ ἄρτους τῶν αὐτοπυριτῶν; </p></sp><sp><speaker>Ὑπηρέτης<note xml:lang="mul" type="footnote" n="v.3.p.66.n.1">ΥΠΗΡΕΤΗΣ Harmon; cf. οἱ ὑπηρέται: ΠΑΡΡ. vulg.</note></speaker><p rend="align(indent)"> Οὔκ, ἀλλὰ χρυσίον τουτὶ καὶ μύρον καὶ μαχαίριον κουρευτικὸν<note xml:lang="mul" type="footnote" n="v.3.p.66.n.2"> καὶ μαχαίριον κουρευτικὸν Harmon (κουρικὸν du Soul) : καὶ μαχαίριον θυτικὸν γ; not in β. Cf. Olympiodorus, Vit. Platon. 4.</note> καὶ κάτοπτρον καὶ κύβους. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> εὖ γε, ὦ γενναῖε. τοιαῦτα ἦν σοι τὰ ἐφόδια τῆς ἀσκήσεως καὶ μετὰ τούτων ἠξίους λοιδορεῖσθαι πᾶσιν καὶ τοὺς ἄλλους παιδαγωγεῖν; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> τοιοῦτοι μὲν οὖν ὑμῖν οὗτοι. χρὴ δὲ ὑμᾶς σκοπεῖν ὅντινα τρόπον ἀγνοούμενα ταῦτα πεπαύσεται καὶ διαγνώσονται οἱ ἐντυγχάνοντες, οἵτινες οἱ ἀγαθοὶ αὐτῶν εἰσι καὶ οἵτινες αὖ πάλιν οἱ τοῦ ἑτέρου βίου. </p></sp><sp><speaker>Φιλοσοφία<note xml:lang="mul" type="footnote" n="v.3.p.66.n.3"> ΦΙΛΟΣΟΦΙΑ Bekker; double point after βίου in ΓU.</note></speaker><p rend="align(indent)"> Σύ, ὦ Ἀλήθεια, ἐξεύρισκε· <corr>ὑπὲρ</corr> σοῦ γὰρ τοῦτο γένοιτʼ ἄν, ὡς μὴ ἐπικρατῇ σου τὸ Ψεῦδος μηδὲ ὑπὸ τῇ Ἀγνοίᾳ λανθάνωσιν οἱ φαῦλοι τῶν ἀνδρῶν σε τοὺς χρηστοὺς μεμιμημένοι.  </p></sp></div><pb n="v.3.p.68"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="46"><sp><speaker>Ἀλήθεια</speaker><p rend="align(indent)"> ἐπʼ αὐτῷ, εἰ δοκεῖ, Παρρησιάδῃ ποιησώμεθα τὸ τοιοῦτον, ἐπεὶ χρηστὸς ὦπται καὶ εὔνους ἡμῖν καὶ σέ, ὦ Φιλοσοφία, μάλιστα θαυμάζων, παραλαβόντα μεθʼ ἑαυτοῦ τὸν Ἔλεγχον ἅπασι τοῖς φάσκουσι φιλοσοφεῖν ἐντυγχάνειν. εἶθʼ ὃν μὲν ἂν εὕρῃ γνήσιον ὡς ἀληθῶς φιλόσοφον, στεφανωσάτω θαλλοῦ στεφάνῳ καὶ εἰς τὸ Πρυτανεῖον καλεσάτω, ἢν δέ τινι — οἷοι πολλοί εἰσι — καταράτῳ ἀνδρὶ ὑποκριτῇ φιλοσοφίας ἐντύχῃ, τὸ τριβώνιον περισπάσας ἀποκειράτω τὸν πώγωνα ἐν χρῷ πάνυ τραγοκουρικῇ μαχαίρᾳ καὶ ἐπὶ τοῦ μετώπου στίγματα ἐπιβαλέτω ἢ ἐγκαυσάτω κατὰ τὸ μεσόφρυον· ὁ δὲ τύπος τοῦ καυτῆρος ἔστω ἀλώπηξ ἢ πίθηκος. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> εὖ γε, ὦ Ἀλήθεια, φής· ὁ δὲ ἔλεγχος, Παρρησιάδη, τοιόσδε ἔστω, οἷος ὁ τῶν ἀετῶν πρὸς τὸν ἥλιον εἶναι λέγεται, οὐ μὰ Δίʼ ὥστε κἀκείνους ἀντιβλέπειν τῷ φωτὶ καὶ πρὸς ἐκεῖνο δοκιμάζεσθαι, ἀλλὰ προθεὶς χρυσίον καὶ δόξαν καὶ ἡδονὴν ὃν μὲν ἂν αὐτῶν ἴδῃς ὑπερορῶντα καὶ μηδαμῶς ἑλκόμενον πρὸς τὴν ὄψιν, οὗτος ἔστω ὁ τῷ θαλλῷ στεφόμενος, ὃν δʼ ἂν ἀτενὲς ἀποβλέποντα καὶ τὴν χεῖρα ὀρέγοντα ἐπὶ τὸ χρυσίον, ἀπάγειν ἐπὶ τὸ καυτήριον τοῦτον ἀποκείρας<note xml:lang="mul" type="footnote" n="v.3.p.68.n.1"> ἀποκείρας Fritzsche : ἀποκείραντα γΝ; ἀποκείραντας BU.</note> πρότερον τὸν πώγωνα ὡς ἔδοξεν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="47"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ἔσται ταῦτα, ὦ Φιλοσοφία, καὶ ὄψει αὐτίκα μάλα τοὺς πολλοὺς αὐτῶν ἀλωπεκίας ἢ <pb n="v.3.p.70"/> πιθηκοφόρους, ὀλίγους δὲ καὶ ἐστεφανωμένους· εἰ βούλεσθε μέντοι, κἀνταῦθα ὑμῖν ἀνάξω τινὰς ἤδη αὐτῶν. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> πῶς λέγεις; ἀνάξεις τοὺς φυγόντας; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> καὶ μάλα, ἤνπερ ἡ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκιστρον, ὅπερ ὁ ἁλιεὺς ἀνέθηκεν ὁ ἐκ Πειραιῶς. </p></sp><sp><speaker>Ἱερεία</speaker><p rend="align(indent)"> ἰδοὺ δὴ λαβέ, καὶ τὸν κάλαμόν γε ἅμα, ὡς πάντα ἔχῃς. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> οὐκοῦν, ὦ ἱέρεια, καὶ ἰσχάδας μοί τινας δὸς ἀνύσασα καὶ ὀλίγον τοῦ χρυσίου. </p></sp><sp><speaker>Ἱερεία</speaker><p rend="align(indent)"> λάμβανε. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)">τί πράττειν ἁνὴρ διανοεῖται; δελεάσας τὸ ἄγκιστρον ἰσχάδι καὶ τῷ χρυσίῳ καθεζόμενος ἐπὶ τὸ ἄκρον τοῦ τειχίου καθῆκεν εἰς τὴν πόλιν. τί ταῦτα, ὦ Παρρησιάδη, ποιεῖς; ἦ που τοὺς λίθους ἁλιεύσειν διέγνωκας ἐκ τοῦ Πελασγικοῦ; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> σιώπησον, ὦ Φιλοσοφία, καὶ τὴν ἄγραν περίμενε· σὺ δέ, ὦ Πόσειδον ἀγρεῦ καὶ Ἀμφιτρίτη φίλη, πολλοὺς ἡμῖν ἀνάπεμπε τῶν ἰχθύων. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="48"><sp><speaker>Παρρησιάδης</speaker><p rend="merge"> ἀλλʼ ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν· οὐκ, <corr>ἀλλὰ</corr> γαλεός ἐστιν. πρόσεισι γοῦν τῷ ἀγκίστρῳ κεχηνώς· ὤσφραται τοῦ χρυσίου· πλησίον <pb n="v.3.p.72"/> ἤδη <corr>ἐστίν·</corr> <corr>ἔψαυσεν·</corr> εἴληπται· ἀνασπάσωμεν. καὶ σύ, ὦ Ἔλεγχε, ἀνάσπα· Ἔλεγχε,<note xml:lang="mul" type="footnote" n="v.3.p.72.n.1">ἀνάσπα· Ἔλεγχε γ: not in β, vulg.</note> συνεπιλαβοῦ τῆς ὁρμιᾶς. </p></sp><sp><speaker>Ἔλεγχος</speaker><p rend="align(indent)"> ἄνω ἐστί. φέρʼ ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων; κύων οὗτός γε.<note xml:lang="mul" type="footnote" n="v.3.p.72.n.2"> κύων οὗτός γε ς, L. Bos: αὔων οὗτός γε γ: not in β.</note> Ἡράκλεις τῶν ὀδόντων. τί τοῦτο, ὦ γενναιότατε; εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς; ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος. ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ. μὰ Δίʼ ἔπιεν.<note xml:lang="mul" type="footnote" n="v.3.p.72.n.3"> μὰ Δι'  ἔπιεν: γ, but after κοιλίᾳ : after δέλεαρ Harmon. Previous edd. omit. β omits καὶ τὸ δέλεαρ . . . ἄγκιστρον.</note> τουτὶ κενόν σοι τὸ ἄγκιστρον· ἡ δʼ ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπʼ ἄλλους δελεάσωμεν. εὖ ἔχει· τί φής, ὦ Διόγενες; οἶσθα τοῦτον ὅστις ἐστίν, ἢ προσήκει τί σοι ἁνήρ; </p></sp><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> οὐδαμῶς. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ μὲν γὰρ δύʼ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην. </p></sp><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> πολὺ λέγεις· ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος· ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας· σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι· ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος ἀποκλασθῇ.  </p></sp><pb n="v.3.p.74"/><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> θάρρει, ὦ Διόγενες· κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι. </p></sp><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> νὴ Δίʼ, ἀφυέστατοί γε· ἀνάσπα δὲ ὅμως. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="49"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ἰδού τις ἄλλος ὑπόπλατος ὥσπερ ἡμίτομος ἰχθὺς πρόσεισιν, ψῆττά τις, κεχηνὼς εἰς τὸ <corr>ἄγκιστρον·</corr> κατέπιεν, ἔχεται, ἀνεσπάσθω. τίς ἐστιν; </p></sp><sp><speaker>Ἔλεγχος</speaker><p rend="align(indent)"> ὁ Πλατωνικὸς εἶναι λέγων. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> καὶ σύ, ὦ κατάρατε, ἥκεις ἐπὶ τὸ χρυσίον; τί φής, ὦ Πλάτων; τί ποιῶμεν αὐτόν; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="50"><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> ἀπὸ τῆς αὐτῆς πέτρας καὶ οὗτος· ἐπʼ ἄλλον καθείσθω. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> καὶ μὴν ὁρῶ τινα πάγκαλον προσιόντα, ὡς ἂν ἐν βυθῷ δόξειεν, ποικίλον τὴν χρόαν, ταινίας τινὰς ἐπὶ τοῦ νώτου ἐπιχρύσους ἔχοντα. ὁρᾷς, ὦ Ἔλεγχε; </p></sp><sp><speaker>Ἔλεγχος</speaker><p rend="align(indent)"> ὁ τὸν Ἀριστοτέλη προσποιούμενος οὗτός ἐστιν.  </p></sp><pb n="v.3.p.76"/><sp><speaker>Παρρησιάδης<note xml:lang="mul" type="footnote" n="v.3.p.76.n.1">ΠΑΡΡ. Harmon: no change of speaker in MSS.</note></speaker><p rend="align(indent)"> ἦλθεν, εἶτα πάλιν ἄπεισιν. περισκοπεῖ<note xml:lang="mul" type="footnote" n="v.3.p.76.n.2"> περισκοπεῖ Seybold, Fritzsche : περισκόπει MSS.</note> ἀκριβῶς, αὖθις ἐπανῆλθεν, ἔχανεν, εἴληπται, ἀνιμήσθω. </p></sp><sp><speaker>Ἀριστοτέλης</speaker><p rend="align(indent)"> μὴ ἀνέρῃ με, ὦ Παρρησιάδη, περὶ αὐτοῦ· ἀγνοῶ γὰρ ὅστις ἐστίν. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> οὐκοῦν καὶ οὗτος, ὦ Ἀριστότελες, κατὰ τῶν πετρῶν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="51"><sp><speaker>Παρρησιάδης<note xml:lang="mul" type="footnote" n="v.3.p.76.n.3"> ΦΙΛ. Harmon: double point after δεήσει in Γ.</note></speaker><p rend="merge">ἀλλʼ ἢν ἰδού, πολλούς που τοὺς ἰχθῦς ὁρῶ κατὰ ταὐτὸν ὁμόχροας, ἀκανθώδεις καὶ τὴν ἐπιφάνειαν ἐκτετραχυσμένους, ἐχίνων δυσληπτοτέρους. ἦ που σαγήνης ἐπʼ αὐτοὺς δεήσει; </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> ἀλλʼ οὐ πάρεστιν. ἱκανὸν εἰ κἂν ἕνα τινὰ ἐκ τῆς ἀγέλης ἀνασπάσαιμεν. ἥξει δὲ ἐπὶ τὸ ἄγκιστρον δηλαδὴ ὃς ἂν αὐτῶν θρασύτατος ᾖ. </p></sp><sp><speaker>Ἔλεγχος</speaker><p rend="align(indent)"> κάθες, εἰ δοκεῖ, σιδηρώσας γε πρότερον ἐπὶ πολὺ τῆς ὁρμιᾶς, ὡς μὴ ἀποπρίσῃ τοῖς ὀδοῦσι καταπιὼν τὸ χρυσίον. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> καθῆκα. καὶ σὺ δέ, ὦ Πόσειδον, ταχεῖαν ἐπιτέλει τὴν ἄγραν. βαβαί, μάχονται περὶ τοῦ δελέατος, καὶ οἱ μὲν συνάμα πολλοὶ περιτρώγουσι τὴν ἰσχάδα, οἱ δὲ προσφύντες ἔχονται τοῦ χρυσίου. εὖ ἔχει· περιεπάρη τις μάλα καρτερός. φέρʼ ἴδω τίνος ἐπώνυμον σεαυτὸν εἶναι λέγεις; <pb n="v.3.p.78"/> καίτοι γελοῖός εἰμι ἀναγκάζων ἰχθὺν <corr>λαλεῖν·</corr> ἄφωνοι γὰρ οὗτοί γε. ἀλλὰ σύ, ὦ Ἔλεγχε, εἰπὲ ὅντινα ἔχει διδάσκαλον αὐτοῦ. </p></sp><sp><speaker>Ἔλεγχος</speaker><p rend="align(indent)"> Χρύσιππον τουτονί. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> μανθάνω· διότι χρυσίον προσῆν, οἶμαι, τῷ ὀνόματι. σὺ δʼ οὖν, Χρύσιππε, πρὸς τῆς Ἀθηνᾶς εἰπέ, οἶσθα τοὺς ἄνδρας ἢ τοιαῦτα παραινεῖς αὐτοῖς ποιεῖν; </p></sp><sp><speaker>Χρύσιππος</speaker><p rend="align(indent)"> νὴ Δίʼ, ὑβριστικὰ ἐρωτᾷς, ὦ Παρρησιάδη, προσήκειν τι ἡμῖν ὑπολαμβάνων τοιούτους ὄντας. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> εὖ γε, ὦ Χρύσιππε, γενναῖος εἶ. οὗτος δὲ καὶ αὐτὸς ἐπὶ κεφαλὴν μετὰ τῶν ἄλλων, ἐπεὶ καὶ ἀκανθώδης ἐστί, καὶ δέος μὴ διαπαρῇ τις τὸν λαιμὸν ἐσθίων. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="52"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> ἅλις, ὦ Παρρησιάδη, τῆς ἄγρας, μὴ καί τίς σοι, οἷοι <corr>πολλοί</corr> εἰσιν, οἴχηται ἀποσπάσας τὸ χρυσίον καὶ τὸ ἄγκιστρον, εἶτά σε ἀποτῖσαι τῇ ἱερείᾳ δεήσῃ. ὥστε ἡμεῖς μὲν ἀπίωμεν περιπατήσουσαι· καιρὸς δὲ καὶ ὑμᾶς ἀπιέναι ὅθεν ἥκετε, μὴ καὶ ὑπερήμεροι γένησθε τῆς προθεσμίας. σφὼ δέ, σὺ καὶ ὁ Ἔλεγχος, ὦ Παρρησιάδη, ἐν κύκλῳ ἐπὶ πάντας αὐτοὺς ἰόντες ἢ στεφανοῦτε ἢ ἐγκάετε, ὡς ἔφην.  </p></sp><pb n="v.3.p.80"/><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ἔσται ταῦτα, ὦ Φιλοσοφία. χαίρετε, ὦ βέλτιστοι ἀνδρῶν. ἡμεῖς δὲ κατίωμεν, ὦ Ἔλεγχε, καὶ τελῶμεν τὰ παρηγγελμένα. </p></sp><sp><speaker>Ἔλεγχος</speaker><p rend="align(indent)"> ποῖ δὲ καὶ πρῶτον ἀπιέναι δεήσει; μῶν εἰς τὴν Ἀκαδημίαν ἢ εἰς τὴν Στοὰν ἢ<note xml:lang="mul" type="footnote" n="v.3.p.80.n.1">ἢ Seybold : not in MSS.</note> ἀπὸ τοῦ Λυκείου ποιησώμεθα τὴν ἀρχήν; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> οὐδὲν διοίσει τοῦτο. πλὴν οἶδά γε ἐγὼ ὡς ὅποι ποτʼ ἂν ἀπέλθωμεν, ὀλίγων μὲν τῶν στεφάνων, πολλῶν δὲ τῶν καυτηρίων δεησόμεθα.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>