<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2:37-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2:37-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="37"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent) ; merge">τοιαῦτα καὶ οὗτοι ποιοῦσιν, καὶ ἔγωγε τοὺς τοιούτους κακῶς ἠγόρευον καὶ οὔποτε παύσομαι διελέγχων καὶ κωμῳδῶν, περὶ ὑμῶν δὲ ἢ τῶν ὑμῖν παραπλησίων — εἰσὶ γάρ, εἰσί τινες ὡς ἀληθῶς φιλοσοφίαν ζηλοῦντες καὶ τοῖς ὑμετέροις νόμοις ἐμμένοντες — μὴ οὕτως μανείην ἔγωγε ὡς βλάσφημον εἰπεῖν τι ἢ σκαιόν. <corr>ἢ</corr> τί γὰρ ἂν εἰπεῖν ἔχοιμι; τί γὰρ ὑμῖν τοιοῦτον βεβίωται; τοὺς δὲ ἀλαζόνας ἐκείνους καὶ θεοῖς ἐχθροὺς ἄξιον οἶμαι μισεῖν. ἢ σὺ γάρ, ὦ Πυθαγόρα καὶ Πλάτων καὶ Χρύσιππε καὶ Ἀριστότελες, τί φατε; προσήκειν ὑμῖν τοὺς τοιούτους ἢ οἰκεῖόν τι καὶ <pb n="v.3.p.56"/> συγγενὲς ἐπιδείκνυσθαι τῷ βίῳ; νὴ <corr>Δῐ</corr> Ἡρακλῆς, φασίν, καὶ πίθηκος. ἢ διότι πώγωνας ἔχουσι καὶ φιλοσοφεῖν φάσκουσι καὶ σκυθρωποί εἰσι, διὰ τοῦτο χρὴ ὑμῖν εἰκάζειν αὐτούς; ἀλλὰ ἤνεγκα ἄν, εἰ πιθανοὶ γοῦν ἦσαν καὶ ἐπὶ τῆς ὑποκρίσεως αὐτῆς· νῦν δὲ θᾶττον ἂν γὺψ ἀηδόνα μιμήσαιτο ἢ οὗτοι φιλοσόφους.</p><p rend="align(indent)">εἴρηκα ὑπὲρ ἐμαυτοῦ ὁπόσα εἶχον. σὺ δέ, ὦ Ἀλήθεια, μαρτύρει πρὸς αὐτοὺς εἰ ἀληθῆ ἐστιν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="38"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> μετάστηθι, ὦ Παρρησιάδη· ἔτι πορρωτέρω. τί ποιῶμεν ἡμεῖς; πῶς ὑμῖν εἰρηκέναι ἁνὴρ ἔδοξεν; </p></sp><sp><speaker>Ἀλήθεια</speaker><p rend="align(indent)"> ἐγὼ μέν, ὦ Φιλοσοφία, μεταξὺ λέγοντος αὐτοῦ κατὰ τῆς γῆς δῦναι <corr>εὐχόμην·</corr> οὕτως ἀληθῆ πάντα εἶπεν. ἐγνώριζον γοῦν ἀκούουσα ἕκαστον τῶν ποιούντων αὐτὰ καὶ ἐφήρμοζον μεταξὺ τοῖς λεγομένοις, τοῦτο μὲν εἰς τόνδε, τοῦτο δὲ ὁ δεῖνα <corr>ποιεῖ·</corr> καὶ ὅλως ἔδειξε τοὺς ἄνδρας ἐναργῶς καθάπερ ἐπί τινος γραφῆς τὰ πάντα προσεοικότας, οὐ τὰ σώματα μόνον ἀλλὰ καὶ τὰς ψυχὰς αὐτὰς εἰς τὸ ἀκριβέστατον ἀπεικάσας. </p></sp><sp><speaker>Ἀρετή</speaker><p rend="align(indent)"> κἀγὼ πάνυ ἠρυθρίασα ἡ Ἀρετή.<note xml:lang="mul" type="footnote" n="v.3.p.56.n.1"> ἡ Ἀρετή B: ὦ Ἀρετὴ other MSS.</note> </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> ὑμεῖς δὲ τί φατέ;  </p></sp><pb n="v.3.p.58"/><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> τί δὲ ἄλλο ἢ ἀφεῖσθαι αὐτὸν τοῦ ἐγκλήματος καὶ φίλον ἡμῖν καὶ εὐεργέτην ἀναγεγράφθαι; τὸ γοῦν τῶν Ἰλιέων ἀτεχνῶς <corr>πεπόνθαμεν·</corr> τραγῳδόν τινα τοῦτον ἐφʼ ἡμᾶς κεκινήκαμεν ᾀσόμενον τὰς Φρυγῶν συμφοράς. ᾀδέτω δʼ οὖν καὶ τοὺς θεοῖς ἐχθροὺς ἐκτραγῳδείτω. </p></sp><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> καὶ αὐτός, ὦ Φιλοσοφία, πάνυ ἐπαινῶ τὸν ἄνδρα καὶ ἀνατίθεμαι τὰ κατηγορούμενα καὶ φίλον ποιοῦμαι αὐτὸν γενναῖον ὄντα. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="39"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> εὖ ἔχει· πρόσιθι Παρρησιάδη· ἀφίεμέν σε τῆς αἰτίας, καὶ ἁπάσαις κρατεῖς, καὶ τὸ λοιπὸν ἴσθι ἡμέτερος ὤν. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> προσεκύνησα τήν γε πρώτην·<note xml:lang="mul" type="footnote" n="v.3.p.58.n.1">τὴν Πτερωτήν Madvig, i.e. Victory. But for τήν γε πρώτην cf. Xen. Mem. 3, 6, 10: and Demosth. Enc.30</note> μᾶλλον δέ, τραγικώτερον αὐτὸ ποιήσειν μοι δοκῶ· σεμνότερον γάρ· <quote rend="blockquote"><l>ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν </l><l>βίοτον κατέχοις </l><l>καὶ μὴ λήγοις στεφανοῦσα.</l></quote> </p></sp><sp><speaker>Ἀρετή</speaker><p rend="align(indent)"> οὐκοῦν δευτέρου κρατῆρος ἤδη καταρχώμεθα· προσκαλῶμεν κἀκείνους, ὡς δίκην ὑπόσχωσιν ἀνθʼ ὧν εἰς ἡμᾶς ὑβρίζουσι· κατηγορήσει δὲ Παρρησιάδης ἑκάστου.  </p></sp><pb n="v.3.p.60"/><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)">ὀρθῶς, ὦ Ἀρετή, ἔλεξας. ὥστε σύ, παῖ Συλλογισμέ, κατακύψας εἰς τὸ ἄστυ προσκήρυττε τοὺς φιλοσόφους. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="40"><sp><speaker>Συλλογισμός</speaker><p rend="align(indent)"> ἄκουε, σίγα· τοὺς φιλοσόφους ἥκειν εἰς ἀκρόπολιν ἀπολογησομένους ἐπὶ τῆς Ἀρετῆς καὶ Φιλοσοφίας καὶ Δίκης. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ὁρᾷς; ὀλίγοι ἀνίασι γνωρίσαντες τὸ κήρυγμα, καὶ ἄλλως δεδίασι τὴν <corr>Δίκην·</corr> οἱ πολλοὶ δὲ αὐτῶν οὐδὲ σχολὴν ἄγουσιν ἀμφὶ τοὺς πλουσίους ἔχοντες. εἰ δὲ βούλει πάντας ἥκειν, κατὰ τάδε, ὦ Συλλογισμέ, κήρυττε — </p></sp><sp><speaker>Συλλογισμός<note xml:lang="mul" type="footnote" n="v.3.p.60.n.1">ΣΥΛΛΟΓΙΣΜΟΣ Harmon: ΦΙΛ. edd.</note></speaker><p rend="align(indent)"> Μηδαμῶς, ἀλλὰ σύ, ὦ Παρρησιάδη, προσκάλει καθʼ ὅ τι σοι δοκεῖ. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>