<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2:21-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2:21-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="21"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> ἄγε δή, πάρεσμεν γὰρ ἔνθα ἐχρῆν, ἐνταῦθά που ἐν τῷ προνάῳ τῆς Πολιάδος δικάσωμεν. ἡ Ἱέρεια διάθες ἡμῖν τὰ βάθρα, ἡμεῖς δὲ ἐν τοσούτῳ προσκυνήσωμεν τὴν θεόν.  </p></sp><pb n="v.3.p.34"/><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ὦ Πολιάς, ἐλθέ μοι κατὰ τῶν ἀλαζόνων σύμμαχος ἀναμνησθεῖσα ὁπόσα ἐπιορκούντων ὁσημέραι ἀκούεις αὐτῶν· καὶ ἃ πράττουσι δὲ μόνη ὁρᾷς ἅτε δὴ ἐπὶ σκοπῆς οἰκοῦσα.<note xml:lang="mul" type="footnote" n="v.3.p.34.n.1">ἐπίσκοπος οὖσα β.</note> νῦν καιρὸς ἀμύνασθαι αὐτούς. ἐμὲ δὲ ἤν που κρατούμενον ἴδῃς καὶ πλείους ὦσιν αἱ μέλαιναι, σὺ προσθεῖσα τὴν σεαυτῆς σῶζέ με. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="22"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"><corr>Εἶεν·</corr> ἡμεῖς μὲν ὑμῖν καὶ δὴ καθήμεθα ἕτοιμοι ἀκούειν τῶν λόγων, ὑμεῖς δὲ προελόμενοί τινα ἐξ ἁπάντων, ὅστις ἄριστα κατηγορῆσαι ἂν δοκεῖ, συνείρετε τὴν κατηγορίαν καὶ διελέγχετε· πάντας γὰρ ἅμα λέγειν ἀμήχανον.<note xml:lang="mul" type="footnote" n="v.3.p.34.n.2"> οὐ γὰρ οἶόν τε πάντας ἅμα λέγειν γ.</note> σὺ δέ, ὦ Παρρησιάδη, ἀπολογήσῃ τὸ μετὰ τοῦτο. </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> τίς οὖν ὁ ἐπιτηδειότατος ἐξ ἡμῶν ἂν γένοιτο πρὸς τὴν δίκην; </p></sp><sp><speaker>Χρύσιππος</speaker><p rend="align(indent)"> σύ, ὦ Πλάτων. ἥ τε γὰρ μεγαλόνοια θαυμαστὴ καὶ ἡ καλλιφωνία δεινῶς Ἀττικὴ καὶ τὸ κεχαρισμένον καὶ πειθοῦς μεστὸν ἥ τε σύνεσις καὶ τὸ ἀκριβὲς καὶ τὸ ἐπαγωγὸν ἐν καιρῷ τῶν ἀποδείξεων, πάντα ταῦτά σοι ἀθρόα <corr>πρόσεστιν·</corr> ὥστε τὴν προηγορίαν δέχου καὶ ὑπὲρ ἁπάντων εἰπὲ τὰ εἰκότα. νῦν ἀναμνήσθητι πάντων ἐκείνων καὶ συμφόρει εἰς τὸ αὐτό, <corr>εἴ</corr> τί σοι πρὸς Γοργίαν ἢ Πῶλον ἢ Πρόδικον ἢ Ἱππίαν εἴρηται· δεινότερος οὗτός ἐστιν. ἐπίπαττε οὖν καὶ τῆς <pb n="v.3.p.36"/> εἰρωνείας καὶ τὰ κομψὰ ἐκεῖνα καὶ συνεχῆ ἐρώτα, κἄν σοι δοκῇ, κἀκεῖνό που παράβυσον, ὡς <q>ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων</q> ἀγανακτήσειεν ἄν, εἰ μὴ οὗτος ὑπόσχοι τὴν δίκην. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="23"><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> μηδαμῶς, ἀλλά τινα τῶν σφοδροτέρων προχειρισώμεθα, Διογένη τοῦτον ἢ Ἀντισθένη ἢ Κράτητα ἢ καὶ σέ, ὦ Χρύσιππε· οὐ γὰρ δὴ κάλλους ἐν τῷ παρόντι καὶ δεινότητος συγγραφικῆς ὁ καιρός, ἀλλά τινος ἐλεγκτικῆς καὶ δικανικῆς παρασκευῆς· ῥήτωρ δὲ ὁ Παρρησιάδης ἐστίν. </p></sp><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> ἀλλʼ ἐγὼ αὐτοῦ <corr>κατηγορήσω·</corr> οὐδὲ γὰρ πάνυ μακρῶν οἶμαι τῶν λόγων δεήσεσθαι. καὶ ἄλλως ὑπὲρ ἅπαντας ὕβρισμαι δύʼ ὀβολῶν πρῴην ἀποκεκηρυγμένος. </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> ὁ Διογένης, ὦ Φιλοσοφία, ἐρεῖ τὸν λόγον ὑπὲρ ἁπάντων. μέμνησο δέ, ὦ γενναῖε, μὴ τὰ σεαυτοῦ μόνον πρεσβεύειν ἐν τῇ κατηγορίᾳ, τὰ κοινὰ δὲ <corr>ὁρᾶν·</corr> εἰ γάρ τι καὶ πρὸς ἀλλήλους διαφερόμεθα ἐν τοῖς δόγμασι, σὺ δὲ τοῦτο μὲν μὴ ἐξέταζε, μηδὲ ὅστις ἐστὶν ὁ ἀληθέστερος νῦν λέγε, ὅλως δὲ ὑπὲρ Φιλοσοφίας αὐτῆς ἀγανάκτει περιυβρισμένης καὶ κακῶς ἀκουούσης ἐν τοῖς Παρρησιάδου λόγοις, καὶ τὰς προαιρέσεις ἀφείς, ἐν αἷς διαλλάττομεν, ὃ κοινὸν ἅπαντες ἔχομεν, τοῦτο ὑπερμάχει. ὅρα· σὲ μόνον προεστησάμεθα καὶ ἐν σοὶ τὰ πάντα ἡμῶν νῦν κινδυνεύεται, ἢ σεμνότατα δόξαι ἢ τοιαῦτα πιστευθῆναι οἷα οὗτος ἀπέφηνε.  </p></sp></div><pb n="v.3.p.38"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="24"><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> θαρρεῖτε, οὐδὲν <corr>ἐλλείψομεν·</corr> ὑπὲρ ἁπάντων ἐρῶ. κἂν ἡ Φιλοσοφία δὲ πρὸς τοὺς λόγους ἐπικλασθεῖσα — φύσει γὰρ ἥμερος καὶ πρᾶός ἐστιν — ἀφεῖναι διαβουλεύηται αὐτόν, ἀλλʼ οὐ τὰ ἐμὰ ἐνδεήσει· δείξω γὰρ αὐτῷ ὅτι μὴ μάτην ξυλοφοροῦμεν. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> τοῦτο μὲν μηδαμῶς, ἀλλὰ τῷ λόγῳ <corr>μᾶλλον·</corr> ἄμεινον γὰρ ἤπερ τῷ ξύλῳ. μὴ μέλλε δʼ οὖν. ἤδη γὰρ ἐγκέχυται τὸ ὕδωρ καὶ πρὸς σὲ τὸ δικαστήριον ἀποβλέπει. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> οἱ λοιποὶ καθιζέτωσαν, ὦ Φιλοσοφία, καὶ ψηφοφορείτωσαν μεθʼ ὑμῶν, Διογένης δὲ κατηγορείτω μόνος. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> οὐ δέδιας οὖν μή σου καταψηφίσωνται; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> οὐδαμῶς· πλείοσι γοῦν κρατῆσαι βούλομαι. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> γενναῖά σου ταῦτα· καθίσατε δʼ οὖν. σὺ δέ, ὦ Διόγενες, λέγε. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>