<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="1"><sp><speaker>Σωκράτης</speaker><p rend="align(indent)"> βάλλε βάλλε τὸν κατάρατον ἀφθόνοις τοῖς λίθοις· ἐπίβαλλε τῶν βώλων· προσεπίβαλλε καὶ τῶν <corr>ὀστράκων·</corr> παῖε τοῖς ξύλοις τὸν <corr>ἀλιτήριον·</corr> ὅρα μὴ διαφύγῃ· καὶ σὺ βάλλε, ὦ <corr>Πλάτων·</corr> καὶ σύ, ὦ Χρύσιππε, καὶ σὺ δέ, καὶ πάντες ἅμα·<note xml:lang="mul" type="footnote" n="v.3.p.2.n.2">καὶ σὺ δέ, καὶ πάντες ἅμα· Punctuation A M.H.: καὶ σὺ δὲ καὶ πάντες ἅμα συν. γ; καὶ σὺ δέ, πάντες ἅμα συν. β, edd.</note> συνασπίσωμεν ἐπʼ αὐτόν, <quote rend="blockquote">ὡς πήρη πήρῃφιν ἀρήγῃ, βάκτρα δὲ βάκτροις,</quote> κοινὸς γὰρ πολέμιος, καὶ οὐκ ἔστιν ἡμῶν ὅντινα οὐχ ὕβρικε. σὺ δέ, ὦ Διόγενες, εἴ ποτε καὶ ἄλλοτε, χρῶ τῷ ξύλῳ· μηδὲ ἀνῆτε· διδότω τὴν ἀξίαν βλάσφημος ὤν. τί τοῦτο; κεκμήκατε, ὦ Ἐπίκουρε καὶ Ἀρίστιππε; καὶ μὴν οὐκ ἐχρῆν. <quote rend="blockquote">ἀνέρες ἔστε, σοφοί, μνήσασθε δὲ θούριδος ὀργῆς.</quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="2"><sp><speaker>Σωκράτης</speaker><p rend="merge"> Ἀριστότελες, ἐπισπούδασον· ἔτι θᾶττον.<note xml:lang="mul" type="footnote" n="v.3.p.2.n.3"> ἐπισπούδασον· ἔτι θᾶττον Punctuation Κ. Schwartz: ἐπισπούδασον ἔτι θᾶττον MSS.</note> εὖ ἔχει· ἑάλωκεν τὸ θηρίον. εἰλήφαμέν σε, ὦ μιαρέ. εἴσῃ γοῦν αὐτίκα οὕστινας ἡμᾶς ὄντας <pb n="v.3.p.4"/> ἐκακηγόρεις. τῷ <corr>τρόπῳ</corr> δέ τις αὐτὸν καὶ μετέλθῃ; ποικίλον γάρ τινα θάνατον ἐπινοῶμεν κατʼ αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον· καθʼ ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἀπολωλέναι. </p></sp><sp><speaker>Φιλόσοφος</speaker><p rend="align(indent)"> ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν. </p></sp><sp><speaker>Ἄλλος1</speaker><p rend="align(indent)"> νὴ Δία, μαστιγωθέντα γε πρότερον. </p></sp><sp><speaker>Ἄλλος2</speaker><p rend="align(indent)"> πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω. </p></sp><sp><speaker>Ἄλλος3</speaker><p rend="align(indent)"> τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀποτετμήσθω. </p></sp><sp><speaker>Σωκράτης</speaker><p rend="align(indent)"> σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ; </p></sp><sp><speaker>Ἐμπεδοκλῆς</speaker><p rend="align(indent)"> εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ λοιδορεῖσθαι τοῖς κρείττοσιν. </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα <quote rend="blockquote">λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον,</quote> ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="3"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> μηδαμῶς· ἀλλὰ πρὸς Ἱκεσίου φείσασθέ μου.  </p></sp><pb n="v.3.p.6"/><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"><corr>Ἄραρεν·</corr> οὐκ ἂν ἀφεθείης ἔτι. ὁρᾷς δὲ δὴ καὶ τὸν Ὅμηρον ἅ φησιν, <quote rend="blockquote">ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά.</quote> </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> καὶ μὴν καθʼ Ὅμηρον ὑμᾶς καὶ αὐτὸς ἱκετεύσω· αἰδέσεσθε γὰρ ἴσως τὰ ἔπη καὶ οὐ παρόψεσθε ῥαψῳδήσαντά με· <quote rend="blockquote"><l>ζωγρεῖτʼ οὐ κακὸν ἄνδρα καὶ ἄξια δέχθε ἄποινα, </l><l>χαλκόν τε χρυσόν τε, τὰ δὴ φιλέουσι σοφοί περ.</l></quote> </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> ἀλλʼ οὐδὲ ἡμεῖς ἀπορήσομεν πρὸς σὲ Ὁμηρικῆς ἀντιλογίας. ἄκουε γοῦν· <quote rend="blockquote"><l>μὴ δή μοι φύξιν γε, κακηγόρε, βάλλεο θυμῷ </l><l>χρυσόν περ λέξας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς.</l></quote> </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> οἴμοι τῶν κακῶν. ὁ μὲν Ὅμηρος ἡμῖν ἄπρακτος, ἡ μεγίστη ἐλπίς. ἐπὶ τὸν Εὐριπίδην δή μοι καταφευκτέον· τάχα γὰρ ἂν ἐκεῖνος σώσειέ με. <quote rend="blockquote">μὴ κτεῖνε· τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν.</quote> </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> τί δέ; οὐχὶ κἀκεῖνα Εὐριπίδου ἐστίν, <quote rend="blockquote">οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους;</quote> </p></sp><pb n="v.3.p.8"/><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"><quote rend="blockquote">νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτέ<note xml:lang="mul" type="footnote" n="v.3.p.8.n.1">κτενεῖτέ Guyet; κτείνετέ βγ.</note> με;</quote></p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> νὴ Δία· φησὶ γοῦν ἐκεῖνος αὐτός, <quote rend="blockquote"><l>ἀχαλίνων στομάτων </l><l>ἀνόμου τʼ ἀφροσύνας </l><l>τὸ τέλος δυστυχία.</l></quote> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="4"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> οὐκοῦν ἐπεὶ δέδοκται πάντως ἀποκτιννύναι καὶ οὐδεμία μηχανὴ τὸ διαφυγεῖν με, φέρε τοῦτο γοῦν εἴπατέ μοι, τίνες ὄντες ἢ τί πεπονθότες ἀνήκεστον πρὸς ἡμῶν ἀμείλικτα ὀργίζεσθε καὶ ἐπὶ θανάτῳ συνειλήφατε; </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> ἅτινα μὲν εἴργασαι ἡμᾶς τὰ δεινά, σεαυτὸν ἐρώτα, ὦ κάκιστε, καὶ τοὺς καλοὺς ἐκείνους σου λόγους ἐν οἷς φιλοσοφίαν τε αὐτὴν κακῶς ἠγόρευες καὶ εἰς ἡμᾶς ὕβριζες, ὥσπερ ἐξ ἀγορᾶς ἀποκηρύττων σοφοὺς ἄνδρας, καὶ τὸ μέγιστον, ἐλευθέρους· ἐφʼ οἷς ἀγανακτήσαντες ἀνεληλύθαμεν ἐπὶ σὲ παραιτησάμενοι πρὸς ὀλίγον τὸν Ἀϊδωνέα, Χρύσιππος οὑτοσὶ καὶ Ἐπίκουρος καὶ ὁ Πλάτων ἐγὼ καὶ Ἀριστοτέλης ἐκεῖνος καὶ ὁ σιωπῶν οὗτος Πυθαγόρας καὶ Διογένης καὶ ἅπαντες ὁπόσους διέσυρες ἐν τοῖς λόγοις. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="5"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ἀνέπνευσα· οὐ γὰρ ἀποκτενεῖτέ με, ἢν μάθητε ὁποῖος ἐγὼ περὶ ὑμᾶς <corr>ἐγενόμην·</corr> ὥστε ἀπορρίψατε τοὺς λίθους, μᾶλλον δὲ φυλάττετε. χρήσεσθε γὰρ αὐτοῖς κατὰ τῶν ἀξίων. </p></sp><pb n="v.3.p.10"/><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> ληρεῖς. σὲ δὲ χρὴ τήμερον ἀπολωλέναι, καὶ ἤδη γε <quote rend="blockquote">λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.</quote> </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> καὶ μήν, <corr>Ὢ</corr> ἄριστοι, ὃν ἐχρῆν μόνον ἐξ ἁπάντων ἐπαινεῖν οἰκεῖόν τε ὑμῖν ὄντα καὶ εὔνουν καὶ ὁμογνώμονα καί, εἰ μὴ φορτικὸν εἰπεῖν, κηδεμόνα τῶν ἐπιτηδευμάτων εὖ ἴστε ἀποκτενοῦντες, ἢν ἐμὲ ἀποκτείνητε τοσαῦτα ὑπὲρ ὑμῶν πεπονηκότα. ὁρᾶτε οὖν μὴ κατὰ τοὺς πολλοὺς<note xml:lang="mul" type="footnote" n="v.3.p.10.n.1">κατὰ τοὺς πολλοὺς γΝ : not in BU.</note> τῶν νῦν φιλοσόφων αὐτοὶ<note xml:lang="mul" type="footnote" n="v.3.p.10.n.2"> αὐτοὶ Cobet: αὐτὸ MSS.</note> ποιεῖτε, ἀχάριστοι καὶ ὀργίλοι καὶ ἀγνώμονες φαινόμενοι πρὸς ἄνδρα εὐεργέτην. </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"><corr>Ὢ</corr> τῆς ἀναισχυντίας. καὶ χάριν σοι τῆς κακηγορίας προσοφείλομεν; οὕτως ἀνδραπόδοις ὡς ἀληθῶς<note xml:lang="mul" type="footnote" n="v.3.p.10.n.3"> οὕτως ἀνδραπόδοις (sicine cum servis — ?) ὡς ἀληθῶς Κ. Schwartz: οὕτως ἀνδραπόδοις ἀληθῶς γ; οὕτως ὡς ἀνδραπόδοις ἀληθῶς β, edd. since Jacobitz.</note> οἴει διαλέγεσθαι; ἢ καὶ εὐεργεσίαν καταλογιῇ πρὸς ἡμᾶς ἐπὶ τῇ τοσαύτῃ ὕβρει καὶ παροινίᾳ τῶν λόγων; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="6"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ποῦ γὰρ ἐγὼ ὑμᾶς ἢ πότε ὕβρικα, ὃς ἀεὶ φιλοσοφίαν τε θαυμάζων διατετέλεκα καὶ ὑμᾶς αὐτοὺς ὑπερεπαινῶν καὶ τοῖς λόγοις οἷς καταλελοίπατε ὁμιλῶν; αὐτὰ γοῦν ἅ φημι ταῦτα, πόθεν ἄλλοθεν ἢ παρʼ ὑμῶν λαβὼν καὶ κατὰ τὴν μέλιτταν ἀπανθισάμενος ἐπιδείκνυμαι τοῖς ἀνθρώποις; οἱ δὲ ἐπαινοῦσι καὶ γνωρίζουσιν <pb n="v.3.p.12"/> ἕκαστον τὸ ἄνθος ὅθεν καὶ παρʼ ὅτου καὶ ὅπως ἀνελεξάμην, καὶ λόγῳ μὲν ἐμὲ ζηλοῦσι τῆς ἀνθολογίας, τὸ δʼ ἀληθὲς ὑμᾶς καὶ τὸν λειμῶνα τὸν ὑμέτερον, οἳ τοιαῦτα ἐξηνθήκατε ποικίλα καὶ πολυειδῆ τὰς βαφάς, εἴ τις ἀναλέξασθαί τε αὐτὰ ἐπίσταιτο καὶ ἀναπλέξαι καὶ ἁρμόσαι, ὡς μὴ ἀπᾴδειν θάτερον θατέρου. ἔσθʼ ὅστις οὖν ταῦτα εὖ πεπονθὼς παρʼ ὑμῶν κακῶς ἂν εἰπεῖν ἐπιχειρήσειεν εὐεργέτας ἄνδρας, ἀφʼ ὧν εἶναί τις ἔδοξεν; ἐκτὸς εἰ μὴ κατὰ τὸν Θάμυριν ἢ τὸν Εὔρυτον εἴη τὴν φύσιν, ὡς ταῖς Μούσαις ἀντᾴδειν, παρʼ ὧν εἴληφε τὴν ᾠδήν, ἢ τῷ Ἀπόλλωνι ἐριδαίνειν ἐναντία τοξεύων, καὶ ταῦτα δοτῆρι ὄντι τῆς τοξικῆς. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="7"><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> τοῦτο μέν, ὦ γενναῖε, κατὰ τοὺς ῥήτορας εἴρηταί σοι· ἐναντιώτατον δʼ οὖν<note xml:lang="mul" type="footnote" n="v.3.p.12.n.1">δʼ οὖν Fritzsche: γοῦν MSS.</note> ἐστι τῷ πράγματι καὶ χαλεπωτέραν σου ἐπιδείκνυσι τὴν τόλμαν, εἴ γε τῇ ἀδικίᾳ καὶ ἀχαριστία πρόσεστιν, ὃς παρʼ ἡμῶν τὰ τοξεύματα, ὡς φής, λαβὼν καθʼ ἡμῶν ἐτόξευες, ἕνα τοῦτον ὑποθέμενος τὸν σκοπόν, ἅπαντας ἡμᾶς ἀγορεύειν κακῶς· τοιαῦτα παρὰ σοῦ ἀπειλήφαμεν ἀνθʼ ὧν σοι τὸν λειμῶνα ἐκεῖνον ἀναπετάσαντες οὐκ ἐκωλύομεν δρέπεσθαι καὶ τὸ προκόλπιον ἐμπλησάμενον <corr>ἀπελθεῖν·</corr> ὥστε διά γε τοῦτο μάλιστα δίκαιος ἂν εἴης ἀποθανεῖν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="8"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ὁρᾶτε· πρὸς ὀργὴν ἀκούετε καὶ οὐδὲν τῶν δικαίων προσίεσθε. καίτοι οὐκ ἂν ᾠήθην ποτὲ ὡς ὀργὴ Πλάτωνος ἢ Χρυσίππου ἢ Ἀριστοτέλους ἢ τῶν ἄλλων ὑμῶν καθίκοιτο ἄν, ἀλλά μοι <pb n="v.3.p.14"/> ἐδοκεῖτε μόνοι δὴ πόρρω εἶναι τοῦ τοιούτου. πλὴν ἀλλὰ μὴ ἄκριτόν γε, ὦ θαυμάσιοι, μηδὲ πρὸ δίκης ἀποκτείνητέ με. ὑμέτερον γοῦν καὶ τοῦτο ἦν, μὴ βίᾳ μηδὲ κατὰ τὸ ἰσχυρότερον πολιτεύεσθαι, δίκῃ δὲ τὰ διάφορα λύεσθαι διδόντας λόγον καὶ δεχομένους ἐν τῷ μέρει. ὥστε δικαστὴν ἑλόμενοι κατηγορήσατε μὲν ὑμεῖς ἢ ἅμα πάντες ἢ ὅντινα ἂν χειροτονήσητε ὑπὲρ ἁπάντων, ἐγὼ δὲ ἀπολογήσομαι πρὸς τὰ ἐγκλήματα. κᾆτα ἢν μέν τι ἀδικῶν φαίνωμαι καὶ τοῦτο περὶ ἐμοῦ γνῷ τὸ δικαστήριον, ὑφέξω δηλαδὴ τὴν <corr>ἀξίαν·</corr> ὑμεῖς δὲ βίαιον οὐδὲν τολμήσετε· ἢν δὲ τὰς εὐθύνας ὑποσχὼν καθαρὸς ὑμῖν καὶ ἀνεπίληπτος εὑρίσκωμαι, ἀφήσουσί με οἱ δικασταί, ὑμεῖς δὲ εἰς τοὺς ἐξαπατήσαντας ὑμᾶς καὶ παροξύναντας καθʼ ἡμῶν τὴν ὀργὴν τρέψετε. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="9"><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> τοῦτʼ ἐκεῖνο· εἰς πεδίον τὸν ἵππον, ὡς παρακρουσάμενος τοὺς δικαστὰς ἀπέλθῃς. φασὶ γοῦν ῥήτορά σε καὶ δικανικόν τινα εἶναι καὶ πανοῦργον ἐν τοῖς λόγοις. τίνα δὲ καὶ δικαστὴν ἐθέλεις γενέσθαι, ὅντινα μὴ σὺ δωροδοκήσας, οἷα πολλὰ ποιεῖτε, ἄδικα πείσεις ὑπὲρ σοῦ ψηφίσασθαι; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> θαρρεῖτε τούτου γε ἕνεκα· οὐδένα τοιοῦτον διαιτητὴν ὕποπτον ἢ ἀμφίβολον ἀξιώσαιμʼ ἂν <pb n="v.3.p.16"/> γενέσθαι καὶ ὅστις ἀποδώσεταί μοι τὴν ψῆφον. ὁρᾶτε γοῦν, τὴν Φιλοσοφίαν αὐτὴν μεθʼ ὑμῶν ποιοῦμαι δικάστριαν ἔγωγε. </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> καὶ τίς ἂν κατηγορήσειεν, εἴ γε ἡμεῖς δικάσομεν; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> οἱ αὐτοὶ κατηγορεῖτε καὶ δικάζετε· οὐδὲν οὐδὲ τοῦτο δέδια. τοσοῦτον ὑπερφέρω τοῖς δικαίοις καὶ ἐκ περιουσίας ἀπολογήσεσθαι ὑπολαμβάνω. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="10"><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> τί ποιοῦμεν, ὦ Πυθαγόρα καὶ Σώκρατες; ἔοικε γὰρ ἁνὴρ οὐκ ἄλογα προκαλεῖσθαι δικάζεσθαι ἀξιῶν. </p></sp><sp><speaker>Σωκράτης</speaker><p rend="align(indent)"> τί δὲ ἄλλο ἢ βαδίζωμεν ἐπὶ τὸ δικαστήριον καὶ τὴν Φιλοσοφίαν παραλαβόντες ἀκούσωμεν ὅ τι καὶ ἀπολογήσεται· τὸ πρὸ δίκης γὰρ οὐχ ἡμέτερον, ἀλλὰ δεινῶς ἰδιωτικόν, ὀργίλων τινῶν ἀνθρώπων καὶ τὸ δίκαιον ἐν τῇ χειρὶ τιθεμένων. παρέξομεν οὖν ἀφορμὰς τοῖς κακηγορεῖν ἐθέλουσιν καταλεύσαντες ἄνδρα μηδὲ ἀπολογησάμενον ὑπὲρ ἑαυτοῦ, καὶ ταῦτα δικαιοσύνῃ χαίρειν αὐτοὶ λέγοντες. ἢ τί ἂν εἴποιμεν <corr>Ἀνύτον</corr> καὶ Μελήτου πέρι, τῶν ἐμοῦ κατηγορησάντων, ἢ τῶν τότε δικαστῶν, εἰ οὗτος τεθνήξεται μηδὲ τὸ παράπαν ὕδατος μεταλαβών; </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> ἄριστα παραινεῖς, ὦ Σώκρατες· ὥστε ἀπίωμεν ἐπὶ τὴν Φιλοσοφίαν. ἡ δὲ δικασάτω, καὶ ἡμεῖς ἀγαπήσομεν οἷς ἂν ἐκείνη διαγνῷ. </p></sp></div><pb n="v.3.p.18"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="11"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> εὖ γε, ὦ σοφώτατοι, ἀμείνω ταῦτα καὶ νομιμώτερα. τοὺς μέντοι λίθους φυλάττετε, ὡς ἔφην· δεήσει γὰρ αὐτῶν μικρὸν ὕστερον ἐν τῷ δικαστηρίῳ.</p><p rend="align(indent)"> ποῦ δὲ τὴν Φιλοσοφίαν εὕροι τις ἄν; οὐ γὰρ οἶδα ἔνθα οἰκεῖ· καίτοι πάνυ πολὺν ἐπλανήθην χρόνον ἀναζητῶν τὴν οἰκίαν, ὡς συγγενοίμην αὐτῇ. εἶτα ἐντυγχάνων ἄν τισι τριβώνια περιβεβλημένοις καὶ πώγωνας βαθεῖς καθειμένοις παρʼ αὐτῆς ἐκείνης ἥκειν φάσκουσιν, οἰόμενος εἰδέναι αὐτοὺς ἀνηρώτων· οἱ δὲ πολὺ μᾶλλον ἐμοῦ ἀγνοοῦντες ἢ οὐδὲν ὅλως ἀπεκρίναντό μοι, ὡς μὴ ἐλέγχοιντο οὐκ <corr>εἰδότες,</corr> ἢ ἄλλην θύραν ἀντʼ ἄλλης ἐπεδείκνυον. οὐδέπω γοῦν καὶ τήμερον ἐξευρεῖν δεδύνημαι τὴν οἰκίαν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="12"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent) ; merge">πολλάκις δὲ ἢ αὐτὸς εἰκάσας ἢ ξεναγήσαντός τινος ἧκον ἂν ἐπί τινας θύρας βεβαίως ἐλπίσας τότε γοῦν εὑρηκέναι, τεκμαιρόμενος τῷ πλήθει τῶν εἰσιόντων τε καὶ ἐξιόντων, ἁπάντων σκυθρωπῶν καὶ τὰ σχήματα εὐσταλῶν καὶ φροντιστικῶν τὴν <corr>πρόσοψιν·</corr> μετὰ τούτων οὖν συμπαραβυσθεὶς καὶ αὐτὸς εἰσῆλθον ἄν. εἶτα ἑώρων γύναιόν τι οὐχ ἁπλοϊκόν, εἰ καὶ ὅτι μάλιστα εἰς τὸ ἀφελὲς καὶ ἀκόσμητον ἑαυτὴν ἐπερρύθμιζεν, ἀλλὰ κατεφάνη μοι αὐτίκα οὐδὲ τὸ ἄνετον δοκοῦν τῆς κόμης ἀκαλλώπιστον ἐῶσα οὐδὲ τοῦ ἱματίου τὴν ἀναβολὴν ἀνεπιτηδεύτως περιστέλλουσα· πρόδηλος δὲ ἦν κοσμουμένη αὐτοῖς καὶ πρὸς εὐπρέπειαν τῷ ἀθεραπεύτῳ δοκοῦντι προσχρωμένη. ὑπεφαίνετο δέ τι καὶ ψιμύθιον καὶ φῦκος, καὶ τὰ ῥήματα πάνυ ἑταιρικά, καὶ ἐπαινουμένη ὑπὸ τῶν <pb n="v.3.p.20"/> ἐραστῶν εἰς κάλλος ἔχαιρε, καὶ εἰ δοίη τις προχείρως ἐδέχετο, καὶ τοὺς πλουσιωτέρους ἂν παρακαθισαμένη πλησίον τοὺς πένητας τῶν ἐραστῶν οὐδὲ προσέβλεπεν. πολλάκις δὲ καὶ γυμνωθείσης αὐτῆς κατὰ τὸ ἀκούσιον ἑώρων περιδέραια χρυσᾶ τῶν κλοιῶν<note xml:lang="mul" type="footnote" n="v.3.p.20.n.1"> κλοιῶν β : ἐγχέλεων γ (eels).</note> παχύτερα. ταῦτα ἰδὼν ἐπὶ πόδα<note xml:lang="mul" type="footnote" n="v.3.p.20.n.2"> ἐπὶ πόδα Cobet: ἐπὶ πόδας MSS.</note> ἂν εὐθὺς ἀνέστρεφον, οἰκτείρας δηλαδὴ τοὺς κακοδαίμονας ἐκείνους ἑλκομένους πρὸς αὐτῆς οὐ τῆς ῥινὸς ἀλλὰ τοῦ πώγωνος καὶ κατὰ τὸν Ἰξίονα εἰδώλῳ ἀντὶ τῆς Ἥρας συνόντας. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="13"><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> τοῦτο μὲν ὀρθῶς ἔλεξας· οὐ γὰρ πρόδηλος οὐδὲ πᾶσι γνώριμος ἡ θύρα. πλὴν ἀλλὰ οὐδὲν δεήσει βαδίζειν ἐπὶ τὴν <corr>οἰκίαν·</corr> ἐνταῦθα γὰρ ἐν Κεραμεικῷ ὑπομενοῦμεν αὐτήν. ἡ δὲ ἤδη που ἀφίξεται ἐπανιοῦσα ἐξ Ἀκαδημίας, ὡς περιπατήσειε καὶ ἐν τῇ Ποικίλῃ· τοῦτο γὰρ ὁσημέραι ποιεῖν ἔθος αὐτῇ· μᾶλλον δὲ ἤδη πρόσεισιν. ὁρᾷς τὴν κόσμιον, τὴν ἀπὸ τοῦ σχήματος, τὴν προσηνῆ τὸ βλέμμα, τὴν ἐπὶ συννοίας ἠρέμα βαδίζουσαν; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> πολλὰς ὁμοίας ὁρῶ τό γε σχῆμα καὶ τὸ βάδισμα καὶ τὴν ἀναβολήν. καίτοι μία πάντως ἥ γε ἀληθὴς Φιλοσοφία καὶ ἐν αὐταῖς. </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> εὖ λέγεις. ἀλλὰ δηλώσει ἥτις ἐστὶ φθεγξαμένη μόνον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="14"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> παπαῖ· τί Πλάτων καὶ Χρύσιππος ἄνω καὶ Ἀριστοτέλης καὶ οἱ λοιποὶ ἅπαντες, αὐτὰ δὴ τὰ <pb n="v.3.p.22"/> κεφάλαιά μου τῶν μαθημάτων; τί αὖθις εἰς τὸν βίον; ἆρά τι ὑμᾶς ἐλύπει τῶν κάτω; ὀργιζομένοις γοῦν ἐοίκατε. <corr>καὶ</corr> τίνα τοῦτον συλλαβόντες ἄγετε; ἦ που τυμβωρύχος τις ἢ ἀνδροφόνος ἢ ἱερόσυλός ἐστιν; </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> νὴ Δία, ὦ Φιλοσοφία, πάντων γε ἱεροσύλων ἀσεβέστατος, ὃς τὴν ἱερωτάτην σὲ κακῶς ἀγορεύειν ἐπεχείρησεν καὶ ἡμᾶς ἅπαντας, ὁπόσοι τι παρὰ σοῦ μαθόντες τοῖς μεθʼ ἡμᾶς καταλελοίπαμεν. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> εἶτα ἠγανακτήσατε λοιδορησαμένου τινός, καὶ ταῦτα εἰδότες ἐμέ, οἷα πρὸς τῆς Κωμῳδίας ἀκούουσα ἐν Διονυσίοις ὅμως φίλην τε αὐτὴν ἥγημαι καὶ οὔτε ἐδικασάμην οὔτε ᾐτιασάμην προσελθοῦσα, ἐφίημι δὲ παίζειν τὰ εἰκότα καὶ τὰ συνήθη τῇ ἑορτῇ; οἶδα γὰρ ὡς οὐκ ἄν τι ὑπὸ σκώμματος χεῖρον γένοιτο, ἀλλὰ τοὐναντίον ὅπερ ἂν ᾖ καλόν, ὥσπερ τὸ χρυσίον ἀποσμώμενον τοῖς κόμμασι, λαμπρότερον ἀποστίλβει καὶ φανερώτερον γίγνεται. ὑμεῖς δὲ οὐκ οἶδα ὅπως ὀργίλοι καὶ ἀγανακτικοὶ γεγόνατε. τί δʼ οὖν αὐτὸν ἄγχετε; </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> μίαν ἡμέραν ταύτην παραιτησάμενοι ἥκομεν ἐπʼ αὐτὸν ὡς ὑπόσχῃ τὴν ἀξίαν ὧν δέδρακεν. φῆμαι γὰρ ἡμῖν διήγγελλον οἷα ἔλεγεν εἰς τὰ πλήθη καθʼ ἡμῶν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="15"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> εἶτα πρὸ δίκης οὐδὲ ἀπολογησάμενον ἀποκτενεῖτε; δῆλος γοῦν ἐστιν εἰπεῖν τι θέλων.  </p></sp><pb n="v.3.p.24"/><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> οὔκ, ἀλλʼ ἐπὶ σὲ τὸ πᾶν ἀνεβαλόμεθα, καὶ σοὶ ὅτι ἂν δοκῇ, τοῦτο ποιήσῃ τέλος τῆς δίκης. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> τί φὴς σύ; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> τοῦτο αὐτό, ὦ δέσποινα Φιλοσοφία, ἥπερ καὶ μόνη τἀληθὲς ἂν ἐξευρεῖν<note xml:lang="mul" type="footnote" n="v.3.p.24.n.1">ἂν ἐξευρεῖν Harmon: ἐξευρεῖν γ, ἂν εὐρεῖν β.</note> δύναιο· μόλις γοῦν εὑρόμην πολλὰ ἱκετεύσας τὸ σοὶ φυλαχθῆναι τὴν δίκην. </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> νῦν, ὦ κατάρατε, δέσποιναν αὐτὴν καλεῖς; πρῴην δὲ τὸ ἀτιμότατον Φιλοσοφίαν ἀπέφαινες ἐν τοσούτῳ θεάτρῳ ἀποκηρύττων κατὰ μέρη δύʼ ὀβολῶν ἕκαστον εἶδος αὐτῆς τῶν λόγων. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> ὁρᾶτε μὴ οὐ Φιλοσοφίαν οὗτός γε ἀλλὰ γόητας ἄνδρας ἐπὶ τῷ ἡμετέρῳ ὀνόματι πολλὰ καὶ μιαρὰ πράττοντας ἠγόρευεν κακῶς. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> εἴσῃ αὐτίκα, ἢν ἐθέλῃς ἀπολογουμένου ἀκούειν μόνον. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> ἀπίωμεν εἰς Ἄρειον πάγον, μᾶλλον δὲ εἰς τὴν ἀκρόπολιν αὐτήν, ὡς ἂν ἐκ περιωπῆς ἅμα καταφανείη πάντα ἐν τῇ πόλει. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="16"><sp><speaker>Φιλοσοφία</speaker><p rend="merge">ὑμεῖς δέ, ὦ φίλαι, ἐν τῇ Ποικίλῃ τέως περιπατήσατε· ἥξω γὰρ ὑμῖν ἐκδικάσασα τὴν δίκην. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> τίνες δέ εἰσιν, ὦ Φιλοσοφία; πάνυ γάρ μοι κόσμιαι καὶ αὗται δοκοῦσιν.  </p></sp><pb n="v.3.p.26"/><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> ἀρετὴ μὲν ἡ ἀνδρώδης αὕτη, Σωφροσύνη δὲ ἐκείνη καὶ Δικαιοσύνη ἡ<note xml:lang="mul" type="footnote" n="v.3.p.26.n.1">ἡ Fritzsche : not in MSS.</note> παρʼ αὐτήν. ἡ προηγουμένη δὲ Παιδεία, ἡ ἀμυδρὰ δὲ καὶ ἀσαφὴς τὸ χρῶμα ἡ Ἀλήθειά ἐστιν. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> οὐχ ὁρῶ ἥντινα καὶ λέγεις. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> τὴν ἀκαλλώπιστον ἐκείνην οὐχ ὁρᾷς, τὴν γυμνήν, τὴν ὑποφεύγουσαν ἀεὶ καὶ διολισθάνουσαν; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ὁρῶ νῦν μόλις. ἀλλὰ τί οὐχὶ καὶ ταύτας ἄγεις, ὡς πλῆρες γένοιτο καὶ ἐντελὲς τὸ συνέδριον; τὴν Ἀλήθειαν δέ γε καὶ συνήγορον ἀναβιβάσασθαι πρὸς τὴν δίκην βούλομαι. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> νὴ Δία, ἀκολουθήσατε καὶ ὑμεῖς· οὐ βαρὺ γὰρ μίαν δικάσαι δίκην, καὶ ταῦτα περὶ τῶν ἡμετέρων ἐσομένην. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="17"><sp><speaker>Ἀλήθεια</speaker><p rend="align(indent)"> ἄπιτε ὑμεῖς· ἐγὼ γὰρ οὐδὲν δέομαι ἀκούειν ἃ πάλαι οἶδα ὁποῖά ἐστιν. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> ἀλλʼ ἡμῖν, ὦ Ἀλήθεια, ἐν δέοντι συνδικάζοις ἂν καὶ καταμηνύοις ἕκαστα. </p></sp><sp><speaker>Ἀλήθεια</speaker><p rend="align(indent)"> οὐκοῦν ἐπάγωμαι καὶ τὼ θεραπαινιδίω τούτω εὐνοϊκοτάτω μοι ὄντε; </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> καὶ μάλα ὁπόσας ἂν ἐθέλῃς. </p></sp><pb n="v.3.p.28"/><sp><speaker>Ἀλήθεια</speaker><p rend="align(indent)"> ἕπεσθον, ὦ Ἐλευθερία καὶ Παρρησία, μεθʼ ἡμῶν, ὡς τὸν δείλαιον τουτονὶ ἀνθρωπίσκον ἐραστὴν ἡμέτερον ὄντα καὶ κινδυνεύοντα ἐπὶ μηδεμιᾷ προφάσει δικαίᾳ σῶσαι δυνηθῶμεν. σὺ δέ, ὦ Ἔλεγχε, αὐτοῦ περίμεινον. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> μηδαμῶς, ὦ δέσποινα, ἡκέτω δὲ καὶ οὗτος, εἰ καί τις ἄλλος·<note xml:lang="mul" type="footnote" n="v.3.p.28.n.1">εἰ καί τις ἄλλος Fritzsche : καὶ εἴ τις ἄλλος γ; not in β.</note> οὐ γὰρ τοῖς τυχοῦσι θηρίοις προσπολεμῆσαι δεήσει με, ἀλλʼ<note xml:lang="mul" type="footnote" n="v.3.p.28.n.2"> ἀλλ’ edd. not in MSS.</note> ἀλαζόσιν ἀνθρώποις καὶ δυσελέγκτοις, ἀεί τινας ἀποφυγὰς εὑρισκομένοις, ὥστε ἀναγκαῖος ὁ Ἔλεγχος. </p></sp><sp><speaker>Ἔλεγχος<note xml:lang="mul" type="footnote" n="v.3.p.28.n.3">ΕΛΕΓΧΟΣ<note xml:lang="mul" type="footnote" n="v.3.p.28.n.3"> ΕΛΕΓΧΟΣ Gesner: ΦΙΛΟΣ. vulg.</note> Gesner: ΦΙΛΟΣ. vulg.</note></speaker><p rend="align(indent)"> ἀναγκαιότατος μὲν οὖν· ἄμεινον δέ, εἰ καὶ τὴν Ἀπόδειξιν παραλάβοις. </p></sp><sp><speaker>Ἀλήθεια</speaker><p rend="align(indent)"> ἕπεσθε πάντες, ἐπείπερ ἀναγκαῖοι δοκεῖτε πρὸς τὴν δίκην. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="18"><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> ὁρᾷς; προσεταιρίζεται καθʼ ἡμῶν, ὦ Φιλοσοφία, τὴν Ἀλήθειαν. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> εἶτα δέδιτε, ὦ Πλάτων καὶ Χρύσιππε καὶ Ἀριστότελες, μή τι ψεύσηται ὑπὲρ αὐτοῦ Ἀλήθεια οὖσα; </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> οὐ τοῦτο, ἀλλὰ δεινῶς πανοῦργός ἐστιν καὶ κολακικός· ὥστε παραπείσει αὐτήν.  </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> θαρρεῖτε· οὐδὲν μὴ γένηται ἄδικον, Δικαιοσύνης ταύτης συμπαρούσης. </p></sp></div><pb n="v.3.p.30"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="19"><sp><speaker>Φιλοσοφία</speaker><p rend="merge"> ἀνίωμεν οὖν. ἀλλὰ εἰπέ μοι σύ, τί σοι τοὔνομα; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ἐμοί; Παρρησιάδης Ἀληθίωνος τοῦ Ἐλεγξικλέους. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> πατρὶς δέ; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> Σύρος, ὦ Φιλοσοφία, τῶν Ἐπευφρατιδίων. ἀλλὰ τί τοῦτο; καὶ γὰρ τούτων τινὰς οἶδα τῶν ἀντιδίκων μου οὐχ ἧττον ἐμοῦ βαρβάρους τὸ γένος· ὁ τρόπος δὲ καὶ ἡ παιδεία οὐ κατὰ Σολέας ἢ Κυπρίους ἢ Βαβυλωνίους ἢ Σταγειρίτας. καίτοι πρός γε σὲ οὐδὲν ἂν ἔλαττον γένοιτο οὐδʼ εἰ τὴν φωνὴν βάρβαρος εἴη τις, εἴπερ ἡ γνώμη ὀρθὴ καὶ δικαία φαίνοιτο οὖσα. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="20"><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> εὖ λέγεις· ἄλλως γοῦν ἠρόμην. ἡ τέχνη δέ σοι τίς; ἄξιον γὰρ ἐπίστασθαι τοῦτό γε. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> μισαλαζών εἰμι καὶ μισογόης καὶ μισοψευδὴς καὶ μισότυφος καὶ μισῶ πᾶν τὸ τοιουτῶδες εἶδος τῶν μιαρῶν <corr>ἀνθρώπων·</corr> πάνυ δὲ <corr>πολλοί</corr> εἰσιν, ὡς οἶσθα. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> Ἡράκλεις, πολυμισῆ τινα μέτει τὴν τέχνην.  </p></sp><pb n="v.3.p.32"/><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> εὖ λέγεις· ὁρᾷς γοῦν ὁπόσοις ἀπεχθάνομαι καὶ ὡς κινδυνεύω διʼ αὐτήν. </p><p rend="align(indent)">οὐ μὴν ἀλλὰ καὶ τὴν ἐναντίαν αὐτῇ πάνυ ἀκριβῶς οἶδα, λέγω δὲ τὴν ἀπὸ τοῦ φιλο<note xml:lang="mul" type="footnote" n="v.3.p.32.n.1">φιλο Halm : φιλῶ γ, φίλου β. Cf. Arist. Vesp. 77, Luc. adv. Ind.20.</note> τὴν ἀρχὴν <corr>ἔχουσαν·</corr> φιλαλήθης τε γὰρ καὶ φιλόκαλος καὶ φιλαπλοϊκὸς καὶ ὅσα τῷ φιλεῖσθαι συγγενῆ. πλὴν ἀλλʼ ὀλίγοι πάνυ ταύτης ἄξιοι τῆς τέχνης, οἱ δὲ ὑπὸ τῇ ἐναντίᾳ ταττόμενοι καὶ τῷ μίσει οἰκειότεροι πεντακισμύριοι. κινδυνεύω τοιγαροῦν τὴν μὲν ὑπʼ ἀργίας ἀπομαθεῖν ἤδη, τὴν δὲ πάνυ ἠκριβωκέναι. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> καὶ μὴν οὐκ <corr>ἐχρῆν·</corr> τοῦ γὰρ αὐτοῦ καὶ τάδε, φασί, καὶ τάδε· ὥστε μὴ διαίρει τὼ τέχνα· μία γὰρ ἐστὸν δύʼ εἶναι δοκούσα. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ἄμεινον σὺ ταῦτα οἶσθα, ὦ Φιλοσοφία. τὸ μέντοι ἐμὸν τοιοῦτόν ἐστιν, οἷον τοὺς μὲν πονηροὺς μισεῖν, ἐπαινεῖν δὲ τοὺς χρηστοὺς καὶ φιλεῖν. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>