<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2:9-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2:9-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="9"><sp><speaker>Χάρων</speaker><p rend="merge">σὺ δέ μοι ἐκεῖνο εἰπέ, <quote rend="blockquote">τίς τʼ ἄρʼ ὅδʼ ἄλλος ὁ σεμνὸς ἀνήρ;</quote> οὐχ Ἕλλην, ὡς ἔοικεν, ἀπὸ γοῦν τῆς στολῆς. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Κῦρος, ὦ Χάρων, ὁ Καμβύσου, ὃς τὴν ἀρχὴν πάλαι Μήδων ἐχόντων νῦν Περσῶν ἤδη ἐποίησεν εἶναι· καὶ Ἀσσυρίων δʼ ἔναγχος οὗτος ἐκράτησε καὶ Βαβυλῶνα παρεστήσατο καὶ νῦν ἐλασείοντι ἐπὶ Λυδίαν ἔοικεν, ὡς καθελὼν τὸν Κροῖσον ἄρχοι ἁπάντων. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὁ Κροῖσος δὲ ποῦ ποτε κἀκεῖνός ἐστιν; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἐκεῖσε ἀπόβλεψον ἐς τὴν μεγάλην ἀκρόπολιν, τὴν τὸ τριπλοῦν τεῖχος· Σάρδεις ἐκεῖναι, καὶ τὸν Κροῖσον αὐτὸν ὁρᾷς ἤδη ἐπὶ κλίνης χρυσῆς καθήμενον, Σόλωνι τῷ Ἀθηναίῳ <corr>διαλεγόμενον.</corr> βούλει ἀκούσωμεν αὐτῶν ὅ τι καὶ λέγουσι; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> πάνυ μὲν οὖν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="10"><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ὦ ξένε Ἀθηναῖε, εἶδες γάρ μου τὸν πλοῦτον καὶ τοὺς θησαυροὺς καὶ ὅσος ἄσημος<note xml:lang="mul" type="footnote" n="v.2.p.414.n.1">ἄσημος καὶ γ, Ν: ἄσημος καὶ ἐπίσημος ?</note> χρυσός ἐστιν ἡμῖν καὶ τὴν ἄλλην πολυτέλειαν, εἰπέ μοι, τίνα ἡγῇ τῶν ἁπάντων ἀνθρώπων εὐδαιμονέστατον εἶναι. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> τί ἄρα ὁ Σόλων ἐρεῖ; </p></sp><pb n="v.2.p.416"/><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> θάρρει· οὐδὲν ἀγεννές, ὦ Χάρων. </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> ὦ Κροῖσε, ὀλίγοι μὲν οἱ εὐδαίμονες· ἐγὼ δὲ ὧν οἶδα Κλέοβιν καὶ Βίτωνα ἡγοῦμαι εὐδαιμονεστάτους γενέσθαι, τοὺς τῆς ἱερείας παῖδας τῆς Ἀργόθεν, τοὺς ἅμα πρῴην ἀποθανόντας, ἐπεὶ τὴν μητέρα ὑποδύντες εἵλκυσαν ἐπὶ τῆς ἀπήνης ἄχρι πρὸς τὸ ἱερόν. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ἔστω· ἐχέτωσαν ἐκεῖνοι τὰ πρῶτα τῆς εὐδαιμονίας. ὁ δεύτερος δὲ τίς ἂν εἴη; </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> Τέλλος ὁ Ἀθηναῖος, ὃς εὖ τʼ ἐβίω καὶ ἀπέθανεν ὑπὲρ τῆς πατρίδος. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ἐγὼ δέ, ὦ κάθαρμα, οὔ σοι δοκῶ εὐδαίμων εἶναι; </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> οὐδέπω οἶδα, ὦ Κροῖσε, ἢν μὴ πρὸς τὸ τέλος ἀφίκῃ τοῦ βίου· ὁ γὰρ θάνατος ἀκριβὴς ἔλεγχος τῶν τοιούτων καὶ τὸ ἄχρι πρὸς τὸ τέρμα εὐδαιμόνως διαβιῶναι. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> κάλλιστα, ὦ Σόλων, ὅτι ἡμῶν οὐκ ἐπιλέλησαι, ἀλλὰ παρὰ τὸ πορθμεῖον αὐτὸ ἀξιοῖς γίγνεσθαι τὴν περὶ τῶν τοιούτων κρίσιν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="11"><sp><speaker>Χάρων</speaker><p rend="merge"><corr>ἀλλὰ</corr> τίνας ἐκείνους ὁ Κροῖσος ἐκπέμπει ἢ τί ἐπὶ τῶν ὤμων φέρουσι; </p></sp><pb n="v.2.p.418"/><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> πλίνθους τῷ Πυθίῳ χρυσᾶς ἀνατίθησι μισθὸν τῶν χρησμῶν ὑφʼ ὧν καὶ ἀπολεῖται μικρὸν <corr>ὕστερον·</corr> φιλόμαντις δὲ ἁνὴρ<note xml:lang="mul" type="footnote" n="v.2.p.418.n.1">ἁνὴρ Dindorf: ἄνηρ Γ; ὁ ἀνὴρ other MSS.</note> ἐκτόπως. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἐκεῖνο γάρ ἐστιν ὁ χρυσός, τὸ λαμπρὸν ὃ ἀποστίλβει, τὸ ὕπωχρον μετʼ ἐρυθήματος; νῦν γὰρ πρῶτον εἶδον, ἀκούων ἀεί. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἐκεῖνο, ὦ Χάρων, τὸ ἀοίδιμον ὄνομα καὶ περιμάχητον. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> καὶ μὴν οὐχ ὁρῶ ὅ τι τὸ ἀγαθὸν αὐτῷ πρόσεστιν, εἰ μὴ ἄρα ἕν τι μόνον, ὅτι βαρύνονται οἱ φέροντες αὐτό. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> οὐ γὰρ οἶσθα ὅσοι πόλεμοι διὰ τοῦτο καὶ ἐπιβουλαὶ καὶ λῃστήρια καὶ ἐπιορκίαι καὶ φόνοι καὶ δεσμὰ<note xml:lang="mul" type="footnote" n="v.2.p.418.n.2">δεσμὰ Spath: δεσμὰ καὶ πλοῦς MSS. Somebody has put in an allusion to the quest of the Golden Fleece.</note> καὶ ἐμπορίαι καὶ δουλεῖαι; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> διὰ τοῦτο, ὦ Ἑρμῆ, τὸ μὴ πολὺ τοῦ χαλκοῦ διαφέρον; οἶδα γὰρ τὸν χαλκόν, ὀβολόν, ὡς οἶσθα, παρὰ τῶν καταπλεόντων ἑκάστου ἐκλέγων. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ναί· ἀλλὰ ὁ χαλκὸς μὲν πολύς, ὥστε οὐ πάνυ σπουδάζεται ὑπʼ <corr>αὐτῶν·</corr> τοῦτον δὲ ὀλίγον ἐκ πολλοῦ τοῦ βάθους οἱ μεταλλεύοντες ἀνορύττουσι· πλὴν ἀλλὰ ἐκ τῆς γῆς καὶ οὗτος ὥσπερ ὁ μόλυβδος καὶ τὰ ἄλλα. </p></sp><pb n="v.2.p.420"/><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> δεινήν τινα λέγεις τῶν ἀνθρώπων τὴν ἀβελτερίαν, οἳ τοσοῦτον ἔρωτα ἐρῶσιν ὠχροῦ καὶ βαρέος κτήματος. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἀλλὰ οὐ Σόλων γε ἐκεῖνος, ὦ Χάρων, ἐρᾶν αὐτοῦ φαίνεται, ὅς, ὡς ὁρᾷς, καταγελᾷ τοῦ Κροίσου καὶ τῆς μεγαλαυχίας τοῦ βαρβάρου, καί μοι δοκεῖν ἐρέσθαι τι βούλεται <corr>αὐτόν·</corr> ἐπακούσωμεν οὖν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="12"><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> εἰπέ μοι, ὦ Κροῖσε, οἴει γάρ τι δεῖσθαι τῶν πλίνθων τούτων τὸν Πύθιον; </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> νὴ Δίʼ· οὐ γάρ ἐστιν αὐτῷ ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον. </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> οὐκοῦν μακάριον οἴει τὸν θεὸν ἀποφανεῖν,<note xml:lang="mul" type="footnote" n="v.2.p.420.n.1">ἀποφανεῖν Dindorf: ἀποφαίνειν MSS.</note> εἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς; </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> πῶς γὰρ οὔ; </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> πολλήν μοι λέγεις, ὦ Κροῖσε, πενίαν ἐν τῷ οὐρανῷ, εἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ <corr>χρυσίον</corr> δεήσει αὐτούς, ἢν ἐπιθυμήσωσι. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ποῦ γὰρ τοσοῦτος ἂν γίνοιτο χρυσὸς ὅσος παρʼ ἡμῖν; </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> εἰπέ μοι, σίδηρος δὲ φύεται ἐν Λυδίᾳ; </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> οὐ πάνυ τι. </p></sp><pb n="v.2.p.422"/><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστε. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> πῶς ἀμείνων ὁ σίδηρος χρυσίου; </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> ἢν ἀποκρίνῃ μηδὲν ἀγανακτῶν, μάθοις ἄν. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ἐρώτα, ὦ Σόλων. </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> πότεροι ἀμείνους, οἱ σώζοντές τινας ἢ οἱ σωζόμενοι πρὸς αὐτῶν; </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> οἱ σώζοντες δηλαδή. </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> ἆρʼ οὖν, ἢν Κῦρος, ὡς λογοποιοῦσι τινες, ἐπίῃ Λυδοῖς, χρυσᾶς μαχαίρας σὺ ποιήσῃ τῷ στρατῷ, ἢ ὁ σίδηρος ἀναγκαῖος τότε; </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ὁ σίδηρος δῆλον ὅτι. </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> καὶ εἴ γε τοῦτον μὴ παρασκευάσαιο, οἴχοιτο ἄν σοι ὁ χρυσὸς ἐς Πέρσας αἰχμάλωτος. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> εὐφήμει, ἄνθρωπε. </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> μὴ γένοιτο μὲν οὕτω ταῦτα· φαίνῃ δʼ οὖν ἀμείνω τοῦ χρυσοῦ τὸν σίδηρον ὁμολογῶν. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> οὐκοῦν καὶ τῷ θεῷ σιδηρᾶς πλίνθους κελεύεις ἀνατιθέναι με, τὸν δὲ χρυσὸν ὀπίσω αὖθις ἀνακαλεῖν; </p></sp><pb n="v.2.p.424"/><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> οὐδὲ σιδήρου ἐκεῖνός γε δεήσεται, ἀλλʼ <corr>ἤν</corr> τε χαλκὸν ἤν τε χρυσὸν ἀναθῇς, ἄλλοις μέν ποτε κτῆμα καὶ ἕρμαιον ἔσῃ ἀνατεθεικώς, Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ Δελφοῖς αὐτοῖς ἤ τινι τυράννῳ ἢ λῃστῇ, τῷ δὲ θεῷ ὀλίγον μέλει τῶν σῶν χρυσοποιιῶν. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ἀεὶ σύ μου τῷ πλούτῳ προσπολεμεῖς καὶ φθονεῖς. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>