<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2:5-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2:5-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="5"><sp><speaker>Ἑρμῆς</speaker><p rend="merge">παπαῖ, κάτω ἔτι ἐσμὲν ἐν ὑπωρείᾳ τοῦ οὐρανοῦ· ἀπὸ μὲν γὰρ τῶν ἑῴων μόγις Ἰωνία καὶ Λυδία φαίνεται, ἀπὸ δὲ τῆς ἑσπέρας οὐ πλέον Ἰταλίας καὶ Σικελίας, ἀπὸ δὲ τῶν ἀρκτῴων τὰ ἐπὶ τάδε τοῦ Ἴστρου μόνον, κἀκεῖθεν ἡ Κρήτη οὐ πάνυ σαφῶς. μετακινητέα ἡμῖν, ὦ <pb n="v.2.p.406"/> πορθμεῦ, καὶ ἡ Οἴτη, ὡς ἔοικεν, εἶτα ὁ Παρνασσὸς ἐπὶ πᾶσιν. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> οὕτω ποιῶμεν. ὅρα μόνον μὴ λεπτότερον ἐξεργασώμεθα τὸ ἔργον ἀπομηκύναντες πέρα τοῦ πιθανοῦ, εἶτα συγκαταρριφέντες αὐτῷ πικρᾶς τῆς Ὁμήρου οἰκοδομικῆς πειραθῶμεν συντριβέντες τῶν κρανίων. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> θάρρει· ἀσφαλῶς γὰρ ἕξει ἅπαντα. μετατίθει τὴν <corr>Οἴτην·</corr> ἐπικυλινδείσθω ὁ <corr>Παρνασσός.</corr> ἰδοὺ δή, ἐπάνειμι αὖθις· εὖ ἔχει· πάντα ὁρῶ· ἀνάβαινε ἤδη καὶ σύ. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὄρεξον, ὦ Ἑρμῆ, τὴν χεῖρα· οὐ γὰρ ἐπὶ <corr>μικράν</corr> με ταύτην μηχανὴν ἀναβιβάζεις. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> εἴ γε καὶ ἰδεῖν ἐθέλεις, ὦ Χάρων, ἅπαντα· οὐκ ἔνι δὲ ἄμφω καὶ ἀσφαλῆ καὶ φιλοθεάμονα εἶναι. ἀλλʼ ἔχου μου τῆς δεξιᾶς καὶ φείδου μὴ κατὰ τοῦ ὀλισθηροῦ πατεῖν. εὖ γε, ἀνελήλυθας καὶ <corr>σύ·</corr> καὶ ἐπείπερ δικόρυμβος ὁ Παρνασσός ἐστι, μίαν ἑκάτερος ἄκραν ἀπολαβόμενοι καθεζώμεθα· σὺ δέ μοι ἤδη ἐν κύκλῳ περιβλέπων ἐπισκόπει ἅπαντα. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="6"><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὁρῶ γῆν πολλὴν καὶ λίμνην τινὰ μεγάλην περιρρέουσαν καὶ ὄρη καὶ ποταμοὺς τοῦ Κωκυτοῦ καὶ Πυριφλεγέθοντος μείζονας καὶ ἀνθρώπους πάνυ σμικροὺς καί τινας φωλεοὺς αὐτῶν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> πόλεις <corr>ἐκεῖναί</corr> εἰσιν οὓς φωλεοὺς εἶναι νομίζεις. </p></sp><pb n="v.2.p.408"/><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> οἶσθα οὖν, ὦ Ἑρμῆ, ὡς οὐδὲν ἡμῖν πέπρακται, ἀλλὰ μάτην τὸν Παρνασσὸν αὐτῇ Κασταλίᾳ καὶ τὴν Οἴτην καὶ τὰ ἄλλα ὄρη μετεκινήσαμεν; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ὅτι τί; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> οὐδὲν ἀκριβὲς ἐγὼ γοῦν ἀπὸ τοῦ ὑψηλοῦ ὁρῶ· ἐδεόμην δὲ οὐ πόλεις καὶ ὄρη αὐτὸ μόνον ὥσπερ ἐν γραφαῖς ὁρᾶν, ἀλλὰ τοὺς ἀνθρώπους αὐτοὺς καὶ ἃ πράττουσι καὶ οἷα λέγουσιν. ὥσπερ ὅτε με τὸ πρῶτον ἐντυχὼν εἶδες γελῶντα καὶ ἤρου γε ὅ τι γελῴην, ἀκούσας τινὸς ἥσθην εἰς ὑπερβολήν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> τί δὲ τοῦτο ἦν; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἐπὶ δεῖπνον, οἶμαι, κληθείς τις<note xml:lang="mul" type="footnote" n="v.2.p.408.n.1">τις ς, Herwerden: not in best MSS.</note> ὑπό τινος τῶν φίλων ἐς τὴν ὑστεραίαν, <q>μάλιστα ἥξω,</q> ἔφη, καὶ μεταξὺ λέγοντος ἀπὸ τοῦ τέγους κεραμὶς ἐμπεσοῦσα οὐκ οἶδʼ ὅτου κινήσαντος ἀπέκτεινεν αὐτόν. ἐγέλασα οὖν οὐκ ἐπιτελέσαντος τὴν ὑπόσχεσιν. ἔοικα δὲ καὶ νῦν ὑποκαταβήσεσθαι, ὡς μᾶλλον βλέποιμι καὶ ἀκούοιμι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="7"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἔχʼ ἀτρέμα· καὶ τοῦτο γὰρ ἐγὼ ἰάσομαί σοι καὶ ὀξυδερκέστατον ἐν βραχεῖ σε<note xml:lang="mul" type="footnote" n="v.2.p.408.n.2">σε not in MSS.: after ὀξυδερκέστατον Sommerbrodt, after ἐν βραχεῖ Harmon</note> ἀποφανῶ παρʼ Ὁμήρου τινὰ καὶ πρὸς τοῦτο ἐπῳδὴν λαβών, κἀπειδὰν εἴπω τὰ ἔπη, μέμνησο μηκέτι ἀμβλυώττειν, ἀλλὰ σαφῶς πάντα ὁρᾶν. </p></sp><pb n="v.2.p.410"/><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> λέγε μόνον. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"><quote rend="blockquote"><l>ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν,</l><l>ὄφρʼ εὖ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.</l></quote> τί ἐστιν; ἤδη ὁρᾷς; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὑπερφυῶς γε· τυφλὸς ὁ Λυγκεὺς ἐκεῖνος ὡς πρὸς ἐμέ· ὥστε σὺ τὸ ἐπὶ τούτῳ προσδίδασκέ με καὶ ἀποκρίνου ἐρωτῶντι. ἀλλὰ βούλει κατὰ τὸν Ὅμηρον κἀγὼ ἔρωμαί σε, ὡς μάθῃς οὐδʼ αὐτὸν ἀμελέτητον ὄντα με τῶν Ὁμήρου; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> καὶ πόθεν σὺ ἔχεις τι τῶν ἐκείνου εἰδέναι, ναύτης ἀεὶ καὶ πρόσκωπος ὤν; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὁρᾷς, ὀνειδιστικὸν τοῦτο εἰς τὴν τέχνην. ἐγὼ δὲ ὁπότε διεπόρθμευον αὐτὸν ἀποθανόντα, πολλὰ ῥαψῳδοῦντος ἀκούσας ἐνίων ἔτι μέμνημαι· καίτοι χειμὼν ἡμᾶς οὐ μικρὸς τότε κατελάμβανεν. ἐπεὶ γὰρ ἤρξατο ᾄδειν οὐ πάνυ αἴσιόν τινα ᾠδὴν τοῖς πλέουσιν, ὡς ὁ Ποσειδῶν συνήγαγε τὰς νεφέλας καὶ ἐτάραξε τὸν πόντον ὥσπερ τορύνην τινὰ ἐμβαλὼν τὴν τρίαιναν καὶ πάσας τὰς θυέλλας ὠρόθυνε καὶ ἄλλα πολλά, κυκῶν τὴν θάλατταν ὑπὸ τῶν ἐπῶν, χειμὼν ἄφνω καὶ γνόφος ἐμπεσὼν ὀλίγου δεῖν περιέτρεψεν ἡμῖν τὴν <corr>ναῦν·</corr> ὅτε περ καὶ ναυτιάσας ἐκεῖνος ἀπήμεσε τῶν ῥαψῳδιῶν τὰς πολλὰς αὐτῇ Σκύλλῃ καὶ Χαρύβδει καὶ <pb n="v.2.p.412"/> Κύκλωπι. οὐ χαλεπὸν οὖν ἦν ἐκ τοσούτου ἐμέτου ὀλίγα γοῦν διαφυλάττειν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="8"><sp><speaker>Χάρων</speaker><p rend="merge">εἰπὲ γάρ μοι· <quote rend="blockquote"><l>τίς τʼ ἄρʼ<note xml:lang="mul" type="footnote" n="v.2.p.412.n.1">τ'  ἄρʼ Fritzsche: γὰρ MSS (om. Γ).</note> ὅδʼ ἐστὶ πάχιστος ἀνὴρ ἠΰς τε μέγας τε,</l><l>ἔξοχος ἀνθρώπων κεφαλὴν καὶ εὐρέας ὤμους;</l></quote> </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Μίλων οὗτος ὁ ἐκ Κρότωνος ἀθλητής. ἐπικροτοῦσι δʼ αὐτῷ οἱ Ἕλληνες, ὅτι τὸν ταῦρον ἀράμενος φέρει διὰ τοῦ σταδίου μέσου. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> καὶ πόσῳ δικαιότερον ἂν ἐμέ, ὦ Ἑρμῆ, ἐπαινοῖεν, ὃς αὐτόν σοι τὸν Μίλωνα μετʼ <corr>ὀλίγοι</corr> συλλαβὼν ἐνθήσομαι ἐς τὸ σκαφίδιον, ὁπόταν ἥκῃ πρὸς ἡμᾶς ὑπὸ τοῦ ἀμαχωτάτου τῶν ἀνταγωνιστῶν καταπαλαισθεὶς τοῦ Θανάτου, μηδὲ συνεὶς ὅπως αὐτὸν ὑποσκελίζει; κᾆτα οἰμώξεται ἡμῖν δηλαδὴ μεμνημένος τῶν στεφάνων τούτων καὶ τοῦ κρότου· νῦν δὲ μέγα φρονεῖ θαυμαζόμενος ἐπὶ τῇ τοῦ ταύρου φορᾷ. τί δʼ οὖν; οἰηθῶμεν ἄρα ἐλπίζειν αὐτὸν καὶ τεθνήξεσθαί ποτε; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> πόθεν ἐκεῖνος θανάτου νῦν μνημονεύσειεν ἂν ἐν ἀκμῇ τοσαύτῃ; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἔα τοῦτον οὐκ εἰς μακρὰν γέλωτα ἡμῖν <pb n="v.2.p.414"/> παρέξοντα ὁπόταν πλέῃ, μηδʼ ἐμπίδα οὐχ ὅπως ταῦρον ἔτι ἄρασθαι δυνάμενος. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>