<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2:3-4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2:3-4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2" n="3"><sp><speaker>Ἕταιρος</speaker><p rend="align(indent)"> εἶτα, ὦ τολμηρότατε πάντων, οὐκ ἐδεδοίκεις μὴ καὶ σύ που τῆς θαλάττης καταπεσὼν <corr>Μενίππειόν</corr> τι πέλαγος ἡμῖν ὥσπερ τὸ Ἰκάριον ἀποδείξῃς ἐπὶ τῷ σεαυτοῦ ὀνόματι; </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> οὐδαμῶς· ὁ μὲν γὰρ Ἴκαρος ἅτε κηρῷ τὴν πτέρωσιν ἡρμοσμένος, ἐπειδὴ τάχιστα πρὸς τὸν ἥλιον ἐκεῖνος ἐτάκη, πτερορρυήσας εἰκότως <corr>κατέπεσεν·</corr> ἡμῖν <corr>δὲ</corr> ἀκήρωτα ἦν τὰ ὠκύπτερα. </p></sp><sp><speaker>Ἕταιρος</speaker><p rend="align(indent)"> πῶς λέγεις; ἤδη γὰρ οὐκ οἶδʼ ὅπως ἠρέμα με προσάγεις πρὸς τὴν ἀλήθειαν τῆς διηγήσεως. </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> Ὧδέ πως· ἀετὸν εὐμεγέθη συλλαβών, ἔτι δὲ γῦπα τῶν καρτερῶν, ἀποτεμὼν αὐταῖς ὠλέναις τὰ πτερὰ — μᾶλλον δὲ καὶ πᾶσαν ἐξ ἀρχῆς τὴν ἐπίνοιαν, εἴ σοι σχολή, δίειμι. </p></sp><sp><speaker>Ἕταιρος</speaker><p rend="align(indent)"> πάνυ μὲν <corr>οὖν·</corr> ὡς ἐγώ σοι μετέωρός εἰμι ὑπὸ τῶν λόγων καὶ πρὸς τὸ τέλος ἤδη κέχηνα τῆς ἀκροάσεως· μηδὲ πρὸς Φιλίου με περιίδῃς ἄνω που τῆς διηγήσεως ἐκ τῶν ὤτων ἀπηρτημένον. </p></sp></div><pb n="v.2.p.274"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2" n="4"><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> ἄκουε <corr>τοίνυν·</corr> οὐ γὰρ ἀστεῖόν γε τὸ θέαμα κεχηνότα φίλον ἐγκαταλιπεῖν, καὶ ταῦτα ὡς σὺ φὴς ἐκ τῶν ὤτων ἀπηρτημένον.</p><p rend="align(indent)"> ἐγὼ γὰρ ἐπειδὴ τάχιστα ἐξετάζων τὰ κατὰ τὸν βίον γελοῖα καὶ ταπεινὰ καὶ ἀβέβαια τὰ ἀνθρώπινα πάντα εὕρισκον, πλούτους λέγω καὶ ἀρχὰς καὶ δυναστείας, καταφρονήσας αὐτῶν καὶ τὴν περὶ ταῦτα σπουδὴν ἀσχολίαν τῶν ἀληθῶς σπουδαίων ὑπολαβὼν ἀνακύπτειν τε καὶ πρὸς τὸ πᾶν ἀποβλέπειν <corr>ἐπειρώμην·</corr> καί μοι ἐνταῦθα πολλήν τινα παρεῖχε τὴν ἀπορίαν πρῶτον μὲν αὐτὸς οὗτος ὁ ὑπὸ τῶν σοφῶν καλούμενος κόσμος· οὐ γὰρ εἶχον εὑρεῖν οὔθʼ ὅπως ἐγένετο οὔτε τὸν δημιουργὸν οὔτε ἀρχὴν οὔθʼ ὅ τι τὸ τέλος ἐστὶν αὐτοῦ. ἔπειτα δὲ <corr>κατὰ</corr> μέρος ἐπισκοπῶν πολὺ μᾶλλον ἀπορεῖν <corr>ἠναγκαζόμην·</corr> τούς τε γὰρ ἀστέρας ἑώρων ὡς ἔτυχε τοῦ οὐρανοῦ διερριμμένους καὶ τὸν ἥλιον αὐτὸν τί ποτε ἦν ἄρα ἐπόθουν εἰδέναι· μάλιστα δὲ τὰ κατὰ τὴν σελήνην ἄτοπά μοι καὶ παντελῶς παράδοξα κατεφαίνετο, καὶ τὸ πολυειδὲς αὐτῆς τῶν σχημάτων ἀπόρρητόν τινα τὴν αἰτίαν ἔχειν ἐδοκίμαζον. οὐ μὴν ἀλλὰ καὶ ἀστραπὴ διαΐξασα καὶ βροντὴ καταρραγεῖσα καὶ ὑετὸς ἢ χιὼν ἢ χάλαζα κατενεχθεῖσα καὶ ταῦτα δυσείκαστα πάντα καὶ ἀτέκμαρτα ἦν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>