<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2:19-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2:19-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2" n="19"><sp><speaker>Ἕταιρος</speaker><p rend="align(indent)"> ὦ μακάριε Μένιππε τῆς παραδόξου θέας. <pb n="v.2.p.300"/> αἱ δὲ δὴ πόλεις πρὸς Διὸς καὶ οἱ ἄνδρες αὐτοὶ πηλίκοι διεφαίνοντο ἄνωθεν;<note xml:lang="mul" type="footnote" n="v.2.p.300.n.1">ἄνωθεν Cobet: ἄνω MSS.</note> </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> οἶμαί σε πολλάκις ἤδη μυρμήκων ἀγορὰν ἑωρακέναι, τοὺς μὲν εἰλουμένους περὶ τὸ στόμα τοῦ φωλεοῦ κἀν τῷ μέσῳ πολιτευομένους,<note xml:lang="mul" type="footnote" n="v.2.p.300.n.2">περὶ τὸ στόμα . . . πολιτευομένους margin of Γ: not elsewhere. (κἀν Harmon: καὶ Γ.) </note> ἐνίους δʼ ἐξιόντας, ἑτέρους δὲ ἐπανιόντας αὖθις εἰς τὴν <corr>πόλιν·</corr> καὶ ὁ μέν τις τὴν κόπρον ἐκφέρει, ὁ δὲ ἁρπάσας ποθὲν ἢ κυάμου λέπος ἢ πυροῦ ἡμίτομον θεῖ φέρων. εἰκὸς δὲ εἶναι παρʼ αὐτοῖς κατὰ λόγον τοῦ μυρμήκων βίου καὶ οἰκοδόμους τινὰς καὶ δημαγωγοὺς καὶ πρυτάνεις καὶ μουσικοὺς καὶ φιλοσόφους. πλὴν αἵ γε πόλεις αὐτοῖς ἀνδράσι ταῖς μυρμηκιαῖς μάλιστα ἐῴκεσαν. εἰ δέ σοι μικρὸν δοκεῖ τὸ παράδειγμα, τὸ ἀνθρώπους εἰκάσαι τῇ μυρμήκων πολιτείᾳ, τοὺς παλαιοὺς μύθους ἐπίσκεψαι τῶν <corr>Θετταλῶν·</corr> εὑρήσεις γὰρ τοὺς Μυρμιδόνας, τὸ μαχιμώτατον φῦλον, ἐκ μυρμήκων ἄνδρας γεγονότας.</p><p rend="align(indent)"> ἐπειδὴ δʼ οὖν πάντα ἱκανῶς ἑώρατο<note xml:lang="mul" type="footnote" n="v.2.p.300.n.3">ἑώρατο Struve: ἑωρᾶτο MSS.</note> καὶ κατεγεγέλαστό μοι, διασείσας ἐμαυτὸν ἀνεπτόμην <quote rend="blockquote">δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.</quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2" n="20"><sp><speaker>Μένιππος</speaker><p rend="merge">οὔπω στάδιον ἀνεληλύθειν καὶ ἡ Σελήνη γυναικείαν φωνὴν προϊεμένη, <q>Μένιππε,</q> φησίν, <q>οὕτως ὄναιο, διακόνησαί μοί τι πρὸς τὸν Δία.</q> <q> λέγοις ἄν,</q> ἦν δʼ ἐγώ· <q>βαρὺ γὰρ οὐδέν, ἢν μή τι φέρειν δέῃ.</q> <q>πρεσβείαν,</q> ἔφη, <q>τινὰ οὐ χαλεπὴν καὶ δέησιν ἀπένεγκε<note xml:lang="mul" type="footnote" n="v.2.p.300.n.4">ἀπένεγκε Cobet: ἀπένεγκαι, ἀπενέγκαι MSS.</note> παρʼ ἐμοῦ τῷ <pb n="v.2.p.302"/> Διί· ἀπείρηκα γὰρ ἤδη, Μένιππε, πολλὰ καὶ δεινὰ παρὰ τῶν φιλοσόφων ἀκούουσα, οἷς οὐδὲν ἕτερόν ἐστιν ἔργον ἢ τἀμὰ πολυπραγμονεῖν, τίς εἰμι καὶ πηλίκη, καὶ διʼ ἥντινα αἰτίαν διχότομος ἢ ἀμφίκυρτος <corr>γίγνομαι.</corr> καὶ οἱ μὲν <corr>κατοικεῖσθαί</corr> μέ φασιν, οἱ δὲ κατόπτρου δίκην ἐπικρέμασθαι τῇ θαλάττῃ, οἱ δὲ ὅ τι ἂν ἕκαστος ἐπινοήσῃ τοῦτό μοι προσάπτουσι. τὰ τελευταῖα δὲ καὶ τὸ φῶς αὐτὸ κλοπιμαῖόν τε καὶ νόθον εἶναί μοί φασιν ἄνωθεν ἧκον παρὰ τοῦ Ἡλίου, καὶ οὐ παύονται καὶ πρὸς τοῦτόν με ἀδελφὸν ὄντα συγκροῦσαι καὶ στασιάσαι προαιρούμενοι· οὐ γὰρ ἱκανὰ ἦν αὐτοῖς ἃ περὶ αὐτοῦ εἰρήκασι τοῦ Ἡλίου, λίθον αὐτὸν εἶναι καὶ μύδρον διάπυρον.</q> </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>