<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2:13-14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2:13-14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2" n="13"><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> εὖ γε<note xml:lang="mul" type="footnote" n="v.2.p.288.n.1">γε Fritzsche: με MSS.</note> ὑπέμνησας· ὃ γὰρ μάλιστα ἐχρῆν εἰπεῖν, τοῦτο οὐκ οἶδʼ ὅπως παρέλιπον. ἐπεὶ γὰρ αὐτὴν μὲν ἐγνώρισα τὴν γῆν ἰδών, τὰ δʼ ἄλλα οὐχ οἷός τε ἦν καθορᾶν ὑπὸ τοῦ βάθους ἅτε τῆς ὄψεως μηκέτι ἐφικνουμένης, πάνυ μʼ ἠνία τὸ χρῆμα καὶ πολλὴν παρεῖχε τὴν ἀπορίαν. κατηφεῖ δὲ ὄντι μοι καὶ ὀλίγου δεῖν δεδακρυμένῳ ἐφίσταται κατόπιν ὁ σοφὸς Ἐμπεδοκλῆς, ἀνθρακίας τις ἰδεῖν καὶ σποδοῦ ἀνάπλεως καὶ κατωπτημένος· κἀγὼ μὲν ὡς εἶδον, — εἰρήσεται γάρ — ὑπεταράχθην καί τινα σεληναῖον δαίμονα ᾠήθην <corr>ὁρᾶν·</corr> ὁ δέ, <q>θάρρει,</q> φησίν, <q>ὦ Μένιππε, <quote rend="blockquote">οὔτις τοι θεός εἰμι, τί μʼ ἀθανάτοισιν ἐΐσκεις;</quote> <pb n="v.2.p.290"/> ὁ φυσικὸς οὗτός εἰμι Ἐμπεδοκλῆς· ἐπεὶ γὰρ ἐς τοὺς κρατῆρας ἐμαυτὸν φέρων ἐνέβαλον, ὁ <corr>καπνός</corr> με ἀπὸ τῆς Αἴτνης ἁρπάσας δεῦρο ἀνήγαγε, καὶ νῦν ἐν τῇ σελήνῃ κατοικῶ ἀεροβατῶν τὰ πολλὰ καὶ σιτοῦμαι δρόσον. ἥκω τοίνυν σε ἀπολύσων τῆς παρούσης ἀπορίας· ἀνιᾷ γάρ σε, οἶμαι, καὶ στρέφει τὸ μὴ σαφῶς τὰ ἐπὶ γῆς <corr>ὁρᾶν·</corr>.</q> <q>εὖ γε<note xml:lang="mul" type="footnote" n="v.2.p.288.n.1">γε Fritzsche: με MSS.</note> ἐποίησας,</q> ἦν δʼ ἐγώ, <q> βέλτιστε Ἐμπεδόκλεις, κἀπειδὰν τάχιστα κατάπτωμαι πάλιν ἐς τὴν Ἑλλάδα, μεμνήσομαι σπένδειν τέ σοι ἐπὶ τῆς καπνοδόκης κἀν ταῖς νουμηνίαις πρὸς τὴν σελήνην τρὶς ἐγχανὼν προσεύχεσθαι.</q> <q>ἀλλὰ μὰ τὸν Ἐνδυμίωνα,</q> ἦ δʼ ὅς, <q>οὐχὶ τοῦ μισθοῦ χάριν ἀφῖγμαι, πέπονθα δέ τι τὴν ψυχὴν ἰδών σε λελυπημένον. ἀτὰρ οἶσθα ὅ τι δράσας ὀξυδερκὴς γενήσῃ;</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2" n="14"><sp><speaker>Μένιππος</speaker><p rend="merge"><q>μὰ Δίʼ,</q> ἦν δʼ ἐγώ, <q>ἢν μὴ σύ μοι<corr>τὴν</corr> ἀχλύν πως ἀφέλῃς ἀπὸ τῶν <corr>ὀμμάτων·</corr> νῦν γὰρ δὴ λημᾶν οὐ μετρίως δοκῶ.</q> <q> καὶ μὴν οὐδέν σε,</q> ἦ δʼ ὅς, <q> ἐμοῦ δεήσει· τὸ γὰρ ὀξυδερκὲς αὐτὸς ἤδη γῆθεν ἥκεις ἔχων.</q> <q>τί οὖν τοῦτό ἐστιν; οὐ γὰρ οἶδʼ,</q> ἔφην. <q>οὐκ οἶσθα,</q> ἦ δʼ ὅς, <q>ἀετοῦ<corr>τὴν</corr> πτέρυγα <corr>τὴν</corr> δεξιὰν περικείμενος;</q> <q> καὶ μάλα,</q> ἦν δʼ ἐγώ· <q>τί δʼ οὖν πτέρυγι καὶ ὀφθαλμῷ κοινόν ἐστιν;</q> <q> ὅτι,</q> ἦ δʼ ὅς, <q> παρὰ πολὺ τῶν ἄλλων ζῴων ἀετός ἐστιν ὀξυωπέστατος, ὥστε μόνος ἀντίον δέδορκε τῷ ἡλίῳ, καὶ τοῦτό ἐστιν ὁ γνήσιος καὶ βασιλεὺς ἀετός, ἢν ἀσκαρδαμυκτὶ πρὸς τὰς ἀκτῖνας βλέπῃ.</q> <q> φασὶ ταῦτα,</q> ἦν δʼ <pb n="v.2.p.292"/> ἐγώ, <q>καί μοι ἤδη μεταμέλει ὅτι δεῦρο ἀνιὼν οὐχὶ τὼ ὀφθαλμὼ τοῦ ἀετοῦ ἐνεθέμην τοὺς ἐμοὺς <corr>ἐξελών·</corr> ὡς νῦν γε ἡμιτελὴς ἀφῖγμαι καὶ οὐ πάντα βασιλικῶς ἐνεσκευασμένος, ἀλλʼ ἔοικα τοῖς νόθοις ἐκείνοις καὶ ἀποκηρύκτοις.</q> <q>καὶ μὴν πάρα σοί,</q> ἦ δʼ ὅς, <q> αὐτίκα μάλα τὸν ἕτερον ὀφθαλμὸν ἔχειν βασιλικόν· ἢν γὰρ ἐθελήσῃς μικρὸν ἀναστὰς ἐπισχὼν τοῦ γυπὸς<corr>τὴν</corr> πτέρυγα θατέρᾳ μόνῃ πτερύξασθαι, κατὰ λόγον τῆς πτέρυγος τὸν δεξιὸν ὀφθαλμὸν ὀξυδερκὴς ἔσῃ· τὸν δὲ ἕτερον οὐδεμία μηχανὴ μὴ οὐκ ἀμβλύτερον δεδορκέναι τῆς μερίδος ὄντα τῆς χείρονος.</q> <q>ἃλις,</q> ἦν δʼ ἐγώ, <q>εἰ καὶ ὁ δεξιὸς μόνος ἀετῶδες βλέποι· οὐδὲν γὰρ ἂν ἔλαττον γένοιτο, ἐπεὶ καὶ τοὺς τέκτονας πολλάκις ἑωρακέναι μοι δοκῶ θατέρῳ τῶν ὀφθαλμῶν ἄμεινον πρὸς τοὺς κανόνας ἀπευθύνοντας τὰ ξύλα.</q></p><p rend="align(indent)">Ταῦτα εἰπὼν ἐποίουν ἅμα τὰ ὑπὸ τοῦ Ἐμπεδοκλέους παρηγγελμένα· ὁ δὲ κατʼ ὀλίγον ὑπαπιὼν ἐς καπνὸν ἠρέμα διελύετο. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>