<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2:1-2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2:1-2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2" n="1"><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> οὐκοῦν τρισχίλιοι μὲν ἦσαν ἀπὸ γῆς στάδιοι μέχρι πρὸς τὴν σελήνην, ὁ πρῶτος ἡμῖν σταθμός· τοὐντεῦθεν δὲ ἐπὶ τὸν ἥλιον ἄνω παρασάγγαι που πεντακόσιοι· τὸ δὲ ἀπὸ τούτου ἐς αὐτὸν ἤδη τὸν οὐρανὸν καὶ τὴν ἀκρόπολιν τὴν τοῦ Διὸς ἄνοδος καὶ ταῦτα γένοιτʼ ἂν<note xml:lang="mul" type="footnote" n="v.2.p.268.n.1">γένοιτ' ἃν Dindorf: γένοιτο MSS.</note> εὐζώνῳ ἀετῷ μιᾶς ἡμέρας. </p></sp><sp><speaker>Ἕταιρος</speaker><p rend="align(indent)"> τί ταῦτα πρὸς Χαρίτων, ὦ Μένιππε, ἀστρονομεῖς καὶ ἡσυχῇ πως ἀναμετρεῖς; πάλαι γὰρ ἐπακροῶμαί σου παρακολουθῶν ἡλίους καὶ σελήνας, ἔτι δὲ τὰ φορτικὰ ταῦτα σταθμούς τινας καὶ παρασάγγας ὑποξενίζοντος. </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> μὴ θαυμάσῃς, ὦ ἑταῖρε, εἰ μετέωρα καὶ διαέρια δοκῶ σοι <corr>λαλεῖν·</corr> τὸ κεφάλαιον γὰρ δὴ πρὸς ἐμαυτὸν ἀναλογίζομαι τῆς ἔναγχος ἀποδημίας. </p></sp><sp><speaker>Ἕταιρος</speaker><p rend="align(indent)"> εἶτα, ὦγαθε, καθάπερ οἱ Φοίνικες ἄστροις ἐτεκμαίρου τὴν ὁδόν; </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> οὐ μὰ Δία, ἀλλʼ ἐν αὐτοῖς τοῖς ἄστροις ἐποιούμην τὴν ἀποδημίαν. </p></sp><pb n="v.2.p.270"/><sp><speaker>Ἕταιρος</speaker><p rend="align(indent)"> Ἡράκλεις, μακρόν τινα τὸν ὄνειρον λέγεις, εἴ γε <corr>σαυτὸν</corr> ἔλαθες κατακοιμηθεὶς παρασάγγας ὅλους. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg021.perseus-grc2" n="2"><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> ὄνειρον γάρ, ὦ τάν, δοκῶ σοι λέγειν ὃς ἀρτίως ἀφῖγμαι παρὰ τοῦ <corr>Διός;</corr> </p></sp><sp><speaker>Ἕταιρος</speaker><p rend="align(indent)"> πῶς ἔφησθα; Μένιππος ἡμῖν διοπετὴς πάρεστιν ἐξ οὐρανοῦ; </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> καὶ μὴν ἐγώ σοι παρʼ αὐτοῦ ἐκείνου τοῦ πάνυ Διὸς ἥκω τήμερον θαυμάσια καὶ ἀκούσας καὶ ἰδών· εἰ δὲ ἀπιστεῖς, καὶ αὐτὸ τοῦτο ὑπερευφραίνομαι τὸ πέρα πίστεως εὐτυχεῖν. </p></sp><sp><speaker>Ἕταιρος</speaker><p rend="align(indent)"> καὶ πῶς ἂν<note xml:lang="mul" type="footnote" n="v.2.p.270.n.1">ἂν Belin de Ballou: not in MSS.</note> ἔγωγε, ὦ θεσπέσιε καὶ Ὀλύμπιε Μένιππε, γεννητὸς αὐτὸς καὶ ἐπίγειος ὢν ἀπιστεῖν δυναίμην ὑπερνεφέλῳ ἀνδρὶ καὶ ἵνα καθʼ Ὅμηρον εἴπω τῶν Οὐρανιώνων ἑνί; ἀλλʼ ἐκεῖνά μοι φράσον, εἰ δοκεῖ, τίνα τρόπον ἤρθης ἄνω καὶ ὁπόθεν ἐπορίσω κλίμακα τηλικαύτην τὸ μέγεθος; τὰ μὲν γὰρ ἀμφὶ τὴν ὄψιν οὐ πάνυ ἔοικας ἐκείνῳ τῷ Φρυγί, ὥστε ἡμᾶς<note xml:lang="mul" type="footnote" n="v.2.p.270.n.2">ἡμᾶς ed. princeps: καὶ ἡμᾶς MSS.</note> εἰκάζειν καὶ σὲ οἰνοχοήσοντά που ἀνάρπαστον γεγονέναι πρὸς τοῦ ἀετοῦ. </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> σὺ μὲν πάλαι σκώπτων δῆλος εἶ, καὶ θαυμαστὸν οὐδὲν εἴ σοι τὸ παράδοξον τοῦ λόγου μύθῳ δοκεῖ προσφερές. ἀτὰρ οὐδὲν ἐδέησέ μοι πρὸς τὴν ἄνοδον οὔτε τῆς κλίμακος οὔτε παιδικὰ γενέσθαι τοῦ ἀετοῦ· οἰκεῖα γὰρ ἦν μοι τὰ πτερά. </p></sp><pb n="v.2.p.272"/><sp><speaker>Ἕταιρος</speaker><p rend="align(indent)"> τοῦτο μὲν ἤδη καὶ ὑπὲρ τὸν Δαίδαλον ἔφησθα, εἴ γε πρὸς τοῖς ἄλλοις ἐλελήθεις ἡμᾶς ἱέραξ τις ἢ κολοιὸς ἐξ ἀνθρώπου γενόμενος. </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> ὀρθῶς, ὦ ἑταῖρε, καὶ οὐκ ἀπὸ σκοποῦ εἴκασας· τὸ Δαιδάλειον γὰρ ἐκεῖνο σόφισμα τῶν πτερῶν καὶ αὐτὸς ἐμηχανησάμην. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>